← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§140.18-141.32

作为质料因的中项与半圆内角证明

针对亚里士多德关于质料因的表述(94a24),论证单数表述并非指前提而是指中项,并指出中项在三段论中充当质料因。随后引入半圆内的角为直角的几何证明(94a27–30),阐释各词项的设定(Α=直角,Β=两直角之半,Γ=半圆内的角)以及中项作为原因的功能。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.150

" Τό τε γὰρ οὗ ὄντος τόδε ἀνάγκη εἶναι." Δόξειεν ἂν περὶ τῶν προτάσεων τοῦτο λέγεσθαι, οἰκειότερον δ’ ἂν εἴη περὶ τοῦ μέσου νοεῖσθαι.1 παράδειγμα μὲν γὰρ τοῦτο τοῦ ὑλικοῦ τίθησιν αἰτίου· φησὶ δὲ ὥσπερ ἐφερμηνεύων ἑαυτὸν ὅτι ‘ὁπόταν ἀκούῃς λεγόντων ἡμῶν ὡς τούτου ὄντος ἀνάγκη τόδε τι εἶναι, μὴ διὰ τὰς προτάσεις τοῦτο νόει οὕτως ἑνικῶς ἐκφερόμενον’. μιᾶς γὰρ οὔσης προτάσεως οὐκ ἔστι γενέσθαι συμπέρασμα, ἀλλὰ τοὐλάχιστον δυοῖν οὐσῶν ἕπεται. περὶ οὗ δὲ λέγομεν ὅτι τούτου ὄντος ἀνάγκη εἶναι τὸ συμπέρασμα τὸ μέσον ἐστίν, ὃ δεῖ ἓν εἶναι καὶ ἀμφοτέρας ἑνοῦν δι’ ἑαυτοῦ τὰς προτάσεις καὶ εἰς κοινωνίαν ἄγειν αὐτάς. ἑνὸς οὖν τούτου ὄντος καὶ αἰτίου καὶ τὸ συμπέρασμα ἐξ ἀνάγκης ἐστίν· ὡς μὲν γὰρ ἓν τὰς προτάσεις ἑνοῖ, ὡς δὲ αἴτιον ἐξ ἀνάγκης ἔχει ὡς αἰτιατὸν αὐτῷ ἑπόμενον τὸ συμπέρασμα. ἔοικεν οὖν ἁπλῶς πᾶς μέσος κατὰ τοῦτον τὸν λόγον ὡς ὑλικὸν αἴτιον ὑπάρχειν ἐν τῷ συλλογισμῷ· τούτῳ γὰρ ἡ πᾶσα ἀνάγκη τοῦ συμπεράσματος πρόσεστιν, ἐπεὶ καὶ ταῖς προτάσεσιν αὐτός ἐστιν αἴτιος τοῦ πρὸς ἀλλήλας συνδεῖσθαι. ὥστε πρώτως ἡ δύναμις καὶ τὸ ἀναγκαῖον ἐν τούτῳ ἐστίν· ᾧ δὲ τῶν αἰτίων ἡ δύναμις καὶ τὸ ἀναγκαῖον, τοῦτο ὑλικόν ἐστιν.2 ἐν τῷ συλλογισμῷ ἄρα ὁ μέσος ὡς ὑλικὸν ἔστιν αἴτιον· ὥστε κἂν πρὸς τὸ πρᾶγμα ἢ ὡς εἶδος ἢ ὡς τέλος ἢ καὶ ὡς ποιητικὸν αἴτιον ὁ ληφθείς ἐστι μέσος, ἀλλὰ τῷ γε συλλογισμῷ ὡς ὕλη ἐστίν.

“因为凡是由于某物存在便必然存在此物的。” 这似乎可以说成是关于诸前提的,但将其理解为关于中项则更为切合。因为他将此作为质料因的例子提出来;他宛如自我诠释般地说道:“每当你听到我们说由于此物存在便必然存在某一个此物时,不要把这以单数形式表述的话理解为是出于诸前提。”因为当只有一个前提存在时,不可能得出结论,而至少有两个前提存在时结论才会后随而来。但我们所说的由于其存在而必然存在结论的那个东西,乃是中项;它必须是单一的,并通过自身将两个前提合一并将它们带入关联之中。因此,当这〔中项〕既是一又是原因时,结论也就必然存在;因为一方面作为一,它使诸前提合一,另一方面作为原因,它必然具有作为结果而后随于它的结论。因此,按照这种说法,在三段论中简直每一个中项都作为质料因而存在;因为结论的一切必然性都归属于它,既然它自身也是诸前提彼此结合的原因。所以,潜能与必然性首先在于此物之中;而在诸原因中,凡潜能与必然性所归属者,便是质料因。因此在三段论中,中项是作为质料因存在的;所以即使所选取的中项相对于实际事物而言或者作为形式、或者作为目的、或者作为动力因,但对三段论而言它却是作为质料。

§1.151

"Δῆλον δὲ καὶ ὧδε· διὰ τί ὀρθὴ ἡ ἐν ἡμικυκλίῳ." Ὅτι ὁ μέσος ὡς ὕλη ἐστὶ τῷ συμπεράσματι, καὶ διὰ παραδείγματος δείκνυσι τὴν ἐν ἡμικυκλίῳ ἐγγεγραμμένην γωνίαν παραλαμβάνων. τίς μὲν οὖν ἡ ἐν ἡμικυκλίῳ γωνία καὶ ὅπως ὀρθή, ἐν τῷ τρίτῳ τῶν Εὐκλείδου στοιχείων δείκνυται ἀκριβῶς. ἐροῦμεν δὲ ἐπὶ μικρὸν καὶ ἡμεῖς σαφηνείας ἕνεκα τῶν προκειμένων, ταύτης πλέον ἐνταῦθα ἢ τῆς ἀκριβείας φροντίσαντες διὰ τὸ παρ’ Εὐκλείδῃ ταύτην εὑρίσκεσθαι, ἡμῖν δὲ εἶναι ἱκανόν, εἰ τὰ προκείμενα ῥητὰ σαφηνίσομεν. περιγεγράφθω γὰρ κύκλος ὁ ΒΓΔΕ κέντρον ἔχων τὸ Α, διάμετρος δὲ τοῦ κύκλου ἡ ΒΔ. καὶ ἀπὸ τοῦ Γ τῇ ΒΔ πρὸς ὀρθὰς ἤχθω ἡ ΓΑ. ἐν ἡμικυκλίῳ τοίνυν τῷ ΒΓΔ γωνία ἐγγέγραπται ἡ ὑπὸ ΒΑΓ· λέγω ὅτι ὀρθή ἐστιν. ἐπεὶ γὰρ δύο ὀρθαὶ ἥ τε ὑπὸ ΒΑΓ καὶ ἡ ὑπὸ ΓΑΔ, ἡμίσεια δυοῖν ὀρθαῖν τούτων ἑκάτερον. ἀφῃρημένης οὖν τῆς ὑπὸ ΓΑΔ ὀρθὴ καταλέλειπται ἡ ὑπὸ ΓΑΒ,3 ἡμίσεια τῶν δύο ὑπάρχουσα, ὃ προέκειτο. τὸ αὐτὸ καὶ ἐπὶ τῆς ἑτέρας ἔσται. οὕτω μὲν δὴ ἡ καταγραφή· ἴδωμεν δὴ καὶ αὐτὸς τί φησιν.

“这样看也是明显的:为什么半圆中的角是直角?” 中项作为结论的质料,他也通过一个例子来加以展示,即引入内接于半圆中的角。半圆中的角到底是什么以及它如何是直角,在欧几里得《几何原本》第三卷中已有严谨证明。然而为了使手头论题明了,我们自己也要简要讲一讲;在这里我们关照明了多于关照严谨,因为严谨见于欧几里得那里,而只要能阐明手头的原文文句,对我们而言便已足够。设画出圆ΒΓΔΕ,其圆心为Α,圆的直径为ΒΔ。并从Γ引垂直线ΓΑ垂直于ΒΔ。于是在半圆ΒΓΔ中内接有角ΒΑΓ;我主张它是直角。因为角ΒΑΓ与角ΓΑΔ是两个直角,它们各自都是两直角之半。因此当角ΓΑΔ被减去时,剩余的角ΓΑΒ便是直角,它是两直角之半,此即所要论证的内容。对于另一个角情况也将相同。作图便是如此;让我们来看他自己说了什么。

§1.152

"Ἔστω δὴ ὀρθὴ ἐφ’ ἧς Α, ἡμίσεια δυοῖν ὀρθαῖν ἐφ’ ἧς Β, ἡ ἐν ἡμικυκλίῳ ἐφ’ ἧς Γ." Τὴν πλοκὴν τῆς ἀποδείξεως ἐν τούτοις συνίστησι μέσον ὅρον λαμβάνων τὸ Β, ὅπερ ἐστὶν ἡ ἡμίσεια δυοῖν ὀρθαῖν, μείζονα δὲ τὸ Α, ὅπερ ἐστὶν ἡ ὀρθή, ἐλάττονα δὲ τὸ Γ, ὅπερ ἐστὶν ἡ ἐν ἡμικυκλίῳ γωνία. τὴν γὰρ ὀρθὴν δεῖ συνάγειν κατὰ τῆς ἐν ἡμικυκλίῳ γωνίας διὰ μέσης τῆς ἡμισείας τῶν δύο ὀρθῶν.

“那么,设直角标以Α,两直角之半标以Β,半圆中的角标以Γ。” 他在这些文句中构建了证明的编织,选取作为两直角之半的Β为中项,作为直角的Α为大项,作为半圆中角的Γ为小项。因为必须通过两直角之半这一中项,来推导出半圆中的角具有直角。

§1.153

"Τοῦ δὴ τὸ Α τὴν ὀρθὴν ὑπάρχειν τῷ Γ τῇ ἐν τῷ ἡμικυκλίῳ αἴτιον τὸ Β.4" Τοῦ ὑπάρχειν δή, φησί, τὸ Α τὸν μείζονα, ὅς ἐστιν ἡ ὀρθή, τῷ Γ τῷ ἐλάττονι, ὅς ἐστιν ἡ ἐν ἡμικυκλίῳ γωνία, αἴτιός ἐστιν ὁ μέσος, ὅς ἐστιν ἡ ἡμίσεια δύο ὀρθῶν· αὕτη γάρ, φησίν, ἡ Β ἡ ἡμίσεια δυοῖν ὀρθαῖν τῇ Α τῇ ὀρθῇ ἴση, ἡ δὲ τὸ Γ ἡ ἐν τῷ ἡμικυκλίῳ γωνία τῇ Β τῇ ἡμισείᾳ δύο ὀρθῶν ἴση. τοῦτο γὰρ δηλοῖ τὸ ἡ δὲ τὸ Γ τῷ Β· δύο γὰρ ὀρθῶν ἡμίσεια.

“直角Α属于半圆中的角Γ的原因就是Β。” 他说,大项即直角Α属于小项即半圆中角Γ的原因乃是中项,即两直角之半;因为他说,作为两直角之半的这个Β等于直角Α,而半圆中的角Γ则等于两直角之半的Β。因为“而Γ〔等于〕Β;因为它是两直角之半”这句话所表明的正是这一点。

语法注4 条
  1. 1.150Δόξειεν ἂν περὶ τῶν προτάσεων τοῦτο λέγεσθαι, οἰκειότερον δ’ ἂν εἴη περὶ τοῦ μέσου νοεῖσθαι.

    小词 ἄν 搭配希求法(δόξειεν ἂν / εἴη ἂν)表示委婉的断言或潜在推测。前半句的主动词结构搭配不定词 λέγεσθαι,后半句以 νοεῖσθαι 搭配表语形容词 οἰκειότερον 形成并列对比。

  2. 1.150ᾧ δὲ τῶν αἰτίων ἡ δύναμις καὶ τὸ ἀναγκαῖον, τοῦτο ὑλικόν ἐστιν.

    关系代词 ᾧ 包含其先行词,并在关系从句内部充当所有与格(“在诸原因中,潜能与必然性所归属者”)。主句中的指示词 τοῦτο 指代整个关系从句,充当系词 ἐστιν 与表语 ὑλικόν 的主语。

  3. 1.151ἀφῃρημένης οὖν τῆς ὑπὸ ΓΑΔ ὀρθὴ καταλέλειπται ἡ ὑπὸ ΓΑΒ

    ἀφῃρημένης ... τῆς ὑπὸ ΓΑΔ 为独立属格结构(表示时间或条件)。τῆς ὑπὸ ΓΑΔ 是省去了“角”(γωνία)的标准几何学略语(“由Γ、Α、Δ所夹的角”)。主句动词 καταλέλειπται 的主语为 ἡ ὑπὸ ΓΑΒ,ὀρθή 作其表语补足语。

  4. 1.153Τοῦ δὴ τὸ Α τὴν ὀρθὴν ὑπάρχειν τῷ Γ τῇ ἐν τῷ ἡμικυκλίῳ αἴτιον τὸ Β.

    带冠词的不定词短语 τοῦ ... ὑπάρχειν 整体作属格修饰 αἴτιον(表示其作为原因的对象)。在不定词结构内,τὸ Α τὴν ὀρθὴν 是宾格主语,τῷ Γ τῇ ἐν τῷ ἡμικυκλίῳ 是其与格补足语。整个句子的主语是 τὸ Β,αἴτιον 作表语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:140.18-141.32