- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:145.5-146.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥将亚里士多德关于散步求健康以及房屋保护器具的例证重构为三段论,论述了“为何”与“为了什么”这两个问题的等价性,并指出亚里士多德分配字母(Α、Β、Γ)的项次安排实际上属于确立前提的预备三段论,而非本论的目的因推论。
" Οἷον διὰ τί περιπατεῖ; ὅπως ὑγιαίνῃ." Οὕτω γὰρ τὸ μὲν ὑγιαίνειν τὸ μέσον, τὸ περιπατεῖν δὲ τὸ μεῖζον ἄκρον· δεῖ δὲ τούτῳ συνεξακούεσθαι τὸ ἔλαττον,1 ὅπερ ἐστὶν ὁ ἐν τῷ συμπεράσματι ὑποκείμενος, τυχὸν Σωκράτης ἢ ὁ δεῖνα. ‘τῷ Σωκράτει δεῖ τοῦ ὑγιαίνειν· ᾧ δεῖ τοῦ ὑγιαίνειν, δεῖ τοῦτον ἀπὸ δείπνου περιπατεῖν· τὸν Σωκράτην ἄρα δεῖ ἀπὸ δείπνου περιπατεῖν.’
“例如:为何散步?为了健康。” 因为以这种方式[来理解],健康就是中项,散步则是大极端项;而小项必须与这些一并被领会,它就是结论中的主词,比如苏格拉底或某人。“苏格拉底需要健康;需要健康的人必须饭后散步;所以苏格拉底必须饭后散步。”
" Διὰ τί οἰκία ἐστίν; ὅπως σῴζηται τὰ σκεύη." Τὰ μὲν σκεύη ὁ ἐλάττων, τὸ σῴζεσθαι μέσος, μείζων ἡ οἰκία. ‘τοῖς σκεύεσι δεῖ σωτηρίας· οἷς δεῖ σωτηρίας, τούτοις δεῖ σκέπης. τοῖς σκεύεσιν ἄρα δεῖ σκέπης, ὅπερ ἐστὶν ἡ οἰκία.’
“为何有房屋?为了使器具得以保存。” 器具是小项,得以保存是中项,房屋是大项。“器具需要保存;需要保存的事物需要遮蔽;所以器具需要遮蔽,遮蔽也就是房屋。”
" Τὸ μὲν ἕνεκα τοῦ ὑγιαίνειν, τὸ δ’ ἕνεκα τοῦ σώζεσθαι." Τοῦτο παραστατικόν ἐστι τοῦ ἀμφοτέρων εἶναι τελικὰ τὰ εἰλημμένα μέσα καὶ αἴτια· τοῦ μὲν γὰρ περιπατεῖν ἀπὸ δείπνου τὸ ὑγιαίνειν οὗ ἕνεκα καὶ τέλος, τῆς δὲ οἰκίας ἡ σωτηρία.
“一者是为了健康,另一者是为了得以保存。” 这表明在两种情况下所选取的中项和原因都是目的因;因为对于饭后散步而言,健康是为了什么和目的,而对于房屋而言则是保存。
"Διὰ τί δὲ ἀπὸ δείπνου δεῖ περιπατεῖν;" Ἐπειδὴ τὸ οὗ ἕνεκα παραστῆσαι προθέμενος οὐχ οὕτως ἐπὶ λέξεως ἐν τοῖς παραδείγμασιν εἴρηκεν, ἀλλὰ διὰ τί, διὰ τοῦτο προστίθησι νῦν ὅτι οὐδὲν διαφέρει τίνος ἕνεκα εἰπεῖν τὴν αἰτίαν ζητοῦντας2 ἐπὶ τῶν τοιούτων καὶ διὰ τί. εἴτε γὰρ διὰ τί ἔροιτό τις ἀπὸ δείπνου Σωκράτης περιπατεῖ εἴτε τίνος ἕνεκα, τὸ ὑγιαίνειν οἰκείως ἀποδοθήσεται· τὸ γὰρ διὰ τί κοινὴ ζήτησις ἐπὶ πάντων τῶν αἰτίων ἐστίν.
“但为何必须饭后散步?” 由于他虽然意图展示为了什么,却在诸例证中并未照字面如此表述,而是说了“为何”,为此他现在补充道,在诸如此类的场合中,对于探求原因的人来说,说“为了什么”与说“为何”并无任何区别。因为无论有人问“苏格拉底为何饭后散步”还是问“为了什么”,适当地作答的都将是“健康”;因为“为何”是对所有原因共通的探求。
"Περίπατος ἀπὸ δείπνου Γ, τὸ μὴ ἐπιπολάζειν." Πλατύτερον ἔτι βούλεται εἰπεῖν τὸ αὐτό. λαμβάνει δὴ ἔλαττον μὲν ἄκρον, ὅπερ Γ φησί, τὸν ἀπὸ δείπνου περίπατον, μέσον ὃ Β λέγει, τὸ μὴ ἐπιπολάζειν τὰ σιτία, καὶ μεῖζον τὸ Α τὸ ὑγιαίνειν.
“饭后散步为Γ,不浮泛为[Β]。” 他希望把同一件事情讲得更充分。于是他将饭后散步作为小极端项选取,即他所说的Γ;将食物不浮泛作为中项,即他所称的Β;将健康作为大项,即Α。
"Ἔστω δὴ τῷ ἀπὸ δείπνου περιπατεῖν ὑπάρχον τὸ ποιεῖν μὴ ἐπιπολάζειν τὰ σιτία ἐν τῷ στόματι τῆς κοιλίας, καὶ τοῦτο ὑγιεινόν. δοκεῖ γάρ." Κατηγορείσθω δή, φησί, τὸ ποιεῖν μὴ ἐπιπολάζειν τὰ σιτία, ὅπερ ἐστὶ τὸ μέσον, τοῦ ἐλάττονος τοῦ ἀπὸ δείπνου περιπατεῖν, τούτου δὲ τὸ ὑγιεινόν. δοκεῖ γάρ, φησί, τουτέστιν ὁμολογεῖται ὅτι ὑγιεινόν ἐστι τὸ μὴ ἐπιπολάζειν τὰ σιτία πρὸς τῷ στόματι τῆς κοιλίας.
“那么,假定使食物不在胃的贲门处浮泛属于饭后散步,并且这是有益健康的。因为人们正是这样认为的。” 他说,让作为中项的“使食物不浮泛”述说小项“饭后散步”,而让“有益健康的”述说它。因为他说“因为人们正是这样认为的”,也就是说,食物不在胃的贲门处浮泛是有益健康的,这一点是公认的。
"Ὑπάρχει δὴ τῷ περιπατεῖν τῷ Γ τὸ Β τὸ μὴ ἐπιπολάζειν τὰ σιτία, τούτῳ δὲ τὸ Α τὸ ὑγιεινόν." Ἐπειδὴ προσεχῶς ἄνευ τῶν στοιχείων ταῦτα ἐξέθετο, πάλιν ἔτι μετὰ τῶν στοιχείων ἐκτίθεται, διὰ τῆς τῶν στοιχείων λήψεως ἑκάστῳ τὴν οἰκείαν χώραν ἀποδιδούς, ὡς εἶναι τὸ πρὸς τῷ Γ ἐλάσσω, τὸ πρὸς τῷ Β μέσον, τὸ πρὸς τῷ Α μείζω. δοκεῖ δὲ ταῦτα πάντα τοῦ προσυλλογισμοῦ εἶναι· οὐ γὰρ ἐν τούτοις τὸ οὗ ἕνεκα μέσον τέθειται, ὃ προέκειτο. ὥσθ’ ὁπότε ἔλεγε ‘διὰ τί περιπατεῖ; ὅπως ὑγιαίνῃ’, τότε τὸ οὗ ἕνεκα μέσον ἐλάμβανε, καὶ ἦν ὁ συλλογισμὸς οὕτως, ὡς καὶ πρότερον εἴπομεν ‘τῷ δεῖνι δεῖ τοῦ ὑγιαίνειν· ᾧ δεῖ τοῦ ὑγιαίνειν, τοῦτον δεῖ ἀπὸ δείπνου περιπατεῖν· τὸν δεῖνα ἄρα δεῖ ἀπὸ δείπνου περιπατεῖν’. πόθεν δὲ ὅτι ᾧ δεῖ ὑγιαίνειν, τοῦτον δεῖ ἀπὸ δείπνου περιπατεῖν; ἐνταῦθα ὁ προσυλλογισμός. ‘ᾧ δεῖ ὑγιαίνειν, δεῖ μὴ ἐπιπολάζειν τὰ σιτία πρὸς τῷ στόματι τῆς κοιλίας. ᾧ δεῖ τούτου, τοῦτον χρὴ ἀπὸ δείπνου περιπατεῖν.’ οὗτος δὲ ἀνάπαλιν εἴληφε τοὺς ὅρους,3 ὃ μᾶλλον πεποίηκε τὴν ἀσάφειαν.
“于是,在散步即Γ中存在着食物不浮泛即Β,而在此之中又存在着有益健康的即Α。” 由于他刚刚在没有字母的情况下展现了这些,现在又结合字母再次展现,通过选取字母为每一项分配恰当的位置,使得在Γ处的是小项,在Β处的是中项,在Α处的是大项。但这所有的一切似乎都属于预备三段论;因为在这些之中,作为原来论题的“为了什么”并没有被置为中项。因此,当他说“为何散步?为了健康”时,在那时他是将为了什么作为中项选取的,而正如我们先前所说,三段论是这样的:“某人需要健康;需要健康的人必须饭后散步;所以某人必须饭后散步。”但凭什么说需要健康的人必须饭后散步呢?这里就是预备三段论:“需要健康的人必须使食物不在胃的贲门处浮泛;需要这一条的人必须饭后散步。”但他[亚里士多德]却反向选取了这些项,这反而造成了更大的晦涩。
- 1.161δεῖ δὲ τούτῳ συνεξακούεσθαι τὸ ἔλαττον
无人称动词 δεῖ 支配与格 τούτῳ 以及带不定式的宾格结构(主语为 τὸ ἔλαττον,不定式为被动态 συνεξακούεσθαι)。中性单数与格 τούτῳ 统指前文提及的两个项(中项“健康”与大项“散步”),表示“与这些一并”。
- 1.164τὴν αἰτίαν ζητοῦντας
阳性复数宾格现在分词 ζητοῦντας 作为不定式 εἰπεῖν 的逻辑主语(宾格),补充了泛指的行为主体(“对于探求[原因]的人们来说”),构成“对于探求原因的人来说,说……并无区别”的句式。
- 1.167οὗτος δὲ ἀνάπαλιν εἴληφε τοὺς ὅρους
指示代词 οὗτος 根据注文的语境及前文对亚里士多德原文的讨论,指代亚里士多德本人作主语(“但他[亚里士多德]却反向选取了这些项”)。随后出现的关系代词 ὅ 为中性单数,以前文“反向取项”这整个命题事件为先行词。
