- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:142.1-143.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《后分析篇》卷二第11章94a32–37,解释了几何证明中的中项何以既可被视作质料因又可被视作何其所是(形式因),并通过波斯战争爆发原因等例子,将动力因(第一发动者)充当中项的论证结构重构成三段论。
" Τοῦ Β οὖν ὄντος ἡμίσεος δυοῖν ὀρθαῖν τὸ Α τῷ Γ ὑπάρχει." Διότι οὖν, φησί, τὸ μέσον τοιοῦτόν ἐστιν, ὡς εἶναι δύο ὀρθῶν ἡμίσεια, τὸ Α τῷ Γ ὑπάρχει. τί δέ ἐστι τὸ τὸ Α τῷ Γ ὑπάρχει ἐφερμηνεύων, ἐπάγει τὸ εἶναι τὴν ἐν ἡμικυκλίῳ γωνίαν ὀρθήν.
“因此,当Β是两直角之半时,Α属于Γ。” 他说,正因为中项是两直角之半这样的东西,Α才属于Γ。而为了解释“Α属于Γ”是什么意思,他补充道“即半圆中的角是直角”。
"Τούτῳ δὲ ταὐτόν ἐστι τὸ τί ἦν εἶναι τῷ τοῦτο σημαίνειν τὸν λόγον.1" Τῷ ληφθέντι, φησί, μέσῳ ἐν τῇ προκειμένῃ ἀποδείξει ταὐτόν ἐστιν ὁ ὁρισμός. διὰ τί; ὅτι ἓν τῶν τοῦ ὅρου σημαινομένων εἴρηται πρότερον τὸ σημαίνειν τὸν λόγον ταὐτὸν τῷ ὀνόματι. ἐπεὶ οὖν ὄνομα μὲν ἡ ὀρθή, λόγος δὲ ἡ ἡμίσεια δύο ὀρθῶν, σημαίνει δὲ ὁ λόγος οὗτος τῷ ὀρθὴ ὀνόματι ταὐτόν, ὁρισμός ἐστι καὶ τί ἦν εἶναι. ἀλλ’ εἰ καὶ οὕτως ἔχει, ὅμως ὡς ὕλη ἐστὶ τῷ συλλογισμῷ, καθὼς εἴρηται. ἔστι καὶ ἑτέρως εἰπεῖν, ὅτι ὁ μέσος ἐνταυθοῖ κατ’ ἄλλο μὲν ὡς ὑλικὸν αἴτιον δόξειεν ἂν κατ’ ἄλλο δὲ ὡς τί ἦν εἶναι καὶ εἰδικόν. ὡς μὲν γὰρ ἥμισυ δύο ὀρθῶν ὕλη τῶν δύο ὀρθῶν· τὸ γὰρ ὅλον ἐκ τῶν ἰδίων ὡς ἐξ ὕλης μερῶν. ἐπεὶ τοίνυν δύο ἡμισεύματα εἴληπται, ἐξ ὧν αἱ δύο ὀρθαί, ὕλη ταῦτα πρὸς τὰς ὀρθὰς ὡς ἕν τι λαμβανομένας ἐκ δύο συγκείμενον. αὖθις δὲ ἐπεὶ ἐφεξῆς ἴσαι ἐλήφθησαν, εὐθείας ἐπ’ εὐθείας σταθείσης, τοῦτό ἐστι τὸ τί ἦν εἶναι τῆς ὀρθῆς· ὀρθὴ γάρ ἐστι γωνία, ὅταν εὐθεῖα ἐπ’ εὐθείας σταθεῖσα τὰς ἐφεξῆς γωνίας ἴσας ἀλλήλαις ποιῇ. καὶ εἰ οὕτως ἐκλάβοιμεν, τὸ ῥητὸν τὸ τῷ τοῦτο σημαίνειν τὸν λόγον διττῶς νοήσομεν· ἢ γὰρ τὸν λόγον τῆς ὀρθῆς τοῦτο σημαίνειν τὸ ἴσας εἶναι τὰς ἐφεξῆς, ἢ τοῦτο σημαίνειν τὸν συλλογισμόν, ἤγουν παριστᾶν τὸν ὁρισμὸν τῆς ὀρθῆς. δύο γὰρ ὀρθῶν ἴσα λαμβάνων ὁ συλλογισμὸς τμήματα τὸ τὰς ἐφεξῆς ἴσας εἶναι παρίστησιν· τοῦτο δέ ἐστι τὸ τί ἦν εἶναι τῆς ὀρθῆς. οὗτος μὲν οὖν οὕτω τὸ παράδειγμα τοῦ ὑλικοῦ αἰτίου ἐξέθετο, ἐπὶ τῆς ἀποδείξεως ἁπλῶς τὸν λόγον γυμνάσας· ἡμῖν δὲ εἴρηται καὶ ἐπὶ τῶν πραγμάτων αὐτῶν παραδείγματα σαφῶς τὴν ὑλικὴν αἰτίαν παριστῶντα.
“而对于此,通过定义[逻各斯]意指此,何其所是便与此同一。” 他说,在手头的证明中所选取的这个中项,定义与它是同一的。为什么?因为之前已经说过,定义的诸含义之一就是定义[逻各斯]与名称意指同一事物。既然“直角”是名称,而“两直角之半”是定义[逻各斯],且这一说明与“直角”这个名称意指同一事物,那么它就是定义和何其所是。但即使情况如此,正如已经说过的,对于三段论而言它仍然是作为质料。也可以换一种说法:这里的中项从一方面看似乎是质料因,但从另一方面看则是何其所是及形式因。因为作为两直角之半,它是两直角的质料;因为整体是由其自身的部分构成的,宛如由质料构成一样。因此,既然取出了构成两直角的两个半部,对于被视为由二者合成的一物的诸直角而言,这些半部便是质料。但另一方面,既然当一直线立于另一直线上时它们被取为相等的邻角,这就是直角的何其所是;因为当一直线立于另一直线上而使相邻的角彼此相等时,该角便是直角。如果我们这样理解,我们对“通过定义[逻各斯]意指此”这句原文就会有两种理解:要么是指直角的定义[逻各斯]意指这一点,即邻角相等;要么是指三段论意指这一点,即呈现直角的定义。因为三段论通过选取两直角的相等部分,便呈现了邻角相等这一事实;而这正是直角的何其所是。那么,他自己便是这样提出了质料因的例子,纯粹在证明上操练这一论证;但我们对于实际事物本身,也已经叙述了清楚展现质料因的诸实例。
"Ἀλλὰ μὴν καὶ τοῦ τί ἦν εἶναι αἴτιον δέδεικται τὸ μέσον." Ἀναμιμνήσκει τῶν πρότερον περὶ τοῦ ὅρου εἰρημένων ὡσπερεὶ λέγων ‘ἰδοὺ τοίνυν καὶ τὸ ὑλικὸν αἴτιον μέσον λαμβάνομεν ἐν τῇ ἀποδείξει, καὶ τοσοῦτον ὡς καὶ πάντα μέσον ὕλης λόγον ἐπέχειν ἐν τῷ συλλογισμῷ. δέδεικται δὲ καὶ πρότερον, πῶς τὸ τί ἦν εἶναι ἐν τῇ ἀποδείξει ἐκφαίνεται, αἰτίου γινομένου τῆς αὑτοῦ γνώσεως τοῦ μέσον αὐτὸ λαμβάνεσθαι. λείπεται δὴ εἰπεῖν τὸν περὶ τῶν λοιπῶν τοῦ τε ποιητικοῦ καὶ τοῦ τελικοῦ.’
“然而中项也已被证明是何其所是的原因。” 他让人回想起先前关于定义所说的话,宛如在说:“看哪,我们在证明中也把质料因作为中项选取,以至于在三段论中甚至每一个中项都充当质料的地位。但先前也已经证明了何其所是如何在证明中显现出来,因为它被选取为中项构成了对其自身认识的原因。那么剩下的就是讲述关于其余原因即动力因和目的因的论述了。”
" Τὸ δὲ διὰ τί ὁ Μηδικὸς πόλεμος ἐγένετο Ἀθηναίοις." Καὶ τὸ ποιητικὸν δὲ αἴτιον ὁμοίως τοῖς εἰρημένοις μέσον ἐν ἀποδείξει παραλαμβάνεται, παράδειγμά τε τούτου ὁ Μήδων πρὸς Ἀθηναίους πόλεμος αἰτίαν ἔχων τὸ προκατάρξαι τῆς μάχης Ἀθηναίους.
“至于波斯战争为何发生在雅典人身上。” 动力因也与上述诸原因一样在证明中被选取为中项,而这方面的例子是波斯人对雅典人的战争,它以雅典人先发起战斗为原因。
"Ὅτι εἰς Σάρδεις μετ’ Ἐρετριέων ἐνέβαλον." Ὑποτελοῦς γὰρ οὔσης πόλεως τοῖς Μήδοις ἐν Ἰωνίᾳ τῶν Σάρδεων, αὐτοὶ μετ’ Ἐρετριέων ἐπενεχθέντες αὐτῇ ἀρχὴν ἑαυτοῖς ἐντεῦθεν τοῦ Μηδικοῦ πολέμου πεποιήκασιν. αἰτία οὖν τοῦ πολέμου ἡ πρώτη κινήσασα ἡ εἰς Σάρδεις τῶν Ἀθηναίων μετ’ Ἐρετριέων εἰσβολή, ἥτις καὶ ἀποδιδομένη διὰ τί ὁ Μηδικὸς πόλεμος Ἀθηναίοις ἐγένετο,2 μέσος ὅρος ἐν τῇ ἀποδείξει τοῦδε τοῦ πολέμου γίνεται. ἐλάττων ὅρος Ἀθηναῖοι, μέσος τὸ πρῶτοι ἐνέβαλον, μείζων τὸ πολεμεῖσθαι. κατηγορεῖται οὖν ὁ μέσος τοῦ ἐλάττονος, Ἀθηναῖοι πρῶτοι ἐνέβαλον, ὁ μείζων τοῦ μέσου, οἱ πρῶτοι ἐμβαλόντες πολεμοῦνται· εἶτα συμπέρασμα Ἀθηναῖοι ἄρα πολεμοῦνται. πάλιν διὰ τί κάλλιστος ὁ κόσμος; ὅτι ὁ θεὸς αὐτὸν ἐδημιούργησε. Γ ἐλάττων ὁ κόσμος, Β μέσος τὸ ὁ θεὸς ἐδημιούργησεν, Α μείζων τὸ κάλλιστος. τὸν κόσμον ὁ θεὸς ἐδημιούργησεν· ὃ ὁ θεὸς ἐδημιούργησε, κάλλιστόν ἐστιν· ὁ κόσμος ἄρα κάλλιστός ἐστι. κἀνταῦθα τοίνυν μέσον αἴτιον εἴληπται τὸ πρῶτον κινῆσαν, ὅπερ ἐστὶ τὸ ποιητικόν. ἡ δὲ ῥῆσις σαφὴς καὶ οὐ δεῖταί τινος ἐξηγήσεως.
“因为他们与埃雷特里亚人一同侵入了萨迪斯。” 因为当萨迪斯是爱奥尼亚向波斯人纳贡的城市时,他们自己与埃雷特里亚人一同对它发起进攻,由此为自己造成了波斯战争的开端。因此战争的原因,即最初的发动者,乃是雅典人与埃雷特里亚人对萨迪斯的侵入;当用它来回答波斯战争为何发生在雅典人身上时,它就成为这一战争证明中的中项。小项是“雅典人”,中项是“最先侵入”,大项是“被发动战争”。因此中项陈述于小项,“雅典人最先侵入”;大项陈述于中项,“最先侵入者被发动战争”;然后结论是“所以雅典人被发动战争”。又如:为什么宇宙是最美的?因为神创造了它。小项Γ是“宇宙”,中项Β是“神创造了它”,大项Α是“最美的”。神创造了宇宙;凡神所创造的都是最美的;因此宇宙是最美的。在这里,作为中项的原因同样被取为最初发动者,即动力因。而这段文句很明了,不需要任何解释。
- 1.155τῷ τοῦτο σημαίνειν τὸν λόγον
原因/方式与格搭配带冠词的不定式结构(τῷ + 宾格不定式)。厄斯特拉提奥斯指出此处有两种理解方式:(1) 直角的定义(λόγος)意指这一点(τοῦτο,即邻角相等);(2) 将 τὸν λόγον 理解为“三段论”(ὁ συλλογισμός)作为主语,即三段论表明/呈现了这一点(τοῦτο,即直角的定义)。
- 1.158ἥτις καὶ ἀποδιδομένη διὰ τί ὁ Μηδικὸς πόλεμος Ἀθηναίοις ἐγένετο
关系代词 ἥτις 的先行词是“对萨迪斯的侵入”(ἡ εἰς Σάρδεις ... εἰσβολή)。被动分词 ἀποδιδομένη 意为“当作为原因被给出时”,后接间接疑问从句“为何波斯战争发生在雅典人身上”(διὰ τί...)。
