← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§152.33-154.6

生成事物中质料因与目的因的并存

针对亚里士多德在《后分析篇》94b31–94b36中将质料因与目的因的并存从存在者推广到生成过程(如雷)的论述,欧斯特拉提乌斯阐明了生成性事物的存立方式,并解释了为何双重原因尤为显著地体现在自然事物之中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.179

" Ἆρ’ οὖν, εἰ εἶναι ἐνδέχεται, καὶ γίνεσθαι ἐνδέχεται;" Τῶν πραγμάτων τὰ μὲν ὡς ὄντα θεωρεῖται, τὰ δὲ ὡς γινόμενα μηδαμῶς ἄλλως τὸ εἶναι ἢ ἐν τῷ γίνεσθαι ἔχοντα.1 τοίνυν τὸ περὶ τῶν αἰτίων τοῦ τε ὑλικοῦ λεγόμενον καὶ τοῦ τελικοῦ, ὡς ἐνδέχεται περὶ τοῦ αὐτοῦ αἰτιατοῦ ἄμφω ἀποδίδοσθαι ὡς ἐπὶ ὄντων γυμνάσας πρότερον, γυμνάζει νῦν τὸ αὐτὸ καὶ ὡς ἐπὶ γινομένων. εἰ οὖν ἐνδέχεται, φησίν, εἶναι διάφορα αἴτια, ἤγουν ὑλικόν τε καὶ τελικόν, περὶ τοῦ αὐτοῦ ὄντος ἀποδιδόμενα, ἐνδέχεται καὶ περὶ γινομένου τινὸς διάφορα γινόμενα ἀποδίδοσθαι αἴτια,2 οἷον περὶ τῶν βροντῶν. οὐ γὰρ ὡς ἀπαρτιζομένη ὑφίσταται ἡ βροντὴ καθ’ ὁλοκληρίαν τινά, ἀλλὰ κατὰ μικρὸν γινομένη ἅμα τοῦ τε γίνεσθαι καὶ τοῦ εἶναι παύεται, ὡς καὶ ἡμέρα καὶ νύξ, καὶ ὁ ἐν τῷ θεάτρῳ ἀγών, καὶ πολλὰ ἕτερα κατὰ μέρος οὕτω γινόμενα, ὧν τὸ μὲν φθάσαν παρῆλθεν, ἔπεισι δ’ ἕτερον μέχρι τῆς συμπληρώσεως· ὧν οὐδὲν ὅλον θεωρεῖται ὡς ὑφιστάμενον. δυνατὸν οὖν, φησί, καὶ ἐπὶ τῶν τοιούτων τὰς δύο αἰτίας ἀποδιδόναι. διὰ τί βροντᾷ; ὅτι πῦρ ἀποσβεννύμενον ἐν τοῖς νέφεσι σίζει τε καὶ ψοφεῖ. τοῦτο ἐκ τῆς ἀνάγκης, ταὐτὸν δ’ εἰπεῖν ἐκ τῆς ὕλης. εἰ γὰρ δεῖ βροντὴν γίνεσθαι, ἀνάγκη πῦρ ἐν τοῖς νέφεσιν εἶναι, καὶ τοῦτο ἀποσβεννύμενον σίζειν τε καὶ ψοφεῖν. καὶ πάλιν διὰ τί βροντᾷ; ἵνα οἱ ἐν τῷ Ταρτάρῳ διὰ τούτων ἀπειλούμενοι φοβῶνται. ταύτην δέ, φησί, τὴν αἰτίαν τῶν βροντῶν οἱ Πυθαγόρειοι ἀπεδίδοσαν, τούτου ἕνεκα λέγοντες τὰς βροντὰς γίνεσθαι παρὰ τῆς προνοίας. δυνατὸν δὲ καὶ ἀπὸ τοῦ ποιητικοῦ καὶ τοῦ τελικοῦ τὸ αὐτὸ ἀποδοῦναι. διὰ τί ὁ κόσμος σφαιρικός; διότι τῶν στερεῶν σχημάτων ἡ σφαῖρα κάλλιστον, ἔδει δὲ τὸ ὑπὸ τοῦ καλλίστου ἀριστοτέχνου πεποιημένον τῶν σχημάτων ἔχειν τὸ κάλλιστον· καὶ αὖθις διότι τῶν ἰσοπεριμέτρων σχημάτων ὁ κύκλος πολυχωρητότερον.3

“那么,如果存在是可能的,生成也是可能的吗?” 在诸事物中,一些被考察为存在者,另一些则被考察为生成者,除了在生成之中以外绝不具有存在。因此,他先前就关于诸原因即质料因和目的因的说法——关于同一受造效果二者都能被给出——在存在者的情形中进行了探讨,如今在生成者的情形中也探讨同样的事情。他说,因此如果对于同一个存在者而言,能够有给出的不同原因(即质料因与目的因)存在,那么对于某种生成者而言,也能够给出生成的不同原因,例如关于雷。因为雷并不是作为一个完满的整体而在完成中持存,而是一点一点地生成,并同时停止生成与停止存在,正如白昼与黑夜、剧场中的竞赛,以及许多其他像这样分部分生成的事物一样;其中先前的部分已经过去,另一部分相继而来直至完满;在这些事物中,没有哪一个整体被考察为持存着。他说,因此在诸如此类的事物上给出这两种原因也是可能的。为什么打雷?因为火在云中熄灭时发出嘶嘶声并发出响声。这是出于必然,也就是说出于质料。因为如果要生成雷,就必然要有火在云中,且火在熄灭时发出嘶嘶声并发出响声。再次,为什么打雷?为了使处于塔耳塔洛斯中的人在受到这些威吓时感到恐惧。他说,毕达哥拉斯学派的人给出了雷的这一原因,说雷是由于天意为了这个缘故而生成的。依据动力因和目的因给出同一事物也是可能的。为什么宇宙是球形的?因为在立体图形中球是最美的,而由最美的最优巧匠所造之物应当具有诸图形中最美者;再者,因为在等周长[或等表面积]的图形中圆[球体]容积最大。

§1.180

"Πλεῖστα δὲ τοιαῦτά ἐστι, καὶ μάλιστα." Ἐπειδὴ πολλὰ τοιαῦτα καὶ ἐν τοῖς κατὰ τέχνην καὶ ἐν τοῖς κατὰ φύσιν ἐστί, διὰ τοῦτο οὕτως εἶπεν. ἔστι μὲν γὰρ καὶ ἐν ἀμφοτέροις εὑρεῖν πλεῖστα τοιαῦτα τοῖς γένεσιν, ἀλλὰ μάλιστα ἐν τοῖς κατὰ φύσιν. τὸ γὰρ πρότερον εἰρημένον περὶ τῶν λαμπτήρων παράδειγμα τεχνικὸν ἦν, τῇ τῶν σωμάτων φυσικῇ ἰδιότητι τῆς διανοίας κεχρημένης πρὸς τὸ αὑτῇ βουλητόν. διὸ καὶ τὸ μὲν ἐκ τῆς ἀνάγκης αἴτιον φυσικὸν ἐκεῖ ἀπεδίδοτο, τὸ δὲ ἐκ τοῦ τέλους τεχνικόν· ἐπὶ δὲ τῶν φύσει συνισταμένων καὶ συνεστώτων, ὡς αὐτὸς ἔφη, ἄμφω φυσικά. λέγει δὲ συνιστάμενα μὲν τὰ γινόμενα, ὡς βροντὴ καὶ ὡς ἡμέρα, συνεστῶτα δὲ τὰ ὄντα ἤτοι καθ’ ὁλοκληρίαν ὑφεστηκότα, ἀλλ’ οὐχ οὕτως ὄντα ὡς ἀεὶ μὲν ὄντα γένεσιν δὲ μὴ ἔχοντα.

“这样的事物极多,尤其是[在自然中]。” 由于无论在依循技术的事物中还是在依循自然的事物中都有许多这样的事物,为此缘故他才这样说。因为虽然在两个属中都能发现极多这样的事物,但尤其是在依循自然的事物中。因为先前所说的关于提灯的例子是技术性的,理智为了自身希冀的用途利用了物体的自然固有特质。因此在那里出于必然的原因被给出为自然性的,而出于目的的原因则被给出为技术性的;但在依循自然正在构成以及已经构成的事物中,正如他自己所说,二者都是自然性的。他说正在构成的事物就是生成者,如雷和白昼;而已经构成的事物就是存在者,即作为一个完整整体持存的事物,但并非以永远存在且没有生成的这种方式存在。

§1.181

"Ἡ μὲν γὰρ ἕνεκά του ποιεῖ φύσις." Τὴν αἰτίαν ἀποδιδοὺς διὰ τί ἐξ ἀμφοτέρων πεφύκασιν οἱ μέσοι λαμβάνεσθαι, ἔκ τε τῆς ὕλης καὶ τοῦ εἴδους ἤτοι τοῦ τέλους, οὕτω φησίν· ‘ἐπεὶ γὰρ φύσει ἀμφότερα ἥ τε ὕλη καὶ τὸ εἶδος, δεῖ καὶ ἑκάτερον ἀπόμοιράν τινα τῆς ποιήσεως ἀποφέρεσθαι, ὡς εἶναι τὰ μὲν ἐξ αἰτίας τῆς ὕλης τῶν ποιουμένων τὰ δ’ ἐκ τοῦ εἴδους ἤτοι τοῦ τέλους.

“因为一方面自然为了某种目的而作为。” 在阐述为什么中项自然地宜于从两者——即从质料以及从形式(亦即目的)——中选取的这一原因时,他这样说道:“因为既然质料与形式二者皆依循自然,每一方也就应当分得制作的某一特定份额,以致所造之物中有的出于质料的原因,有的出于形式即目的的原因。”

语法注3 条
  1. 1.179μηδαμῶς ἄλλως τὸ εἶναι ἢ ἐν τῷ γίνεσθαι ἔχοντα

    此处采用 ἄλλως... ἤ(除……之外别无……)的排他比较结构。分词 ἔχοντα 修饰 τὰ δὲ ὡς γινόμενα,限定了生成过程性事物(如昼夜、雷鸣)的存立方式,即它们唯独在生成之中才具有其存在,而非作为静止完成的实体而存在。

  2. 1.179διάφορα γινόμενα ἀποδίδοσθαι αἴτια

    分词 γινόμενα 夹在 διάφορα 和 αἴτια 之间,作为中性复数分词与 αἴτια 一致,作表语性修饰:“给出处于生成之中的不同原因”。这紧扣亚里士多德原文“如果存在是可能的,生成也是可能的吗”,表明不仅受造效果是过程,原因本身也是在生成中发生的。

  3. 1.179ὁ κύκλος πολυχωρητότερον

    尽管主语 ὁ κύκλος 为阳性单数,比较级表语形容词 πολυχωρητότερον 却采用了中性单数形式。这是古典希腊语中表述某一类事物的普遍抽象性质时的常见语法现象。在论述宇宙球形(σφαιρικός)的语境下提到“圆(ὁ κύκλος)”,系指在等周定理中具有最大容纳能力的几何形体(引申涵盖球体)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:152.33-154.6