← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§143.24-145.4

目的因充当中项与证明中的三段论构建

厄斯特拉齐奥斯对亚里士多德《后分析篇》94b8进行注解,通过饭后散步求健康以及建造房屋的例子,探讨目的因如何在证明中充当中项。他针对目的(健康)在最初表述中未作中项而是成了大项的疑难进行了分析,通过重排诸项或引入确立形式因的预备三段论加以解决,并指出原文词句中的省略结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.159

" Ὅσων δὲ αἴτιον τὸ ἕνεκά τινος.1" Ῥητέον ἤδη καὶ περὶ τοῦ τελικοῦ, πῶς καὶ αὐτὸ μέσον ἐν ἀποδείξει λαμβανόμενον ὁμοίως τοῖς ἄλλοις ἐκ τῆς ἀποδείξεως ἀναφαίνεται. διὰ τί γὰρ τόδε τῷδέ ἐστιν ἀποδιδόντες, ἐὰν οὗ ἕνεκα ἀποδώσομεν, τὸ τέλος ἀποδώσομεν. οἷον διὰ τί ὁ δεῖνα ἀπὸ τοῦ δείπνου περιπατεῖ; ὅπως ὑγιαίνῃ. τοῦτο τέλος ἐστὶ καὶ οὗ ἕνεκα· ἕνεκα γὰρ τοῦ ὑγιαίνειν περιπατεῖ, καὶ τέλος τὸ ὑγιαίνειν τοῦ περιπάτου ἐστίν. ‘ὁ δεῖνα ἀπὸ τοῦ δείπνου περιπατεῖ· ὁ περιπατῶν ἀπὸ τοῦ δείπνου ὑγιαίνει· ὁ δεῖνα ἄρα ὑγιαίνει. πάλιν διὰ τί ἐστιν οἰκία; ὅπως οἱ οἰκοῦντες αὐτὴν τὰς ἐκ τῆς δυσκρασίας τοῦ περιέχοντος βλάβας ἐκκλίνωσιν, ἢ ὅπως τὰ σκεύη σῴζωνται. ἕνεκα γὰρ καὶ τοῦτο τοῦ μὴ βλάπτεσθαι ἐκ τοῦ περιέχοντος καὶ τοῦ τὰ σκεύη σῴζεσθαι. τὸ γὰρ λέγειν ὅτι διὰ τί περιπατεῖ ἀπὸ τοῦ δείπνου καὶ ἕνεκα τίνος δεῖ περιπατεῖν οὐδὲν κατὰ διάνοιαν διαφέρετον, εἰ καὶ τῇ λέξει διενηνόχατον.2 ἔστι δὲ τοιοῦτον ὃ λέγομεν· μετὰ τὴν τροφὴν μηδ’ ὁπωσοῦν κινουμένου τοῦ βεβρωκότος συμβαίνει ἐπιπολάζειν ἐπὶ τοῦ στόματος τῆς γαστρὸς τὰ σιτία, κἀντεῦθεν μὴ τὴν προσήκουσαν ἀλλοίωσιν δεχόμενα φθείρεσθαί τε καὶ σήπεσθαι, κἀντεῦθεν παρὰ φύσιν διατιθέναι τὸν σιτησάμενον. μετρίως δὲ βαδίσαντος αὐτοῦ, καὶ μᾶλλον ἐν τόπῳ κατάντη τὴν διάθεσιν ἔχοντι, ἐν τῷ κύτει τῆς γαστρὸς ἐκ τοῦ στόματος αὐτῆς χαλῶνται τὰ σιτία, καὶ ὑπ’ αὐτῆς κατεργαζόμενα γενναιότερον τῷ μετασχόντι σώματι τρόφιμα γίνονται. ἐλάττων δὴ ὅρος τὸ ἀπὸ δείπνου περιπατεῖν, ὅπερ ἐστὶ τὸ Γ, Β μέσος τὸ μὴ ἐπιπολάζειν τὰ σιτία, Α μείζων τὸ ὑγιαίνειν. ‘τὸ περιπατεῖν ἀπὸ δείπνου ποιεῖ μὴ ἐπιπολάζειν τὰ σιτία· τὸ ποιοῦν μὴ ἐπιπολάζειν τὰ σιτία ὑγιεινόν· τὸ περιπατεῖν ἄρα ἀπὸ δείπνου ὑγιεινόν’. ἢ οὐκ ἀκολούθως τῷ προκειμένῳ ἡ τοῦ συλλογισμοῦ γεγένηται ἔκθεσις.3 τὸ γὰρ τέλος ἡ ὑγεία, καὶ ταύτην ἔδει μέσον ὅρον τεθῆναι· νῦν δὲ μείζων μὲν αὕτη, τὸ δὲ μὴ ἐπιπολάζειν τὰ σιτία μέσος τέτακται. ἢ οὖν τοὺς ὅρους δεῖ μεταθεῖναι ἢ ἕτερον θέσθαι λόγον, ἐν ᾧ μέσον τὸ ὡς οὗ ἕνεκα τετάξεται αἴτιον, ἢ εἰ ἐγχωρεῖ, καὶ ἀμφότερα. ‘τῷ δεῖνι χρεία τοῦ ὑγιαίνειν· ᾧ χρεία τοῦ ὑγιαίνειν, τοῦτον δεῖ ἀπὸ δείπνου περιπατεῖν· τὸν δεῖνα ἄρα δεῖ ἀπὸ δείπνου περιπατεῖν’. διὰ τί δὲ τῷ χρῄζοντι ὑγιαίνειν δεῖ ἀπὸ δείπνου περιπατεῖν; διὰ τὸ μὴ ἐπιπολάζειν τὰ σιτία τῷ στόματι τῆς γαστρός. ‘ᾧ χρεία ὑγιαίνειν, δεῖ μὴ ἐπιπολάζειν τὰ σιτία τῷ στόματι τῆς γαστρός. ᾧ δεῖ μὴ ἐπιπολάζειν τὰ σιτία τῷ στόματι τῆς γαστρός, τούτῳ δεῖ περιπατεῖν ἀπὸ δείπνου· ᾧ ἄρα χρεία ὑγιαίνειν, τούτῳ δεῖ περιπατεῖν ἀπὸ δείπνου.’ ὁ μὲν οὖν πρότερος συλλογισμὸς τὸ τελικὸν αἴτιον μέσον εἴληφεν· ὁ δὲ τὴν μείζονα τούτου πρότασιν κατασκευάσας προσυλλογισμὸς τί ἦν εἶναι καὶ εἶδος, ὡς αὐτός φησι προϊών. τὸ γὰρ μὴ ἐπιπολάζειν τὰ σιτία λόγον τοῦ ὑγιαίνειν λέγει. ἔστι δὲ καὶ ἕτερον λόγον εἰπεῖν, οἷον διὰ τί Σωκράτης συνέζευκται γυναικί; ὅτι παίδων ἐφίεται. ‘ὁ Σωκράτης παίδων ἐφίεται· ὁ ἐφιέμενος παίδων γυναικὶ συνέζευκται. ὁ Σωκράτης ἄρα γυναικὶ συνέζευκται.’ τέλος γὰρ καὶ οὗ ἕνεκα ἡ συζυγία τὸ παιδοποιεῖν ἐστιν.

“至于凡以为了某种目的为原因的事物。” 现在也应当讨论目的因,说明它如何与其他原因一样,在证明中被选为中项时从证明中显现出来。因为在回答“为何这属于那”时,如果我们回答为了什么,我们所回答的就是目的。例如,某人为何饭后散步?为了健康。这就是目的和为了什么;因为他是为了健康而散步,而健康是散步的目的。 “某人饭后散步;饭后散步者健康;所以某人健康。”又如,为何有房屋?为了使居住其中的人避开周围外气失调所带来的危害,或者为了使器具得以保存。因为这也是为了不受周围外气的危害,以及为了使器具得以保存。因为说“为何饭后散步”与说“为了什么必须散步”,在意义上并无任何区别,即使在字句上有所不同。我们所说的意思是这样的:进食后,如果进食者完全不活动,食物就会浮在胃的贲门处,由此得不到适当的转化而败坏并腐烂,由此使进食者处于反常状态。但如果他适度行走,而且更好是在具有向下倾斜状态的地方行走,食物就会从贲门处松动并落入胃的空腔,被胃更充分地消化,从而成为摄入它的身体的养分。于是小项是“饭后散步”,即Γ;中项Β是“食物不浮泛”;大项Α是“健康”。 “饭后散步使食物不浮泛;使食物不浮泛的事物是有益健康的;所以饭后散步是有益健康的。”或者,三段论的展现并没有按照摆在我们面前的论题进行?因为目的是健康,本应当将它设定为中项;但现在它却是大项,而“食物不浮泛”被置于中项的位置。因此,要么应当调换诸项,要么应当设定另一个论证,在其中作为为了什么的原因将被置为中项,或者如果可行的话,二者皆行。 “某人需要健康;需要健康的人必须饭后散步;所以某人必须饭后散步。”但为什么需要健康的人必须饭后散步?因为食物不在胃的贲门处浮泛。 “需要健康的人必须使食物不在胃的贲门处浮泛;必须使食物不在胃的贲门处浮泛的人必须饭后散步;所以需要健康的人必须饭后散步。”因此,前一个三段论是将目的因作为中项选取的;而确立了其大前提的预备三段论,正如他自己随后所说,是将何其所是和形式选取的。因为他把“食物不浮泛”称为健康的定义[逻各斯]。还可以提出另一个论证,例如:苏格拉底为何与妇人结合?因为他渴望子嗣。 “苏格拉底渴望子嗣;渴望子嗣的人与妇人结合;所以苏格拉底与妇人结合。”因为生养子女正是目的,也是结合所为了的东西。

§1.160

"Ὅσων δὲ αἴτιον τὸ ἕνεκά τινος." Ἐλλιπῶς τοῦτο εἴρηται· ἔδει γὰρ προσκεῖσθαι τὸ ἔστι τοιαῦτα, ἵν’ ᾖ ὁ λόγος οὕτω ‘τὰ δὲ ἔχοντα ἐν τῇ ἀποδείξει αἴτιον μέσον τὸ οὗ ἕνεκα καὶ τὸ τέλος τοιαῦτά εἰσιν.’

“至于凡以为了某种目的为原因的事物。” 这话讲得不完全;因为本来应当补上“有这类事物”,以便论述成为这样:“那些在证明中将为了什么和目的作为中项原因的事物,乃是如此的。”

语法注3 条
  1. 1.159Ὅσων δὲ αἴτιον τὸ ἕνεκά τινος.

    关于引用句的句法判断。正如注解者明确指出的(“Ἐλλιπῶς τοῦτο εἴρηται”,“这话讲得不完全”),此处是一个省略句,省略了与属格关系代词 ὅσων 相对的主句关联词和谓词(如 ἔστι τοιαῦτα)。

  2. 1.159τὸ γὰρ λέγειν ὅτι διὰ τί περιπατεῖ ἀπὸ τοῦ δείπνου καὶ ἕνεκα τίνος δεῖ περιπατεῖν οὐδὲν κατὰ διάνοιαν διαφέρετον, εἰ καὶ τῇ λέξει διενηνόχατον.

    主语是由冠词不定式句“说为何饭后散步”与(省去了冠词的)“[说]为了什么必须散步”这两项发话内容构成,由于是两项主语,主要动词 διαφέρετον 以及让步从句动词 διενηνόχατον 均采用了双数形式。

  3. 1.159ἢ οὐκ ἀκολούθως τῷ προκειμένῳ ἡ τοῦ συλλογισμοῦ γεγένηται ἔκθεσις.

    连词 ἢ 引入了对前述三段论推导的疑难(aporia)或反驳(“或者,三段论的展现并没有按照摆在我们面前的论题进行?”),指明作为目的因的健康在此未被作为中项,反而被置为大项的不一致之处。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:143.24-145.4