- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:146.23-148.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥解释了食物不浮泛(Β)如何作为饭后散步(Γ)具备健康(Α)的中间原因被引入,并充当健康的本质定义,进而辩护了二者之间相互证明的合理性。
" Τί οὖν αἴτιον τῷ Γ τοῦ τὸ Α ὑπάρχειν τὸ οὗ ἕνεκα;1" Οὐκ ἀμέσως, φησί, τῷ περιπατεῖν ἀπὸ δείπνου, ὅπερ τὸ Γ ἐστί, τὸ ὑγιαίνειν ὑπάρχει, ὅπερ Α λαμβάνεται καὶ τέλος ἐστὶ καὶ οὗ ἕνεκα τῆς ἀπὸ δείπνου περιπατήσεως, ἀλλ’ ἔχει τι αἴτιον μεταξύ, δι’ ὃ ὑπάρχει αὐτῷ. τί οὖν ἐστι τοῦτο; τὸ Β, ὅπερ ἐστὶ τὸ μὴ ἐπιπολάζειν τὰ σιτία πρὸς τῷ στόματι τῆς κοιλίας. διὰ τί γὰρ ὑγιεινὸν τὸ ἀπὸ δείπνου περιπατεῖν εἴ τις ἔροιτο, διὰ τὸ ποιεῖν μὴ ἐπιπολάζειν τὰ σιτία πρὸς τῷ στόματι τῆς κοιλίας ἀποκρινούμεθα. δεῖ δὲ κατὰ ταύτην τὴν ἐπιβολὴν στίζειν εἰς τὸ οὗ ἕνεκα, εἶτα ἐπάγειν τὸ ἑξῆς.
“那么,对于Γ而言,作为目的的Α属于它的原因是什么呢?” 他说,健康(它被取为Α,并且是饭后散步的目的和为了什么)并非直接属于饭后散步(即Γ),而是具有某个中间的原因,通过它健康才属于散步。那么这是什么呢?就是Β,即食物不在胃的贲门处浮泛。因为如果有人问为什么饭后散步是有益健康的,我们将回答:因为这使得食物不在胃的贲门处浮泛。按照这种解读,必须在“为了什么”处加标点,然后引出接下来的文句。
"Τοῦτο δ’ ἐστὶν ὥσπερ ἐκείνου λόγος· τὸ γὰρ Α οὕτως ἀποδοθήσεται." Τὸ μὲν ὑγιαίνειν ὡς τελικὸν αἴτιον ἀποδέδοται τοῦ ἀπὸ δείπνου περιπατεῖν. τὸ δὲ μὴ ἐπιπολάζειν μέσον ληφθὲν τοῦ ὑγιαίνειν καὶ τοῦ περιπατεῖν ἀπὸ δείπνου κατὰ ποῖον γένος τῶν αἰτίων ἀποδίδοται; λέγει δὴ ὅτι κατὰ τὸ εἶδος καὶ τὸ τί ἦν εἶναι. ὥσπερ γάρ τις λόγος ἐστὶ τοῦ ὑγιαίνειν τὸ μὴ ἐπιπολάζειν τὰ σιτία πρὸς τῷ στόματι τῆς κοιλίας· εἰ γὰρ καὶ μὴ καθόλου τῆς ὑγείας οὗτος ὁ λόγος, ἀλλά γε ταύτης τῆς ὑγείας, ἣν δεῖ ἔχειν τὸ σῶμα ἐν τῷ τροφῆς μετασχεῖν, ἔσται οὗτος ὁ λόγος. ὥσπερ γὰρ διάθεσις παρὰ φύσιν, αἴσθησιν βλακὸς ἐνεργείας παρέχουσα ἐκ τοῦ ἀπεπτεῖσθαι τὰ βεβρωμένα καὶ ἄλλα τινὰ παρακολουθεῖν, οἷον ἐρυγὰς δυσώδεις ὀξώδεις κνισσώδεις, φυσήσεις, στενοχωρίας ἀναπνοῆς, τῶν τοιούτων τὸ ἐπιπολάζειν, οὕτω τὸ μὴ ἐπιπολάζειν διάθεσις κατὰ φύσιν, αἴσθησιν κατορθώσεως ἐνεργείας παρέχουσα ἐκ τοῦ μηδὲν τῶν προειρημένων γίνεσθαι, ἀλλὰ κατὰ φύσιν πάντα.
“而这仿佛是那一项的定义;因为Α将以这种方式被给出。” 健康已被作为饭后散步的目的因给出。但是,作为健康与饭后散步之间的中项而选取的“不浮泛”,是按照哪一种原因的属被给出的呢?于是他说,是按照形式和“原本所是”给出的。因为食物不在胃的贲门处浮泛,仿佛是健康的一种定义;因为即使这并非普遍意义上的健康的定义,但对于身体在摄取食物时所应当具有的这种特定的健康而言,这构成了其定义。因为,正如这类事物的浮泛是一种反自然的状态,由于进食之物未被消化并伴随着诸如恶臭、酸腐或焦油味的嗳气、胀气、呼吸短促等其他症状,从而产生迟钝活动的知觉;同样,不浮泛是一种顺应自然的状态,由于前述症状全无发生、一切皆依自然进行,从而产生顺畅活动的知觉。
"Τὸ γὰρ Α οὕτως ἀποδοθήσεται." Τουτέστιν ἐνδέχεται ταύτην τὴν ὑγείαν οὕτως ὁρισθῆναι, ὡς σημαίνειν ταὐτὸν τῷ ὀνόματι ταύτης τῆς ὑγείας καὶ τὸν ῥηθέντα λόγον. ‘τί ἐστιν ἡ κατὰ τὴν τροφὴν ὑγεία τοῦ τρεφομένου; τὸ μὴ ἐπιπολάζειν τὰ σιτία πρὸς τῷ στόματι τῆς κοιλίας’. ἐροῦμεν δὲ καὶ ἑτέρως.
“因为Α将以这种方式被给出。” 也就是说,这种健康完全可以被如此定义,以至于这种健康的名称与所述的定义表达同一事物:“受滋养者就食物而言的健康是什么?就是食物不在胃的贲门处浮泛。”不过我们也将作另一种说明。
"Τὸ γὰρ Α οὕτως ἀποδοθήσεται· διὰ τί δὲ τὸ Β τῷ Γ ἐστίν; ὅτι τοῦτ’ ἐστὶ τὸ ὑγιαίνειν, τὸ οὕτως ἔχειν." Κατασκευάζει, πῶς λόγος τοῦ ὑγιαίνειν τὸ μὴ ἐπιπολάζειν ἐστί, καὶ φησὶ τὸ γὰρ Α οὕτως ἀποδοθήσεται. ἐρωτήσαντος γάρ τινος ὅτι τὸ δὲ Β, ἤτοι τὸ 〈μὴ〉 ἐπιπολάζειν διὰ τί ὑπάρχει τῷ Γ τῷ ἀπὸ δείπνου περιπατεῖν, τοῦτο πρὸς τὴν ἐρώτησιν ἀποδώσομεν, ὅτι τοῦτ’ ἐστὶ τὸ ὑγιαίνειν, τὸ οὕτως ἔχειν ὥστε μὴ ἐπιπολάζειν τὰ σιτία πρὸς τῷ στόματι τῆς κοιλίας. ἔτι δὲ ἀσαφὲς τὸ λεγόμενόν ἐστι· δεῖ δὲ τοῦτο εἰπεῖν σαφέστερον. δυνάμει τοῦτο λέγει ὅτι ἀπεδόθη μὲν αἴτιον τῷ Γ τῷ ἀπὸ δείπνου περιπατεῖν τοῦ Α τοῦ ὑγιαίνειν τὸ μὴ ἐπιπολάζειν, ὅπερ ἦν τὸ Β, ὡς λόγος καὶ τί ἐστι· ἀποδοθήσεται δ’ αὖθις αἴτιον τοῦ μὴ ἐπιπολάζειν τῷ περιπατεῖν τὸ ὑγιαίνειν. ‘τί γὰρ χρεία τοῦ μὴ ἐπιπολάζειν τὰ σιτία τῷ περιπατοῦντι ἀπὸ δείπνου’ ἐρωτήσαντός τινος ἐροῦμεν ὅτι ὅπως ὑγιαίνῃ. καὶ ἐπεὶ δι’ ἀλλήλων ἔοικε δείκνυσθαι τὸ ὑγιαίνειν διὰ τοῦ μὴ ἐπιπολάζειν, καὶ ἀνάπαλιν τὸ μὴ ἐπιπολάζειν διὰ τοῦ ὑγιαίνειν, φησὶν ὅτι οὐδὲν ἄτοπον. τοῦτο γάρ ἐστι τὸ ὑγιαίνειν, τὸ οὕτως ἔχειν, ἤγουν λόγος τοῦ ὑγιαίνειν τὸ μὴ ἐπιπολάζειν ἐστίν· ὡς ἀντιστρέφειν πρὸς ἄλληλα. ἐφ’ ὧν οὐδὲν ἄτοπον τὸ δι’ ἀλλήλων δείκνυσθαι· διὰ γὰρ τῆς ἀντιφράξεως ἡ ἔκλειψις δείκνυται καὶ διὰ τῆς ἐκλείψεως ἡ ἀντίφραξις· καὶ διὰ τῆς ἀποσβέσεως τοῦ πυρὸς ἐν τοῖς νέφεσιν ἡ βροντή, καὶ ἀνάπαλιν, εἰ καὶ τὰ μὲν κατὰ πρῶτα μέτρα, τὰ δὲ κατὰ δεύτερα ἀποδείξεις εἰσί.2
“因为Α将以这种方式被给出;而为什么Β属于Γ呢?因为健康就是这样:处于这种状态。” 他论证了不浮泛如何是健康的定义,并说“因为Α将以这种方式被给出”。因为如果有人问“那么Β,即不浮泛,为何属于Γ即饭后散步呢?”,我们将对这一提问回答说:因为健康就是这样,即处于使食物不在胃的贲门处浮泛的这种状态。然而所说的话仍然晦涩;必须把它说得更加清楚。他在实质上是在说:作为定义和“是什么”的Β(即不浮泛),被作为Α(健康)的原因赋予了Γ(饭后散步);但反过来,健康又将被作为散步具有不浮泛的原因而给出。因为若有人问“对于饭后散步的人来说,食物不浮泛有什么用?”,我们将回答说“为了让他健康”。并且,既然健康通过不浮泛被证明,反过来不浮泛又通过健康被证明,二者似乎是通过彼此相互证明的,他就说这并无荒谬之处。因为“健康就是这样:处于这种状态”,也就是不浮泛乃是健康的定义;以至于它们能够彼此换位。对于这类事物而言,通过彼此相互证明绝非荒谬;因为月食是通过遮蔽被证明的,遮蔽也是通过月食被证明的;雷是通过云中火的熄灭被证明的,反之亦然,即使前者是按照第一尺度的证明,而后者是按照第二尺度的证明。
- 1.168Τί οὖν αἴτιον τῷ Γ τοῦ τὸ Α ὑπάρχειν τὸ οὗ ἕνεκα;
在亚里士多德的引文中,τὸ οὗ ἕνεκα(为了什么/目的)是属格短语 τοῦ τὸ Α ὑπάρχειν(Α属于[Γ])内部与 τὸ Α 同位的成分(即“作为目的的Α属于Γ的原因是什么”)。厄斯特拉齐奥在注文中指出“应在 τὸ οὗ ἕνεκα 处加标点”,是对读者断句以理清该疑问句与后续文句边界的指引。
- 1.171εἰ καὶ τὰ μὲν κατὰ πρῶτα μέτρα, τὰ δὲ κατὰ δεύτερα ἀποδείξεις εἰσί
在让步从句 εἰ καὶ ... εἰσί 中,前置词短语 κατὰ πρῶτα μέτρα / κατὰ δεύτερα 表达论证的等级或尺度(区分基于本质原因的原初证明与基于后继征象的次级证明)。在上下文中,由定义/原因推导结果属于“第一尺度”,由结果反推原因则属于“第二尺度”。
