← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§148.9-149.27

替换言明以澄清三段论与字母项的重配

厄斯特拉齐奥斯注解了亚里士多德关于替换言明或词项以澄清三段论结构的指示(94b21),并提出一种通过改变标点位置而将字母项(Α、Β、Γ)重新分配给散步、健康及苏格拉底等主体的备选解读。他进而解释了在推论转换中如何将四个论题投射到三个字母项上(94b19–20),以及食物不浮泛如何作为这种健康的定义性本质而归属于苏格拉底。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.172

" Δεῖ δὲ μεταλαμβάνειν τοὺς λόγους." Ἐπειδὴ ἀσαφῶς καὶ συγκεχυμένως τοὺς λόγους πεποίηται μὴ διελὼν ἰδίᾳ μὲν τὸν συλλογισμόν, ἰδίᾳ δὲ τὸν προσυλλογισμόν, ἀλλὰ μᾶλλον καὶ τὸν ἔσχατον ὅρον τοῦ συλλογισμοῦ καταλελοιπώς, ὡς δοκεῖν ὅσον ἐκ τῶν λεγομένων ἕνα καὶ ἁπλοῦν ὑπάρχειν τὸ ἅπαν συλλογισμόν, καὶ μηδαμῇ εἶναι δῆλον, ποῦ τὸ ὡς τέλος αἴτιον μέσον εἴληπται, διὰ τοῦτό φησι δέον εἶναι μεταλαβεῖν ἐπὶ τὸ σαφέστερον τὰ εἰρημένα διελόντας ἰδίᾳ, καὶ πρότερον μὲν τοὺς τρεῖς ὅρους τοῦ συλλογισμοῦ εἰληφότας, ἐν οἷς μέσον ἔσται τὸ τελικὸν αἴτιον, ἔπειτα καὶ τὸν προσυλλογισμὸν ἐκθεμένους.1 ἐντεῦθεν γὰρ ἂν μᾶλλον ἕκαστα φανερώτερα καὶ σαφέστερα γένοιτο, ὡς εἶναι γνώριμα πάντα, ἰδίᾳ μὲν τὰς προτάσεις τοῦ συλλογισμοῦ καὶ τὸ ἐκ τούτων συμπέρασμα, ἰδίᾳ δὲ τὰς τοῦ προσυλλογισμοῦ καὶ τὸ ταύταις ἐξ ἀνάγκης ἑπόμενον. ταῦτα δὲ ἤδη ἡμεῖς πεποιήκαμεν· δεῖ δὲ καὶ ἄλλως περὶ τούτων εἰπεῖν τὴν ἡμῶν αὐτῶν διάνοιαν ἐκπειράζοντας, εἰ δυνατόν ἐστι καὶ τρόπον ἕτερον τὴν τῶν προκειμένων ποιήσασθαι διασάφησιν. καὶ δὴ λέγομεν τί οὖν αἴτιον τῷ Γ τοῦ τὸ Α ὑπάρχειν τὸ οὗ ἕνεκα;2 τὸ Β τὸ μὴ ἐπιπολάζειν τὰ σιτία. ἐν μὲν τῇ προλαβούσῃ ἐπιβολῇ μέχρι τοῦ τὸ οὗ ἕνεκα στίζοντες τὸ ἑξῆς ὡς ἓν ἐπεφέρομεν. δυνατὸν δὲ καὶ εἰς τὸ ὑπάρχειν στίζειν, εἶτ’ ἐπιφέρειν ὡς ἓν τὸ ἑξῆς, ἵν’ ᾖ οὕτω λεγόμενον ‘τί οὖν αἴτιον τῷ Γ τοῦ τὸ Α ὑπάρχειν;’ μέχρι τούτου ἡ στιγμή, εἶτα τὸ ἑξῆς τὸ οὗ ἕνεκα τὸ Β τὸ μὴ ἐπιπολάζειν τὰ σιτία. καὶ οὕτω τὰ στοιχεῖα ἐντεῦθεν ἑτέρως καὶ οὐχ ὡς ἀνωτέρω ληφθήσεται· οὐ γὰρ ὃ ἐγένετο ἐκεῖ Γ τὸ ἀπὸ δείπνου περιπατεῖν, τοῦτο κἀνταῦθα φήσομεν, ἀλλὰ τὸ ὑποκείμενον ᾧ δεῖ τοῦ ὑγιαίνειν, οἷον εἰ τύχῃ Σωκράτην ἢ ἄλλον ὁντινοῦν. ὁμοίως καὶ Α οὐχ ὃ ἐλέγομεν ἀνωτέρω τὸ ὑγιαίνειν, ἀλλὰ τὸ ἀπὸ δείπνου περιπατεῖν. τί οὖν αἴτιον τῷ Σωκράτει, ὅς ἐστιν ἐφ’ ᾧ Γ, τοῦ ὑπάρχειν αὐτῷ τὸ Α τὸ ἀπὸ δείπνου περιπατεῖν; τὸ οὗ ἕνεκα, ὅπερ ἐστὶ τὸ Β τὸ μὴ ἐπιπολάζειν τὰ σιτία. ἄλλως γὰρ οὐκ ἐνδέχεται οὗ ἕνεκα εἶναι τὸ μὴ ἐπιπολάζειν, εἰ μὴ οὕτω ληφθείη· οὐ γὰρ ἕνεκα τοῦ μὴ ἐπιπολάζειν ὑγιαίνει ὁ ἀπὸ δείπνου περιπατῶν, ἀλλ’ ἕνεκα τοῦ μὴ ἐπιπολάζειν περιπατεῖ ἀπὸ δείπνου ὁ τοῦτο ποιῶν.

“但是必须替换这些言明。” 由于他所作的表述含混而不清,没有把三段论单独分开、把前提推论单独分开,甚至反而遗漏了三段论的最后一个项,以至于仅就所说的话来看,整个论证似乎是一个单一的三段论,并且完全不清楚作为目的的原因究竟在何处被作为中项选取;因此他说,必须通过把各项单独区分开来,将所说的话替换为更加明晰的形式,即首先选取目的因为中项的三段论的三项,然后再陈述前提推论。因为这样一来,各项事物就会更加显著和明晰,从而使一切都为人所知:单独知晓三段论的前提及其结论,单独知晓前提推论的前提及其必然随之而来的结论。而这些我们此前已经做过了;但是我们也必须以另一种方式论述这些,检验我们自己的思考,看看是否可能以另一种方式对眼前的问题进行阐明。于是我们说:“那么,对于Γ而言,Α即‘为了什么’属于它的原因是什么呢?Β,即食物不浮泛。”在先前的解读中,我们在“为了什么”处加标点,并把接下来的文句作为一整个单位引出。然而也可以在“属于”处加标点,然后把接下来的文句作为一整个单位引出,以便被这样读作:“那么,对于Γ而言,Α属于它的原因是什么呢?”标点止于此处;然后接下来的文句是:“目的,即Β食物不浮泛。”这样一来,字母项从这里起将以不同于上面的另一种方式被选取;因为我们在这里所说的Γ,将不再是上面所确定的饭后散步,而是需要健康的主体,例如倘若是苏格拉底或任何其他随便什么人。同样,Α也不再是我们上面所说的健康,而是饭后散步。那么,对于作为Γ所在的苏格拉底而言,Α即饭后散步属于他的原因是什么呢?就是目的,即Β食物不浮泛。因为若不这样选取,不浮泛就绝不可能成为目的;因为饭后散步的人绝不是为了不浮泛而健康,而是做这事的人为了不浮泛而饭后散步。

§1.173

"Τοῦτο δέ ἐστιν ὥσπερ ἐκείνου λόγος· τὸ γὰρ Α οὕτως ἀποδοθήσεται." Πάλιν τὸ Α τὴν ὑγείαν ὡς ἀνωτέρω τίθησιν. τεσσάρων γὰρ ὄντων πραγμάτων, τοῦ τινὸς ὑποκειμένου, τοῦ περιπατεῖν ἀπὸ δείπνου, τοῦ μὴ ἐπιπολάζειν τὰ σιτία, τῆς ὑγείας, ἅτε καὶ δύο λαμβανομένων συλλογισμῶν οὐχὶ καὶ στοιχεῖα λαμβάνει τέσσαρα, ἀλλὰ τρία μόνα τὸ Α τὸ Β τὸ Γ. ἐξ ἀνάγκης οὖν ἀπὸ ἑτέρου πράγματος μεταβαίνων εἰς ἕτερον καὶ τὰ στοιχεῖα μετατίθησιν. ὥσπερ οὖν τινὸς εἰπόντος ὅτι ‘οὐχὶ τὸ μὴ ἐπιπολάζειν ἔλεγες πρότερον μέσον ὡς οὗ ἕνεκα, ἀλλὰ τὴν ὑγείαν· πῶς οὖν ἀρτίως τὸ μὴ ἐπιπολάζειν οὗ ἕνεκα φῄς’; ὅτι, φησί, τοῦτό ἐστιν ὥσπερ τις ὁρισμὸς τῆς ὑγείας, ὡς εἶναι ταὐτὸν ὑγείαν εἰπεῖν καὶ τὸ μὴ ἐπιπολάζειν τὰ σιτία πρὸς τῷ στόματι τῆς κοιλίας. πῶς δὲ τοῦτό ἐστιν, εἴρηται πρότερον.

“而这仿佛是那一项的定义;因为Α将以这种方式被给出。” 他又像上面那样把Α设为健康。因为虽然存在四件事物——某个主体、饭后散步、食物不浮泛、健康——并且选取了两个三段论,但他并没有同样选取四个字母项,而仅仅选取了三个:Α、Β、Γ。因此,在从一件事物过渡到另一件事物时,他必然也调换了字母项。这仿佛是有人说:“你先前不是把不浮泛称作作为目的的中项,而是把健康称作目的;那么你刚才怎么又说不浮泛是目的呢?”他说,因为这仿佛是健康的某种定义,以至于说健康与说食物不在胃的贲门处浮泛是同一回事。至于这如何成立,前面已经说过了。

§1.174

"Διὰ τί δὲ τὸ Β τῷ Γ ἐστίν; ὅτι τοῦτ’ ἔστι τὸ ὑγιαίνειν, τὸ οὕτως ἔχειν." Τὸ Β πάλιν ἐνταυθοῖ, ὡς καὶ ἀνωτέρω, τὸ μὴ ἐπιπολάζειν φησί, τὸ δὲ Γ τὸν Σωκράτην ἢ ἄλλον ὁντινοῦν. λέγει τοίνυν ὅτι ἐπεὶ τὴν ὑγείαν μέσον ἐλάβομεν ὡς οὗ ἕνεκα κατὰ τοῦ Σωκράτους κατηγορούμενον τοῦ ἐλάττονος, πόθεν ἕξει τὸ μὴ ἐπιπολάζειν τὰ σιτία πρὸς τῷ στόματι τῆς γαστρὸς τὸ κατὰ τοῦ Σωκράτους κατηγορεῖσθαι·3 τοῦτο γὰρ δηλοῖ τὸ διὰ τί τὸ Β τῷ Γ ἐστί; διὰ τί; φησίν· ὅτι τοῦτ’ ἔστι τὸ ὑγιαίνειν, τὸ οὕτως ἔχειν. τοῦτο γὰρ ὁ λόγος ὁ τοῦ τί ἦν εἶναι τοῦ οὕτως ὑγιαίνειν ἐστί. τῷ μὲν γὰρ γένει καὶ ὑγεία ἐστὶ τὸ οὕτως ἔχειν καὶ διάθεσις κατὰ φύσιν ἐνεργείας οἰστική, εἰδικῶς δὲ τίς τε ὑγεία καὶ μὴ ἐπιπολάζειν τὰ σιτία πρὸς τῷ στόματι τῆς γαστρός.

“而为什么Β属于Γ呢?因为健康就是这样:处于这种状态。” 他在这里再次像上面一样把Β说成不浮泛,而把Γ说成苏格拉底或任何其他随便什么人。因此他说,既然我们把健康作为目的的中项、用来述说作为小项的苏格拉底,那么食物不在胃的贲门处浮泛凭什么能被用来述说苏格拉底呢?因为“为什么Β属于Γ?”正表明了这一点。“为什么呢?”他说:“因为健康就是这样:处于这种状态。”因为这就是如此这般的健康的本质的定义。因为在属上,健康既是处于这种状态,也是产生合乎自然的活动的状态;但在种上,它是一种特定的健康,即食物不在胃的贲门处浮泛。

语法注3 条
  1. 1.172ἐκθεμένους

    阳性宾格复数分词 ἐκθεμένους 与前面的 διελόντας 及 εἰληφότας 并列,作为不定式短语 μεταλαβεῖν 的逻辑主语(指代解释者/读者)。

  2. 1.172τὸ οὗ ἕνεκα

    在前一种解读(§1.168)中,该短语作为同位语修饰Α(“属于它的、作为目的的Α”);而在此处,厄斯特拉齐奥斯将标点移至 ὑπάρχειν 之后,从而将 τὸ οὗ ἕνεκα 视作后半句的主语或表语(“目的即Β,亦即……”)。

  3. 1.174πόθεν ἕξει τὸ μὴ ἐπιπολάζειν τὰ σιτία πρὸς τῷ στόματι τῆς γαστρὸς τὸ κατὰ τοῦ Σωκράτους κατηγορεῖσθαι

    冠词+不定式短语 τὸ κατὰ τοῦ Σωκράτους κατηγορεῖσθαι(“被用来述说苏格拉底”)作为 ἕξει 的直接宾语,而冠词短语 τὸ μὴ ἐπιπολάζειν τὰ σιτία... 则作为其主格主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:148.9-149.27