- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:154.7-155.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
欧斯特拉提乌斯就亚里士多德“必然是双重的”(94b37)这一论断展开讨论,以石头的运动为例区分了依循自然(实体)的内在自发必然与出于强力的外部必然,并结合形式以及对固有处所的朝向探讨了质料何以能被说成是能动的原因。
" Ἡ δ’ ἀνάγκη διττή." Διττήν φησι τὴν ἀνάγκην εἶναι, τὴν μὲν κατ’ οὐσίαν τὴν δὲ κατὰ βίαν, ταὐτὸν δ’ εἰπεῖν τὴν μὲν κατὰ φύσιν τὴν δὲ παρὰ φύσιν, ἄλλως ἐνταῦθα ἢ ἐν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς καὶ ἐν ἄλλοις τῶν Φυσικῶν τὴν ἀνάγκην διαιρῶν. καὶ ἔοικεν ἐν ἐκείνοις μὲν τὴν κατὰ φύσιν διαιρεῖν ἀνάγκην εἰς τὴν ἁπλῶς καὶ ἐξ ὑποθέσεως, ἐνταῦθα δὲ τὴν ἁπλῶς εἰς τὴν κατ’ οὐσίαν καὶ τὴν κατὰ βίαν. ἡ μὲν οὖν κατ’ οὐσίαν ἡ κατὰ φύσιν ἐστίν, ἥτις καὶ τελειωτικὴ τοῦ ὑποκειμένου ἐστὶ κατὰ τὴν φυσικὴν οὖσα τοῦ πράγματος ὁρμὴν καὶ ὡσπερεὶ ὄρεξίν τε καὶ ἔφεσιν, ἡ δὲ παρὰ ταύτην ὡς ταύτῃ ἀντικειμένη. καὶ ἓν ἱκανὸν καὶ ἀμφοῖν παράδειγμα· ὁ γὰρ λίθος πρὸς τἀναντία φέρεται ἄνω τε καὶ κάτω ὑπὸ ἐναντίων ἀναγκῶν. ἐναντίον γὰρ τὸ βίᾳ τῷ κατὰ φύσιν· τῷ γὰρ λίθῳ φυσική τις ὁρμὴ καὶ ἔφεσις τὸν οἰκεῖον τόπον καταλαβεῖν ὡς φυσικὴν αὑτοῦ τελειότητα, καὶ δρᾷ ἐν αὐτῷ τὴν πρὸς ἐκεῖνον κίνησιν ἡ κατὰ φύσιν ἀνάγκη,1 ἣν δὴ καὶ ὕλην φαμέν, τὴν δὲ πρὸς τὸν παρὰ φύσιν τόπον ἡ βίᾳ καὶ παρὰ φύσιν ἀνάγκη. ὡς γὰρ βαρυτάτῳ τῷ λίθῳ κατὰ φύσιν μὲν ὁ κάτω τόπος, πρὸς ὃν καὶ κατὰ φύσιν κινεῖται, παρὰ φύσιν δὲ ὁ ἄνω, πρὸς ὃν βίᾳ καὶ παρὰ φύσιν αὐτῷ ἡ κίνησις γίνεται· ὥστε διττὴ ἡ ἀνάγκη. πῶς δέ γε καὶ λέγεται νῦν ἡ ὕλη δραστική, τὸ παθητικὴ ἴδιον ἔχουσα καὶ εἶναι καὶ ὀνομάζεσθαι; ἢ οὐχ ὡς ἁπλῶς ὕλη δραστικὴ οὐδ’ ἡ ὕλη, ἀλλ’ ὡς τοῦδε μὲν ὕλη, ἔχουσα δέ τι καὶ εἶδος αὐτὴ καθ’ ὃ καὶ δρᾶν λέγεται. τὸ γὰρ βαρύτατον σῶμα ὕλη μὲν τῷ λίθῳ, ἀλλ’ οὐκ ἀνείδεος· τὸ γὰρ βαρὺ καὶ ναστὸν καὶ ξηρὸν καὶ ψυχρὸν εἶδος, οὐχ ὕλη ἁπλῶς. τὰ γὰρ ἀργοειδέστερα τῶν εἰδῶν ὕλη τοῖς μετ’ αὐτὰ καὶ τελειοτέροις μετὰ τοῦ ὑποκειμένου γίνονται, οὐκ ἂν ὑποστησομένοις ἐν τῷ ὑποκειμένῳ, εἰ μὴ ἐκεῖνα προυποστήσονται·2 κἂν αὐτὰ δὲ τὰ κοσμικὰ στοιχεῖα χωρὶς εἰδῶν ἑτέρων λαβόντες φύσιν δρῶσαν ἐν αὐτοῖς ὡς ὕλην ἐροῦμεν, οὐχ ὡς ὕλης ἡ δρᾶσις ἀλλ’ ὡς εἴδους ἔσται. τὸ γὰρ κοῦφον κινοῦν πρὸς τὸ ἄνω τὸ πῦρ ἢ τὸ βαρὺ πρὸς τὸ κάτω τὴν γῆν ὡς εἶδος τοῦτο ποιεῖ. ὕλη δὲ πῶς λέγεται; ἴσως ὅτι ὕλη πρὸς τὸν τόπον ἐστί, τὸ μὲν πρὸς τὸν ἄνω τὸ δὲ πρὸς τὸν κάτω, ὅτι τε τούτου ἐφίεται ὡς ἡ ὕλη τοῦ εἴδους, καὶ ὅτι τοῦ οἰκείου τόπου ἐφικνούμενον ἕκαστον τοῦ τέλους ἐφικνεῖται καὶ τὸ οἰκεῖον εὖ ἀπολαμβάνει. ἐν ἐκείνῳ μὲν γὰρ μὴ ὂν δυνάμει ἐν ἐκείνῳ ἐστίν, ὅτι τοῦτο πέφυκε· τοῦτο δὲ ὕλης ἴδιον· ἐν ἐκείνῳ δὲ γεγονὸς τὴν οἰκείαν τελειότητα καὶ εἰδοποίησιν δέχεται. διὰ τοῦτο τὴν τοῦ πυρὸς πρὸς τὸ ἄνω κίνησιν ἐκ τῆς κουφότητος μὲν ἀποδιδοὺς ἐκ τῆς ὕλης ἂν ἀποδώσεις, ἐκ δὲ τοῦ τόπου ὡς οἰκείου ἐφετοῦ ἐκ τοῦ εἴδους τε καὶ τοῦ τέλους. διὸ ἡ μὲν ἐκ τῆς φύσεως ἀνάγκη ἑκάστου αὐτῷ συνουσίωται καὶ οὐδέποτε αὐτοῦ ἀφίσταται, σύμφυτος οὖσα αὐτή τε καὶ ἡ κατ’ αὐτὴν ἐνέργεια, εἴπερ ἡ ὕλη ἑκάστῳ σύμφυτος· ὥστ’ οὐδὲ παρὰ φύσιν οὐδ’ ἔξωθεν οὐδὲ βίαιος, ἀλλ’ οἱονεὶ κατὰ τὴν ὁρμὴν ἑκάστου, καὶ ὡς ἄν τις εἴποι ἑκούσιος, ἅτε ἐκ τῆς οὐσίας οὖσα καὶ τῆς φυσικῆς ἑκάστου κατασκευῆς. ἡ δὲ βίαιος ἔξωθεν καὶ πᾶν τοὐναντίον ἐκείνης. δύναται δὲ οὐ μόνον ἡ κατὰ φύσιν ἀλλὰ καὶ ἡ ἔξωθεν ἀνάγκη ἔχειν τὸ ἕνεκά του. ῥῖψαι γὰρ ἄν τις λίθον κατὰ λόγον τινὰ καὶ ἵνα τι αὐτῷ κατ’ ὄρεξιν ἀποβήσεται.
“而必然是双重的。” 他说必然是双重的,一种依循实体,另一种依循强力,也就是说,一种依循自然,另一种违反自然;他在此处对必然的划分不同于在《论生成与消灭》以及《物理学》的其他篇章中所作的划分。看起来,在那些著作中他将依循自然的必然划分为无条件的必然和出于假设的必然,而在此处则是将无条件的必然划分为依循实体的必然和依循强力的必然。因此,依循实体的必然就是依循自然的必然,它也是主体的完善者,依循事物自然的冲动以及宛如欲望和渴求之物;而除此之外的另一种必然则是与此相反对的。一个例子就足以说明两者:因为石头受相反的必然支配,被带向相反的方向,即向上和向下。因为出于强力的与依循自然的是相对立的。因为石头具有某种自然的冲动和渴求去占据其本有的处所,作为其自然的完善状态;请在它身上看到:向着那个处所的运动是依循自然的必然(这正是我们所说的质料),而向着违反自然的处所的运动则是出于强力且违反自然的必然。因为对于作为极重之物的石头而言,下方的处所是依循自然的,它也依循自然向此运动;而上方的处所则是违反自然的,向此运动对它而言是出于强力且违反自然发生的;因此必然是双重的。然而,质料固有的特性本是作为受动者且被如此称呼,如今为何又被说成是能动作用的呢?难道不是因为质料并非作为单纯的质料是能动的,单纯的质料也不是能动的,而是作为这一个事物的质料,自身也具有某种形式,依照该形式它才被说成是在发生作用吗?因为极重的物体对于石头而言是质料,但并非没有形式;因为重、致密、干燥和寒冷乃是形式,而非单纯的质料。因为诸形式中较为粗糙者,与基体一起,成为了在它们之后更为完全的形式的质料;若非那些粗糙形式预先持存,更为完全的形式就无法在基体中持存。即使我们把宇宙元素自身抽离于其他形式来考察,并将在其中发生作用的自然称为质料,这种作用也不是作为质料的作用,而是作为形式的作用。因为使火向上的轻,或使土向下的重,都是作为形式来做这件事的。但为什么它被称为质料呢?或许是因为它相对于处所而言是质料——一者相对于上方处所,另一者相对于下方处所——并且因为它渴求此处所正如质料渴求形式一样,还因为每一事物到达其固有处所时便到达了其目的,并获得了其固有的完好状态。因为当不在那个处所时,它潜能地在那个处所中,因为这是它的本性;而这是质料的特有属性;但在生成于那个处所之中后,它便接受了其固有的完善与形式构成。为此缘故,如果你从轻性来解释火向上的运动,你就是从质料来解释;但如果从作为其固有渴求对象的处所来解释,你就是既从形式又从目的来解释。因此,每一事物出于自然的必然与事物自身同具其实体且绝不离开它,它自身以及依照它的现实活动都是先天内在于其中的,只要质料对每一事物而言是先天内在于其中的;所以它既不违反自然,也不来自外部,亦非强力的,而是宛如依照每一事物的冲动,正如人们所说的那样是出于自愿的,因为它源自每一事物的实体与自然构造。但强力的必然来自外部,与前者完全相反。然而不仅依循自然的必然,而且外部的必然也能够具有为了某物的目的。因为某人可能会依据某种理据,并为了使某件符合其欲求的事情作为结果发生而投掷石头。
- 1.182καὶ δρᾷ ἐν αὐτῷ τὴν πρὸς ἐκεῖνον κίνησιν ἡ κατὰ φύσιν ἀνάγκη
祈使动词 ὅρα 之后,宾格短语 τὴν πρὸς ἐκεῖνον κίνησιν 作为前置宾语,随后的述语部分则使用了主格短语 ἡ κατὰ φύσιν ἀνάγκη(破格句法/先提宾格)。在意义上相当于间接引语结构:“请看到,向着那个处所的运动乃是依循自然的必然”。
- 1.182οὐκ ἂν ὑποστησομένοις ἐν τῷ ὑποκειμένῳ, εἰ μὴ ἐκεῖνα προυποστήσονται
分词 ὑποστησομένοις 连同 ἄν 一起修饰前面的与格短语 τοῖς μετ’ αὐτὰ καὶ τελειοτέροις(在它们之后更为完全的形式),表达潜在或与事实相反的推论结果(“那些若非前者预先持存便不会在基体中持存的形式”)。从属条件从句 εἰ μὴ ἐκεῖνα προυποστήσονται 使用了将来时直陈语气,表示必不可少的先决条件。
