- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:139.25-140.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥探讨了亚里士多德将质料表述为“在哪些事物存在时必然存在此物”的做法,指出了这与自然学著作中从形式到质料的必然性看似颠倒的疑难,并通过证明中前提引出结论的比拟加以化解;随后解释了动力因作为“最初推动者”的含义,并阐明四种原因均可作为中项展示。
ἡ δὲ τετάρτη αἰτία σαφὴς διὰ τί οὗ ἕνεκα ὀνομάζεται· ἕνεκα γὰρ τοῦ τέλους τὸ δι’ αὑτὸ γεγονός. δεῖ δὲ μὴ λανθάνειν ὅτι ἀνάπαλιν ἐνταῦθα τῆς ὕλης καὶ τοῦ εἴδους τὴν ἀκολούθησιν εἴληφε τοῖς ἐν ταῖς Φυσικαῖς πραγματείαις εἰρημένοις,1 οἷον ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς, ἐν τῇ Περὶ ζῴων μορίων καὶ ἀλλαχοῦ. ἐκεῖ μὲν γὰρ εἰ τὸ εἶδος ἔσται, φησίν, ἀνάγκη τὴν ὕλην εἶναι ἢ ἔσεσθαι, οἷον εἰ ὑγεία ἢ ἄνθρωπος, τὰ ἐξ ὧν ταῦτα ἢ ἐν οἷς· ἐνταῦθα δὲ τὴν ὕλην δηλῶσαι βουλόμενος τίνων ὄντων ἀνάγκη τοῦτ’ εἶναί φησιν, ὡς τῇ ὕλῃ ἐξ ἀνάγκης τοῦ εἴδους ἑπομένου,2 ὅπερ οὔτε ἐπὶ τῶν φυσικῶν ἰδεῖν ἔστιν οὔτε μὴν ἐπὶ τῶν τεχναστῶν. ἀλλ’ ἀνάπαλιν ἡ ἀνάγκη ἀπὸ τοῦ εἴδους πρὸς τὴν ὕλην. εἰ γὰρ οἰκία, καὶ λίθοι ἐξ ἀνάγκης καὶ ξύλα καὶ ὅσα πρὸς τὸ εἶδός ἐστιν, οὐ μὴν καὶ ἀνάπαλιν, καὶ ἐπὶ τῆς ὑγείας καὶ τοῦ ἀνθρώπου ὡσαύτως. ἢ ἐνταῦθα κατὰ τὸν προκείμενον σκοπὸν οὕτως εἴρηκεν, ὡς ἔχει ἐπὶ τῆς ἀποδείξεως· τῶν γὰρ προτάσεων οὐσῶν ἀνάγκη εἶναι καὶ τὸ συμπέρασμα, οὐ μὴν καὶ ἀνάπαλιν, ὡς καὶ πρότερον εἴρηται. καὶ τὴν ποιητικὴν δὲ αἰτίαν οὐχ ἁπλῶς εἶπε τί ἐκίνησεν ἀλλὰ τί πρῶτον ἐκίνησε· τὸ γὰρ καταρξάμενον τῆς κινήσεως ἐκεῖνο τὸ ποιητικόν ἐστιν, ὥσπερ ἐφ’ οὗ τε αὐτός φησι παραδείγματος καὶ ἐπὶ πολλῶν ἄλλων εὑρεῖν ἔστιν, ἵνα μὴ ἐπὶ πάντων λέγω.3 τοῦ γὰρ Μηδικοῦ κατ’ Ἀθηναίων πολέμου πολλὰ ἴσως τὰ κινητικά, ἀλλ’ ἐκεῖνο τὸ ποιητικὸν αὐτοῦ, ὃ καὶ προκατῆρξεν ἐξ ἀρχῆς τῆς κινήσεως· τοῦτο δέ ἐστι τὸ εἰς Σάρδεις Ἀθηναίους μετ’ Ἐρετριέων ἐμβαλεῖν. καὶ ὁ πατὴρ καταβαλὼν ἐξ ἑαυτοῦ τὴν γονὴν πρῶτος κεκίνηκε καὶ ἀπηλλάγη τοῦ κινουμένου·4 τὰ δὲ μετ’ ἐκεῖνον κινοῦντα ἕτερα, ἀλλ’ οὐ ταῦτα ποιητικὰ τοῦ τικτομένου, ἀλλ’ ὁ πρῶτος κινήσας πατήρ, καὶ οὕτως ἐπὶ πάντων. διὰ τοῦτο καὶ ἐν ἄλλοις ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως τὸ ποιητικὸν εἴρηκεν, ὃ ἴσον ἐστὶ τῷ τί πρῶτον ἐκίνησε. πᾶσαι οὖν, φησίν, αὗται διὰ τοῦ μέσου δείκνυνται, τουτέστιν ὅτι οὐ μόνος ὁ ὁρισμὸς καὶ ἡ εἰδικὴ ἀρχὴ ἐκ τοῦ λαμβάνεσθαι μέσον ἐν τῇ ἀποδείξει τὸ αἴτιον ἀναφαίνεται, ἀλλ’ ἔστι καὶ τῶν λοιπῶν ἑκάστην τοῦτον τὸν τρόπον ἐκφαίνεσθαι, ὡς καὶ αὐτῶν ἑκάστης μέσου ἐν ταῖς ἀποδείξεσι λαμβανομένης.
第四种原因为何被称为“为了何物”是显而易见的;因为凡因自身而生成的事物,都是为了目的。但不可忽视的是,在这里他对质料与形式之后随关系的把握,与在自然学论著中所说的相反,例如在《论生成与消灭》、《论动物部分》以及其他地方。因为在那些地方他说,如果形式将要存在,质料就必然存在或将要存在,例如如果存在健康或人,那么这些事物由之构成或在其中成立的东西[便必然存在];而在这里,他为了阐明质料,却说“在哪些事物存在时必然存在此物”,仿佛形式是必然随着质料而后随而来的——这种情况无论在自然物还是在人工物中都是看不到的。相反,必然性乃是从形式倒向质料的。因为如果有一座房屋,石料、木材以及一切属于形式之物便必然存在,但反过来却不然;对于健康和人而言也是如此。或者,在这里他是根据手头探讨的目的而这样说的,正如在证明的情形中那样;因为当前提存在时,结论也必然存在,但反过来却不然(正如先前所说过的)。此外,关于动力因,他并未单单说“何者推动”,而是说“何者最初推动”;因为开启运动的那一因素才是动力因,正如不仅在他自己所举的例子中,而且在许多其他事例中也都可以发现这一点(姑且不说在一切事例中)。因为波斯针对雅典人的战争,促动的因素或许有很多,但该战争的动力因却是从一开始就开启了运动的那个因素;这就是雅典人同厄勒特里亚人一起进犯萨狄斯。父亲也是由自身排泄出精种而最初促动,随后便离弃了被促动之物;在他之后促动的东西是另外的,但这些并不是新生之物的动力因,唯独最初促动的父亲才是,在一切事物中皆是如此。正因如此,他在其他著作中也把动力因称为“运动的本原由之而来者”,这与“何者最初推动”完全等同。因此他说,所有这些原因都是通过中项来展示的,也就是说,绝非唯独定义和形式本原通过在证明中被采纳为中项而显露为原因,其余各项也同样能够以这种方式被展示出来,因为它们各自也是在证明中被采纳为中项的。
- 1.149ἀνάπαλιν ἐνταῦθα τῆς ὕλης καὶ τοῦ εἴδους τὴν ἀκολούθησιν εἴληφε τοῖς ἐν ταῖς Φυσικαῖς πραγματείαις εἰρημένοις
副词 ἀνάπαλιν(相反地)接与格短语 τοῖς ... εἰρημένοις(与……所说的事物)。属格短语 τῆς ὕλης καὶ τοῦ εἴδους 修饰 τὴν ἀκολούθησιν,表示后随关系所涉及的质料与形式两端。
- 1.149ὡς τῇ ὕλῃ ἐξ ἀνάγκης τοῦ εἴδους ἑπομένου
由 ὡς 引导的属格绝对结构(genitive absolute),用于表述亚里士多德该表述看似蕴涵的解释:“仿佛形式必然随着质料而后随”。
- 1.149ἵνα μὴ ἐπὶ πάντων λέγω
表达说话者保留态度的习用副词性从句(“姑且不说在一切事例中”/“免得我说在所有事物中”)。采用带现在时虚拟语气 λέγω 的目的从句形式,对前述 πολλῶν ἄλλων 的陈述范围加以限定。
- 1.149ἀπηλλάγη τοῦ κινουμένου
动词 ἀπηλλάγη(ἀπαλλάττω 的不定过去时被动态)支配分离属格 τοῦ κινουμένου(离开/脱离被促动之物)。在生物生殖论中,指作为始动者的父亲在排放精种后,便脱离了后续的发育受动过程。
