- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:13.14-14.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者针对贝克尔第89b29行论述了向“为什么存在”(dioti)探求的过渡,说明它与“事实”(hoti)同属但在追寻原因上有所不同,并通过日食和大地震动的例证以及灵魂对知识的天然追求阐明了这一第二种论题的意义。
" Ὅταν δὲ εἰδῶμεν τὸ ὅτι, τότε τὸ διότι ζητοῦμεν." Ἐπὶ τὸ δεύτερον μεταβαίνει πρόβλημα ὁμογενὲς ὂν καὶ αὐτὸ τῷ προτέρῳ, ὅτι γε ἄμφω σύνθετα καὶ εἰς ἀριθμόν, ὡς εἴρηκεν αὐτός, ἐντιθέμενα, διάφορον δ’ ἐκείνου, ὅτι ἐκεῖνο μὲν τὸ ἁπλῶς εἶναι τῷδε τόδε ἐζήτει, τοῦτο δὲ ἐξετάζει τὸ διὰ τί, τουτέστι τὴν αἰτίαν τοῦ ὑπάρχειν ἑτέρῳ ἕτερον· ὅπερ γίνεται, ὅταν τὸ μὲν ὑπάρχειν ἕτερον ἑτέρῳ γινώσκωμεν ἢ ἐξ αἰσθήσεως καταλαβόντες ἢ ἀπὸ λόγου τινός, ἀγνοῶμεν δὲ τὴν αἰτίαν δι’ ἣν ὑπάρχει. καὶ ἔστιν ἐκεῖνο τούτου φύσει πρότερον, τοῦτο δὲ ἐκείνου ἐπιστημονικώτερον· ἀγνοουμένου γὰρ εἰ ὑπάρχει ὅλως τῷδε τόδε, περιττὸν πάντως ἐστὶ ζητεῖν διὰ τί ὑπάρχει, ἵνα μὴ λέγω καὶ εὔηθες.1 ἢ ἴσως τῷ μὲν καθ’ ἡμᾶς λόγῳ τὸ ὅτι τοῦ διὰ τί πρεσβύτερον, τῇ δὲ φύσει ἀνάπαλιν· τελειοτέρα γὰρ ἡ μετὰ τῆς αἰτίας γνῶσις, τὰ δὲ τελειότερα φύσει πρότερα καὶ τὸ αἴτιον τοῦ ἐξ αὐτοῦ πρότερον, κἂν τῶν ἀεὶ συνόντων ἀλλήλοις ταῦτα εὑρίσκηται.2 ὅταν δὲ ἐκεῖνο δῆλον ἡμῖν ᾖ, ἀγνοῆται δὲ διὰ τί, τότε ἤδη τοῦτο ζητεῖσθαι ἔχει καιρόν· ποιήσει δὲ τὸν λόγον σαφέστερον ἐπενεχθὲν τὸ παράδειγμα.
“而当我们知道了事实,那时我们探求为什么存在。” 他进而转向第二个论题,它本身与前一个同属,因为正如他自己所说,二者都是复合的并且置于数中,但与前一个不同,因为前一个探求的是这单纯地属于这,而这个则审查“为什么”,即一物属于另一物的原因。这发生在我们知道了那一物属于另一物——或是从感觉中把握,或是从某种论证中得知——却不知道它因之而属于的原因之时。前一者在本性上先于这一个,而这一个比前一者更为科学;因为在完全不知道这是否属于这的情况下,探求它为什么属于是完全多余的,且不说还是愚蠢的。或者也许照关于我们的说明而言,“事实”先于“为什么”,但在本性上则相反;因为伴随着原因的知识更为完满,而更为完满的事物在本性上在先,并且原因先于出于它的事物,即使这些事物被发现属于彼此永远共存者之列。而当前一者对我们来说清晰,但“为什么”尚未知晓时,这时才到了探求这一个的时机;接续提出的例证将使论说更为清晰。
"Οἷον εἰδότες ὅτι ἐκλείπει καὶ ὅτι κινεῖται ἡ γῆ, τὸ διότι ἐκλείπει ἢ διότι κινεῖται ζητοῦμεν." Γνόντες γὰρ ὅτι ὑπὲρ γῆν ὄντα τὸν ἥλιον συμβαίνει σκιὰν μὴ ποιεῖν, ἢ αἰθρίας οὔσης μὴ ὁρᾶσθαι τὸ φῶς αὐτοῦ ὄντος ὑπὲρ γῆν, ἔγνωμεν ὅτι ἐκλείπει, καὶ οὐκέτι περὶ τούτου μαθεῖν δεόμεθα· διὸ οὐδὲ ζητοῦμεν, εἴ γε διὰ γνώσεως ἔνδειαν καὶ πρὸς μάθησιν πᾶσα λογικὴ ζήτησις· ἀγνοοῦντες δὲ τὴν αἰτίαν δι’ ἣν τοῦτό ἐστι ζητοῦμεν περὶ αὐτῆς, ἵν’ ἐν ἐπιστήμῃ τοῦ πράγματος γενώμεθα. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ κινεῖσθαι τὴν γῆν· ὅταν γὰρ ὅτι παλμὸς αὐτῆς καὶ τρόμος τις γίνεται γνῶμεν, οὐκέτι περὶ τούτου ζητεῖν χρείαν ἔχομεν, ἀλλὰ ζητοῦμεν διὰ τί τοῦτο γίνεται. καὶ τοῦτο ἡμῖν γίνεται, διότι σὺν λόγῳ ζωὴ ἡ ψυχή, καὶ λόγος ἑκάστῳ τὸ αἴτιον· ὡς γοῦν τὸν λόγον ἑαυτῇ σύμφυτον ἔχουσα ζητεῖ τοὺς λόγους τῶν ὑπὸ λόγον, ἵνα μὴ τούτων λειπομένη τῆς οἰκείας ἐνδέοιτο τελειότητος. ὥστε ἡ πρὸς ἐπιστήμην ὄρεξις τῇ ψυχῇ τῆς οἰκείας ἐστὶν ἔφεσις τελειότητος, καὶ οἱ κατὰ φύσιν ἔχοντες πάντες φύσει ταύτης ὀρέγονται, οἱ δ’ ἄλλως διακείμενοι, ὡς ἔχειν ἀνεπιστρόφως πρὸς ἐπιστήμην, διεστράφαταί τε καὶ διεφθόρασιν ἀγνοοῦντες ὡς καὶ θεοῦ τῆς πρώτης καὶ κοινῆς ἁπάντων αἰτίας ἐντεῦθεν καταφρονοῦντες ἐλέγχονται. διὰ γὰρ τῶν προσεχεστέρων λόγων καὶ συγγενεστέρων ἀναφέρεσθαι πεφύκασιν αἱ ψυχαὶ πρὸς τὸ πάντων ἐπέκεινα· εἰ οὖν πρὸς τούτους ὀκλάζουσί πως καὶ ἀναδύονται, σχολῇ γ’ ἂν πρὸς τὸ πρῶτον καὶ ὑπεροχικώτατον ἀναχθῆναι βουλήσονται ἢ δυνήσονται.3 ὥσπερ οὖν τὸ πρότερον πρόβλημα δῆλον τέθεικεν ἐκ τοῦ παραδείγματος, οὕτω δὴ καὶ τοῦτο τὸ μετ’ ἐκεῖνο· ὡς εἶναι δῆλον καὶ ἐκ τῶν ἐπὶ τούτῳ παραδειγμάτων ὡς ἔστι καὶ τοιοῦτον γένος προβλήματος ἕτερον.
“例如知道了发生日食以及大地在动,我们探求为什么发生日食或为什么在动。” 因为当我们知道了,当太阳位于地上时它碰巧不产生阴影,或者在晴空万里之时当它位于地上它的光却未被看见,我们便知道了它发生日食,并且不再需要关于此事进行学习;因此,如果一切理性的探求确实是由于知识的匮乏且以学习为目的,我们甚至都不再去探求;但由于我们不知道此事因之而如此的原因,我们关于此原因进行探求,以便我们进入对该事物的科学之中。同样的情况也适用于大地在动;因为当我们知道了它产生了震颤和某种晃动时,我们不再需要关于此事进行探求,而是探求为什么发生此事。这之所以在我们身上发生,是因为灵魂是伴随理性的生命,而原因是每一事物的理性;无论如何,灵魂把理性作为天生固有的东西据有,从而探求处于理性之下的诸事物的理性,以免因缺乏这些而欠缺自身固有的完满。因此,对于科学的欲求,对灵魂而言是对其固有完满的渴望,并且所有处于顺乎自然状态的人在本性上都欲求它,而那些处于别样状态以致对科学漠不关心的人,则已经被扭曲和毁坏,没有意识到从这上面他们被揭露出甚至蔑视神——这万物的最初与共通的原因。因为灵魂生来就是通过更切近和更亲近的理性被引向那在万物之上的;因此,如果它们在某种程度上对这些退缩和畏惧,它们就绝不会想要或能够被引向最初和至高之物。因此,正如他从例证阐明了前一个论题,同样他也阐明了在它之后的这一个论题;以致从关于此事的诸例证中也同样显而易见:还存在着另一个如此这般的论题之属。
- 1.7ἵνα μὴ λέγω καὶ εὔηθες
采用目的从句形式(ἵνα μή 加虚拟式)的惯用限制性短语,意为“且不说愚蠢”或“不说它是愚蠢的”,附带性地强化了前面的“完全多余”(περιττὸν πάντως)。
- 1.7κἂν τῶν ἀεὶ συνόντων ἀλλήλοις ταῦτα εὑρίσκηται
由 κἄν(καὶ ἐάν)引导的让步从句,接现在时虚拟式 εὑρίσκηται。属格短语 τῶν ἀεὶ συνόντων 作表语性属格,修饰 ταῦτα(“即使这些被发现属于彼此永远共存者之列”)。
- 1.8σχολῇ γ’ ἂν πρὸς τὸ πρῶτον καὶ ὑπεροχικώτατον ἀναχθῆναι βουλήσονται ἢ δυνήσονται
副词 σχολῇ 与小词 ἄν 结合的惯用句构,表示强烈的否定或不可能(“绝不会……”、“很难想象能……”)。主要动词 βουλήσονται 和 δυνήσονται 使用了将来时直陈语气。
