- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:151.14-152.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥阐释了在自然物与技术制品中,同一事物皆可根据必然(质料因)与目的因作为不同中项得到证明,并结合具体事例和《自然学》中的学说论证了即使在自然本身的单一视角下,这两种原因也是并存的。
" Ἐνδέχεται δὲ τὸ αὐτὸ καὶ ἕνεκά τινος εἶναι καὶ ἐξ ἀνάγκης." Ἄλλο τοῦτο περὶ τῶν αἰτίων θεώρημα. φησὶ δὲ ὅτι ἐνδέχεται τοῦ αὐτοῦ πράγματος κατ’ ἄλλην καὶ ἄλλην ἀπόδειξιν, διάφορα κατ’ εἶδος μέσα ληφθῆναι καὶ αἴτια, οἷον τὸ μὲν ἐξ ἀνάγκης τὸ δ’ ὡς οὗ ἕνεκα, ἤγουν τὸ μὲν ὑλικὸν τὸ δὲ τελικόν. καὶ τούτου παράδειγμα τίθησιν, τὸ διιέναι διὰ τοῦ λαμπτῆρος τὸ φῶς· ἐξ ἀνάγκης τε γάρ ἐστιν εἰπεῖν, οἷον διότι μεγαλομερὴς μὲν ὁ ὕελος ἐξ οὗ ὁ φανὸς ἢ εἴ τύχῃ ἡ δορά, μικρομερὲς δὲ τὸ πῦρ, διὰ τοῦτο δίεισι διὰ τῶν μεγάλων πόρων τοῦ ὑέλου ἢ τῆς δορᾶς ἡ τοῦ πυρὸς λεπτομέρεια. καὶ αὕτη ἐστὶν ἐκ τῆς ὕλης ἀπόδοσις. τὸ δ’ ὅπως μὴ πταίωμεν, τοῦτο οὗ ἕνεκα· ἵνα γὰρ μὴ προσκόπτωμεν τοῖς ἐν ποσὶ κειμένοις, τούτου ἕνεκα τοὺς λαμπτῆρας ἐπιτηδεύομεν. ἐν τούτοις τὸ μὲν ἐξ ἀνάγκης ἐκ τῆς φύσεως εἴληπται, τὸ δ’ ὡς οὗ ἕνεκα ἐκ τῆς ἡμετέρας ἐπιτεχνήσεως· τῇ γὰρ τῶν ὑλῶν ἰδιότητι πρὸς τὸ λυσιτελὲς ἡμῖν ἐχρησάμεθα. ὥστε τοῖς μὲν σώμασιν, ᾗ τοιάδε σώματά ἐστι, καθ’ αὑτὸ μὲν τὸ ἐκ τῆς ὕλης, κατὰ συμβεβηκὸς δὲ τὸ ἐκ τοῦ τέλους.1 οὐ γὰρ καθ’ αὑτὸ διὰ τοῦτο δίεισι τὸ λεπτομερέστερον διὰ τῶν μειζόνων πόρων, ἵνα ἡμεῖς μὴ προσκόπτωμεν· οὐδαμοῦ γὰρ ἡ φύσις τοῦτον ἔσχε σκοπὸν τῆς τοῦ φωτὸς διελεύσεως, ἀλλ’ ἡμεῖς ἑαυτοῖς τοῦτο ἐπετηδεύσαμεν, πρὸς ὃ ἠβουλήθημεν κεχρημένοι τῇ τῶν σωμάτων φυσικῇ ἰδιότητι. τῇ ἡμετέρᾳ δὲ διανοίᾳ καθ’ αὑτὸ μὲν τὸ οὗ ἕνεκα, κατὰ συμβεβηκὸς δὲ τὸ ἐκ τῆς ὕλης· καθ’ αὑτὸ γὰρ ἡμῖν, ἵνα μὴ προσκόπτωμεν, ἡ τῶν λαμπτήρων χρῆσις ἐπιτετήδευται· διότι δὲ συμβέβηκε τοιαῦτα εἶναι σώματα πρὸς τοῦτο ἡμῖν ἐκ φύσεως ἐπιτήδεια, διὰ τοῦτο αὐτοῖς ἐχρησάμεθα. ὥστ’ οὐ κατὰ τὸ αὐτὸ τὸ ἐξ ἀνάγκης καὶ τὸ οὗ ἕνεκα εἴληπται, ἀλλὰ κατ’ ἄλλο καὶ ἄλλο. δυνατὸν δὲ καὶ κατὰ τὸ αὐτὸ ἄμφω ἀποδοῦναι τὰ αἴτια, οἷον εἰ βούλει κατὰ τὴν φύσιν· διὰ τί οἱ ἐμπρόσθιοι ὀδόντες ὀξεῖς; διότι ἐξ ὀστέου φύονται λεπτοτέρου (τοῦτο ἐξ ἀνάγκης), καὶ ἵνα διαιρῶσιν τὴν τροφήν· τοῦτο οὗ ἕνεκα. καὶ ἐπὶ τῶν οὐρανίων σωμάτων, διὰ τί κύκλῳ κινεῖται; διότι οὔτε βαρὺ οὔτε κοῦφόν ἐστι τὸ σῶμα αὐτοῖς (τοῦτο ἐξ ἀνάγκης), καὶ αὖθις διότι νοῦν μιμεῖται· τοῦτο οὗ ἕνεκα. διὰ τί ἡ βῶλος κάτω φέρεται; ὅτι βαρὺ τὸ σῶμα αὐτῇ (τοῦτο ἐξ ἀνάγκης), καὶ αὖθις ἵνα τὸν οἰκεῖον τόπον ὡς ἑαυτῆς τελειότητα καταλήψεται· τοῦτο οὗ ἕνεκα. καὶ πλεῖστα ἄν τις εὕροι τὴν φύσιν ἐξ ἀνάγκης τε καὶ ἕνεκά του ποιοῦσαν. ὅπως δὲ ἀνάγκη ἡ ὕλη ὠνόμασται, ἐν τοῖς Φυσικοῖς εἴρηται· ἐπί τε γὰρ τῆς φύσεως ἐπί τε τῆς τέχνης ἐξ ἀνάγκης τῆς ὕλης δεῖ. ἵνα τε γὰρ τόδε γένηται φυσικόν, οἷον ὀφθαλμοὶ ἢ ὀδόντες ἤ τι τῶν ἄλλων τῶν ὅσα ποιεῖν ἡ φύσις λέγεται, τοιᾶσδε δεῖ ἢ τοιᾶσδε τῆς ὕλης ἐξ ἀνάγκης, καὶ ἵνα τόδε ἢ τόδε τεχνικόν, τοιᾶσδε ἢ τοιᾶσδε. ὅλως γὰρ διττὴ ἡ φύσις, ἡ μὲν κατὰ τὴν ὕλην καὶ τὴν ἀνάγκην, ἡ δὲ κατὰ τὸ εἶδος, ὃ τῷ τέλει πολλάκις ταὐτόν· καὶ ταῦτα ἐν τοῖς Φυσικοῖς εἴρηται. ὀφθαλμοῦ τε γὰρ εἶδος τὸ ὁρᾶν καὶ τέλος ὀφθαλμοῦ τὸ ὁρᾶν (διὰ γὰρ τὸ ὁρᾶν ὁ ὀφθαλμός) καὶ ὤτων τὸ ἀκούειν ὡσαύτως, εἰ μήτις θεῖτο διαφορὰν τοῦ ᾧ καὶ τοῦ οὗ,2 ὡς καὶ τοῦτο ἐν τοῖς Φυσικοῖς εἴρηται. διττὸν γὰρ τὸ τέλος, τὸ μὲν οὗ τὸ δὲ ᾧ· διὰ μὲν γὰρ τὸ ὁρᾶν οἱ ὀφθαλμοί, ἕνεκεν δὲ τῆς σωτηρίας τοῦ ζῴου ὅρασίς τε καὶ πᾶσα αἴσθησις, ὥσπερ καὶ ἐπὶ τῶν τεχνῶν τέλος ἐστὶ τοῦ εἴδους ἑκάστου τῶν τεχνητῶν σκοπιμώτατον ἡ χρεία τῶν ἀνθρώπων, ἧς ἕνεκα πάντα ἐκεῖνα γίνεται. ἐπεὶ οὖν ὕλη καὶ εἶδος ἐν τοῖς φυσικοῖς τε καὶ τεχνητοῖς, ἀποδίδοται τὸ μέσον ποτὲ μὲν ἀπὸ τῆς κατὰ τὴν ὕλην φύσεως, ποτὲ δὲ ἀπὸ τῆς κατὰ τὸ εἶδος ἤτοι τὸ τέλος. τὸ δὲ εἴπερ φῶς γίνεται τῷ διιέναι διὰ τοῦτο προσέθηκεν,3 ἐπειδὴ εἴρηκε μὲν αἴτιον τοῦ διὰ τοῦ λαμπτῆρος φαίνειν τὸ πῦρ τὸ διιέναι τὸ λεπτομερέστερον διὰ τῶν μειζόνων πόρων· οὐ προέκειτο δὲ νῦν ἀκριβολογεῖσθαι περὶ τούτου, εἴτε διὰ τοῦτο εἴτε δι’ ἕτερόν τι γίνεται τὸ φῶς διὰ τῶν λαμπτήρων. διὰ τοῦτο οὕτως εἴρηκεν.
“但是同一事物既可能是为了某种目的,也可能是出于必然。” 这是关于原因的另一个定理。他说,对于同一事物,依据不同的证明,完全可能选取在种上不同的中项即原因,例如一个出于必然,另一个作为目的,也就是说,一个是质料性的,另一个是目的论的。他提出了这方面的一个例子:光穿透提灯。因为完全可以说出于必然,例如由于制成提灯的玻璃或者碰巧是兽皮是由大微粒组成的,而火是由小微粒组成的,所以由于这个缘故,火的精微部分穿透玻璃或兽皮的巨大孔隙。这就是基于质料的解释。而“为了使我们不致绊倒”,这是目的;因为为了使我们不碰撞脚下之物,为了这个缘故我们备办提灯。在这些原因中,出于必然者取自自然,而作为目的者取自我们的人工谋划;因为我们利用了诸质料的固有特质以谋求对我们的益处。因此对于物体而言,只要它们是这样的物体,基于质料的原因是本质地属于它们的,而基于目的的原因则是偶性地属于它们的。因为由更精微微粒组成者穿过更大的孔隙,其本身并非本质上为了这个缘故,即为了使我们不致绊倒;因为自然绝未曾将此作为光之穿透的目标,而是我们利用物体自然的固有特质,为了我们所希冀的用途而为自己谋划了这件事。但是对于我们的理性思考而言,目的是本质地属于的,而基于质料者则是偶性地属于的;因为为了使我们不致绊倒而使用提灯,对我们而言是本质地被谋划出来的;而由于碰巧存在由自然所造对我们适于此目的的这等物体,由于这一原因我们才利用了它们。因此,出于必然者与作为目的者并非依据相同的方面被选取,而是依据不同的方面。然而,依据相同的方面将两种原因都赋予某物也是可能的,例如若是你愿意的话,依据自然的方面:为什么门牙是锐利的?因为它们由更薄的骨头长出(这是出于必然),并且为了使它们切断食物(这是目的)。关于天体也是如此:为什么它们作圆周运动?因为对于它们而言其物体既不重也不轻(这是出于必然),又因为它们模仿理智(这是目的)。为什么泥块向下运动?因为对于它而言其物体是沉重的(这是出于必然),又为了将本有处所作为自身的完满性而占据(这是目的)。人们完全可以发现自然出于必然且为了某种目的而作为的极多例子。质料如何被称为必然,这已在《自然学》中被阐明;因为无论在自然中还是在技术中,都出于必然需要质料。因为无论为了使这个自然物生成,例如眼睛或牙齿,或凡是自然所被言及制造的其他事物中的某物,都出于必然需要这般或这般的质料;为了使这个或那个技术制品生成,也需要这般或这般的质料。因为总的来说自然是双重的,一方面依循质料和必然性,另一方面依循形式,形式往往与目的同一;这些事情也已在《自然学》中被阐明。因为眼睛的形式是看见,眼睛的目的也是看见(因为由于看见眼睛才存在),耳朵〔的形式与目的〕同样是听见;除非有人在“受益者”与“目标”之间设立区别,正如这也已在《自然学》中被阐明的那样。因为目的是双重的,一个是目标,另一个是受益者;因为由于看见才有眼睛,但为了动物的保全才有视觉以及一切感觉,正如在技术中,每种技术制品形式最被意图的目的乃是人类的需求,为了它这一切才得以生成。既然在自然物与技术制品中都存在质料与形式,那么中项有时由依循质料的自然给出,有时则由依循形式即目的的自然给出。而他之所以添上“如果说光的确由于穿透而生成”这句言明,是因为他虽然把由更精细微粒组成者穿透更大的孔隙说成是火穿过提灯而照明的原因,但如今所提出来的任务并不是要在此精确探究光穿过提灯究竟是由于这一原因还是由于其他某种原因而生成的。为此缘故,他才这样说。
- 1.178ὥστε τοῖς μὲν σώμασιν, ᾗ τοιάδε σώματά ἐστι, καθ’ αὑτὸ μὲν τὸ ἐκ τῆς ὕλης, κατὰ συμβεβηκὸς δὲ τὸ ἐκ τοῦ τέλους
这里的两个与格 τοῖς μὲν σώμασιν 与随后的 τῇ ἡμετέρᾳ δὲ διανοίᾳ 是表关涉或视角的与格(“对于物体而言……”、“对于我们的理性思考而言……”)。主语(τὸ ἐκ τῆς ὕλης 与 τὸ ἐκ τοῦ τέλους)的系动词 ἐστί 被省略。前后构成对比,表明就物体自身而言质料因是本质的而目的因是偶性的,但对人类的设计而言目的因是本质的而质料因是偶性的。
- 1.178εἰ μήτις θεῖτο διαφορὰν τοῦ ᾧ καὶ τοῦ οὗ
属格短语 τοῦ ᾧ καὶ τοῦ οὗ 由冠词将与格 ᾧ 和属格 οὗ 的关系代名词实质化,作 διαφορὰν 的宾格性属格。这体现了亚里士多德在《自然学》中关于目的的双重区分,即所追求的目标(finis cuius / τὸ οὗ)与受益的主体(finis cui / τὸ ᾧ)。
- 1.178τὸ δὲ εἴπερ φῶς γίνεται τῷ διιέναι διὰ τοῦτο προσέθηκεν
句首的中性单数冠词 τὸ 将亚里士多德的原句 εἴπερ φῶς γίνεται τῷ διιέναι(94b28)整体实质化为名词短语,并先取性地置于句首作为动词 προσέθηκεν 的宾语(“至于……这一句,他之所以添上”)。主句中的 διὰ τοῦτο 则与后文由 ἐπειδὴ 引导的原因从句相呼应。
