- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:149.28-151.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥阐明了亚里士多德要求替换言明的真正用意以及四种原因列举次序的必然性,并结合具体例证解释了作因与目的因之间时间生成次序的逆转。
" Δεῖ δὲ μεταλαμβάνειν τοὺς λόγους." Ἐπειδὴ ἀλληνάλλως τοὺς λόγους κατά τε τὰ στοιχεῖα καὶ τὰ πράγματα εἰληφότος ἐπήσθετο ἑαυτοῦ,1 διὰ τοῦτο ταῦτά φησι· δεῖ δὲ τοὺς λόγους ἄλλως λαμβάνειν, καθὼς ἐνδέχεται μέσον τὸ οὗ ἕνεκα ἐν τῇ ἀποδείξει γίνεσθαι, καὶ οὕτω μᾶλλον φανεῖται, πῶς γίνεται ὃ προέκειτο, ἔν τε τῷ συλλογισμῷ προσφυῶς τοὺς ὅρους τιθέναι καὶ εὐαρμόστως καὶ ἐν τῷ προσυλλογισμῷ. καὶ οὕτω μᾶλλον φανεῖται ἕκαστα, τουτέστι πῶς τε τὸ οὗ ἕνεκα μέσον λαμβάνεται, καὶ πῶς ἡ δεομένη πρότασις παραμυθίας τινὸς διὰ προσυλλογισμοῦ δειχθήσεται, καὶ πῶς ὁ ἀντὶ τῆς ὑγείας ληφθεὶς λόγος καὶ αὐτὸς λεχθήσεται κατὰ τοῦ ἐν τῷ συλλογισμῷ ἐλάττονος. ταῦτα δὲ ἤδη πάντα γέγονεν. ἴδωμεν δὲ καὶ πῶς ἐνταυθοῖ τῇ τάξει τῶν αἰτίων ὁ Ἀριστοτέλης ἐχρήσατο, τὸ εἰθισμένον αὐτῷ τηρήσας καὶ νῦν· ἀεὶ γὰρ τῷ λόγῳ φυσικώτερον χρώμενος ἀπὸ τῶν χειρόνων τε καὶ ἀτελεστέρων ἐπὶ τὰ κρείττω προβαίνει καὶ τελεώτερα. περὶ τοῦ ὅρου τοίνυν προθέμενος εἰπεῖν ἐξ ἀρχῆς, περὶ ἐκείνου μὲν εἴρηκεν ὅσα εἴρηκεν· εἶτα μεταβὰς ἐπὶ τὴν τῶν λοιπῶν αἰτίων ἀπόδοσιν, περὶ τῆς ὕλης πρότερον ὡς τῶν ἄλλων εἴρηκε χείρονος, μετὰ δ’ αὐτὴν περὶ τοῦ ποιητικοῦ. ἐπεὶ δὲ τὸ τέλος τῶν πάντων κρεῖττον ὡς τελεώτερον καὶ τῷ ἐσχάτῳ ὀρεκτῷ καὶ πρώτῳ ἀγαθῷ συγγενέστερον, διὰ τοῦτο καὶ περὶ τούτου τελευταῖον εἴρηκεν.
“但是必须替换这些言明。” 由于他发觉自己无论就字母项而言还是就事物而言,都曾反复变动地选取这些言明,因此他才说了这些话:必须以另一种方式选取这些言明,正如在证明中目的可能成为中项那样;这样一来,先前所提出的任务,即如何在三段论和前提推论中都恰当且协调地安置各项,将变得更加显明。并且每一件事物也将以这种方式更加显明,也就是说,目的如何被取作中项,需要某种佐证的前提将如何通过前提推论得到证明,以及用来代替健康的定义本身将如何被用来述说三段论中的小项。而这些事情如今都已完成。然而,让我们也来看看亚里士多德在这里是如何运用诸原因的次序的,他在此时也遵循了他惯常的做法;因为他总是以一种更具自然学特征的方式展开论述,从较劣且较不完满的事物前进到较优且较完满的事物。因此,他从一开始提议谈论定义,便谈论了关于它所说的一切;接着过渡到其余原因的阐释,首先谈论了质料,视之为比其他原因较劣者,在其之后则谈论了作因。而由于目的一如更完满者,且与终极的企求对象和原初之善更为亲近,从而在一切事物中最为卓越,因此他也最后谈论了这一原因。
"Αἱ δὲ γενέσεις ἀνάπαλιν ἐνταῦθα." Ἐπειδήπερ ὁ ἀνθρώπινος νοῦς τῷ γινώσκειν μιμεῖται τὸν τοῦ παντὸς ποιητήν, ὥσπερ ἐκεῖνος παράγων τὰ πράγματα ἐπὶ ταῖς αὐτῶν οὐσίαις προστίθησιν τὰ ἑπόμενα ἐπιμορφάζων ὥσπερ τὰ εἴδη καὶ οἷόν τι ἄνθος καὶ γάνος αὐτοῖς ἐφαπλῶν, ὡς ἂν εἴη μηδὲν τοῦ ἀνήκοντος ἑκάστῳ ἀρίστου καὶ καλλίστου λειπόμενα, δεῖ καὶ ἡμᾶς μετὰ τὸ γνῶναι τὰς τῶν πραγμάτων οὐσίας ἐξερευνᾶν καὶ τὰ τούτοις ἑπόμενα, ἵνα οὕτως ἡμῖν ἀνελλιπὴς ὡς ἓν ὂν ἡ πρὸς τὸν δημιουργὸν ἐξομοίωσις γίγνοιτο, ταὐτὸν δ’ εἰπεῖν ἡ ἡμετέρα τελείωσις. ἄλλως γὰρ οὐκ ἔνι τελειοῦσθαι τὰ δεύτερα ἢ τῇ πρὸς τὰ ἐπέκεινα μιμήσει καὶ ὁμοιώσει. ταὐτὸν δὴ καὶ νῦν ἐν τῷ περὶ τῶν αἰτίων γίνεται λόγῳ· μαθόντες γὰρ ὅσα τε καὶ τίνα τὰ αἴτια, καὶ ἤδη κατ’ εἶδος ἕκαστον καταλαβόντες αὐτῶν, ἀναγκαῖον ἔχομεν μαθεῖν2 καὶ περὶ τῶν ἑπομένων αὐτοῖς. ὃ δὴ καὶ ἤδη παραδοῦναι ἡμῖν ὁ Ἀριστοτέλης προτίθεται· καὶ πρότερον τὴν διαφορὰν τοῦ ποιητικοῦ καὶ τοῦ τελικοῦ, πῶς ἔχει τούτων ἑκάτερον πρὸς τὰ αἰτιατὰ κατὰ τὸ τῷ χρόνῳ πρότερόν τε καὶ ὕστερον. φησὶ δὴ ἀνάπαλιν ἔχειν τὰς γενέσεις ἐνταῦθα, τουτέστιν ἐπὶ τῶν τελικῶν (περὶ τούτων γὰρ ἔλεγε προσφάτως) καὶ ἐπὶ τῶν κατὰ κίνησιν αἰτίων, τουτέστι τῶν ποιητικῶν, γένεσιν ὀνομάζων τὴν κατὰ τὸν χρόνον τῶν αἰτίων τάξιν ὡς πρὸς τὸ αἰτιατόν. ὡς ἐπὶ τῶν γινομένων γὰρ τὸν λόγον ποιούμενος διὰ τοῦτο καὶ γένεσιν τὴν τοιαύτην τάξιν ὠνόμασε. φησὶν οὖν ὅτι ἀνάπαλιν αὕτη ἔν τε τοῖς τελικοῖς εὑρίσκεται καὶ τοῖς ποιητικοῖς ἔχουσα· τὰ γὰρ ποιητικὰ ὠνόμασε κατὰ κίνησιν αἴτια, ὡς οὕτως ὀνομασθέντα καὶ ἐξ ἀρχῆς ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως.
“但是在这里生成的次序相反。” 既然人类的理智通过认识来模仿宇宙的造物者——正如他在产生事物时,在它们的本质之上添加了随之而来的属性,仿佛赋予形式以完备的形相,并在它们之上铺展某种光华与光彩,以使它们绝不缺乏属于各自的最佳与最美之物;同样,我们在认识了事物的本质之后,也必须探究随之而来的属性,以便使我们对造物主的同化,或者说得相同一点,即我们的完满,得以作为单一的整体毫无缺失地实现;因为次等的事物若非通过对超越者的模仿与同化,便不可能在其他方式下达致完满——这完全相同的事情如今也在关于原因的论述中发生了。因为在知晓了原因有多少且是何种,并已经按种把握了它们各自之后,我们便必然要学习随它们而来的属性。这正是亚里士多德如今提议传授给我们的:首先是作因与目的因的区别,即这两者各自依据时间上的先后对于结果处于怎样的关系。于是他说,在这里生成的次序相反,也就是说,在目的因中(因为他刚才谈论的正是这些)与在依运动的原因即作因中相反;他把诸原因相对于结果的时间次序称为“生成”。因为他仿佛针对生成的事物展开论述,由于这一原因,他把这种次序也称为“生成”。因此他说,这种次序在目的因与作因中被发现是相反的;因为他把作因称为依运动的原因,正如最初它被命名为“运动的端绪由之而来者”一样。
"Ἐκεῖ μὲν γὰρ τὸ μέσον δεῖ γενέσθαι πρῶτον, ἐνταῦθα δὲ τὸ Γ τὸ ἔσχατον· τελευταῖον δὲ τὸ οὗ ἕνεκα." Ἐπὶ μὲν γὰρ τοῦ πρὸ τούτου, φησίν, αἰτίου, ὅπερ ἦν τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως (τοῦτο γὰρ δηλοῖ τὸ ἐκεῖ) δεῖ πρῶτον γενέσθαι τὸ μέσον καὶ αἴτιον, εἶθ’ οὕτως ἀκολουθῆσαι τὸ αἰτιατόν· ἐνταῦθα δὲ ἐπὶ τοῦ οὗ ἕνεκα τὸ ἔσχατον, ἤτοι ὁ ἐλάττων ὅρος, ὅπερ τὸ Γ ἐστι, πρῶτον γίνεται, εἶθ’ οὕτω τὸ οὗ ἕνεκα, ὃ τὸ μέσον ἐστίν, οἷον ὡς ἐπὶ τῶν εἰρημένων παραδειγμάτων. ἐκεῖ μὲν γὰρ πρῶτον γέγονε τὸ Ἀθηναίους εἰς Σάρδεις μετ’ Ἐρετριέων ἐμβαλεῖν,3 ὅπερ τὸ μέσον ἐστίν, εἶθ’ οὕτως αὐτοῖς ὁ Μηδικὸς ἐπηκολούθησε πόλεμος, ὅπερ τὸ ἔσχατον· ἐνταῦθα δὲ πρῶτον τὸ ἀπὸ δείπνου περιπατεῖν, ὅπερ τὸ Γ ἐστὶ τὸ ἔσχατον ἐν τῇ ἀποδείξει, εἶτα τὸ μὴ ἐπιπολάζειν τὰ σιτία πρὸς τῷ στόματι τῆς κοιλίας ἢ τὸ ὑγιαίνειν, ὅπερ τὸ μέσον ἐστὶν ὡς οὗ ἕνεκα.
“因为在那里中项必须最先生成,而在这里则是最后的项Γ,目的则是最后的。” 因为他说,在先于这个原因的原因中,即“运动的端绪由之而来者”(因为“在那里”正表明了这一点),中项即原因必须最先生成,然后结果才随之而来;而在这里,在目的因中,最后的项即小项(它是Γ)最先生成,然后才是目的(它是中项),正如在上述例子中所见的那样。因为在那里,雅典人与埃雷特里亚人一同入侵萨尔迪斯(这是中项)最先发生,然后波斯战争(这是最后的项)才降临到他们身上;而在这里,饭后散步(这是证明中最后的项Γ)最先发生,然后才是食物不在胃的贲门处浮泛或者健康(这是作为目的的中项)。
- 1.175ἀλληνάλλως τοὺς λόγους κατά τε τὰ στοιχεῖα καὶ τὰ πράγματα εἰληφότος ἐπήσθετο ἑαυτοῦ
知觉动词 ἐπαισθάνομαι 支配反身代词属格 ἑαυτοῦ 以及与其一致的属格分词 εἰληφότος 作为补足语从句(“发觉自己曾……选取”)。副词 ἀλληνάλλως(“反复变动地、各不相同地”)指在前文中字母项(Α、Β、Γ)与具体事物之间曾作出的两种不同配对与替换。
- 1.176ἀναγκαῖον ἔχομεν μαθεῖν
ἔχω + 中性宾格形容词 + 不定式的惯用结构,意为“我们把学习……视为必然之事”,即“我们必然要学习……”(等同于 ἀνάγκη ἐστὶν ἡμῖν μαθεῖν)。
- 1.177τὸ Ἀθηναίους εἰς Σάρδεις μετ’ Ἐρετριέων ἐμβαλεῖν
由中性单数定冠词 τό 引导的带定冠词的“宾格加不定式”结构,在分句中作为名词化的主语(“雅典人与埃雷特里亚人一同入侵萨尔迪斯这一事件”)。整个历史事件被作为一个单独的项(中项)来对待。
