← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§138.15-139.25

作为证明中项的四原因之分类与定义

埃乌斯特拉提乌斯阐明了亚里士多德主张四种原因(形式、质料、动力、目的)均可在证明中充当中项的缘由,并解释了四原因列举顺序的根据、在自然学视角下省去工具因与范型因的理由,以及各原因的名称与定义特征。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.148

" Ἐπεὶ δ’ ἐπίστασθαι οἰόμεθα." Ἐπειδήπερ εἴρηκεν ἤδη ὅτι ἡ κυρίως ἀπόδειξις μέσον ὅρον τὸν αἴτιον τοῦ πράγματος λαμβάνουσα ἐκ τούτου τὸν ὁρισμὸν ἀναφαίνει,1 μέσον ἐν ταύτῃ τιθέμενον ὡς εἶδος ὄντα καὶ αἴτιον, ἵνα μήτις οἰηθείη ὅτι καὶ ἑτέρων ὄντων αἰτίων μόνος ἐκ τούτων ὁ ὁρισμὸς μέσος λαμβάνεσθαι πέφυκεν ἐν ταῖς ἀποδείξεσι, τῶν δὲ λοιπῶν οὐδὲν ἐν συλλογισμῷ λαμβάνεται μέσον, ἢ ὁ λαμβάνων παρὰ τὸν ὅρον μέσον ἕτερον αἴτιον συλλογίζεται μέν, οὐκ ἀποδείκνυσι δέ, διὰ τοῦτο ταῦτα προστίθησι τέτταρα λέγων εἶναι τὰ αἴτια, καθ’ ἃ τὸ διὰ τί ἀποδιδόντες πεπαύμεθα. τεσσάρων δή, φησί, τῶν αἰτιῶν οὐσῶν, τοῦ τί ἦν εἶναι ἤτοι τοῦ εἴδους, τῆς ὕλης, τοῦ ποιητικοῦ, τοῦ τελικοῦ, πᾶσαι αὗται διὰ τοῦ μέσου δείκνυνται, τουτέστι πᾶσαι διὰ τοῦ μέσον λαμβάνεσθαι ἐν ταῖς ἀποδείξεσιν ἀναφαίνονται. τοῦ μέσου γὰρ ἀποδιδομένου πῇ μὲν οὕτως πῇ δ’ ἑτέρως, διὰ τί τόδε ἢ τόδε ἐστίν, ἑκάστη αὐτῶν ἀναφαίνεται. καὶ ὅπως μὲν ἐπὶ τοῦ ὅρου τοῦτο γίνεται, εἴρηται ἱκανῶς· εἴπομεν δὲ καὶ περὶ τῆς ὕλης σαφῆ παραδείγματα. εἰρήσεται δὲ καὶ περὶ τῶν λοιπῶν μετὰ τὴν τῶν προκειμένων σαφήνειαν.

“但是,既然我们认为自己认识了。” 既然他已经说过,本义上的证明通过采纳事物的原因作为中项,由此显露定义——定义作为形式和原因而在证明中被置为中项——因此,为了不让人以为,既然还存在其他原因,在这些原因中唯独定义依本性可以在证明中被采纳为中项,而其余原因均不可在三段论中被采纳为中项,或者以为采纳除定义之外的另一原因作为中项的人虽然进行了三段论推理,却并未进行证明,为此他补充了这些论述,指出原因共有四种,当我们依之给出了“为何”时便停止了探寻。他说,既然原因有四种,即“原本是什么”(也就是形式)、质料、动力因、目的因,那么所有这些原因都是通过中项来展示的,也就是说,所有这些原因都是通过在证明中被采纳为中项而显露出来的。因为随着中项在此处以一种方式、在彼处以另一种方式被给出,说明为何这物是此物或彼物,它们之中的每一种原因都得以显露。关于这在定义的情形中如何发生,已经充分说明了;关于质料,我们也已经举出了明晰的例证。在澄清了眼前的文本之后,关于其余的原因也将予以讨论。

§1.149#1

"Ἐπεὶ δ’ ἐπίστασθαι οἰόμεθα ὅταν εἰδῶμεν." Κοινή, φησίν, ἐστὶν ἔννοια ὅτι τότε ἐπίσταταί τις, ὅταν τὴν αἰτίαν εἰδῇ τοῦ πράγματος, ὡς μὴ ἄλλως εἶναι ἐπίστασθαι ἢ τῆς αἰτίας γινωσκομένης. εἰ δὲ τέσσαρες αἱ αἰτίαι, κατὰ τὰς τέσσαρας δεῖ γίνεσθαι καὶ τὰς ἐπιστήμας. εἰσὶ δὲ αὗται ἃς ἀπαριθμεῖται αὐτός. πρῶτον δὲ τὸ εἰδικὸν καὶ τὸ ὑλικὸν ἔταξεν ὡς συντεταγμένα τῷ πράγματι, καὶ διὰ τοῦτο καὶ ἡμῖν γνωριμώτερα. τὸ δὲ εἶδος τῆς ὕλης πρῶτον, ὅτι τε κρεῖττον αὐτῆς καὶ ὅτι σαφέστερον καὶ φανότερον· ἐξ ἀφαιρέσεως γὰρ ἥδε καὶ οὐκ αὐτόθεν καταλαμβάνεται. τοῦ δὲ τελικοῦ τὸ ποιητικόν, ὅτι τὸ μὲν πρὸ τοῦ πράγματος, τὸ δὲ τῇ ὑπάρξει τοῦ πράγματος ἐπί τε τῶν φυσικῶν ἐπί τε τῶν τεχνικῶν ἐπακολουθεῖ, κἂν τῇ ἐννοίᾳ τοῦ ποιοῦντος τοῦ ποιουμένου προτέτακται.2 τέσσαρας δὲ αἰτίας ταύτας ἀπαριθμεῖται, τὸ ὀργανικὸν καταλιμπάνων καὶ τὸ παραδειγματικὸν διὰ τὸ πανταχοῦ φυσικεύεσθαι, τὴν δὲ φύσιν προσεχῶς ἐνεργοῦσαν τοῖς κινητοῖς οὐδενὶ ὡς ὀργάνῳ χρῆσθαι οὐδέ γε πρός τι ἀφορᾶν ὡς πρὸς προκέντημα καὶ προχάραγμα. ὀνομάζει δὲ τὸ μὲν εἰδικὸν τί ἦν εἶναι· τὸ γὰρ τί καὶ ὁ οὐσιώδης λόγος τοῦ πράγματος τὸ εἶδός ἐστι· τὴν δὲ ὕλην τίνων ὄντων ἀνάγκη τοῦτ’ εἶναι,3 ὡς διὰ τὴν ἀναγκαίαν χρείαν τῆς τῶν τοιούτων εἰδῶν ὑποστάσεως ὑπαρχούσης αὐτῆς. ὥσπερ γὰρ εἰ ἔσται οἰκία, ἀνάγκη καὶ ξύλα καὶ λίθους εἶναι, καὶ ἁπλῶς ἐξ ὧν αὕτη κατὰ τέχνην συνέστηκεν, ὡς οὐκ ἂν ὑποστάσης αὐτῆς, εἰ μὴ ἐκεῖνα ἦν, οὕτω καὶ εἰ ὑγεία ἔσται ἢ ἄνθρωπος ἤ τι τῶν φυσικῶν εἰδῶν ἕτερον, ἀνάγκη τόδε εἶναι ἢ ἔσεσθαι ὡς ὕλην, ἐξ ἧς τὸ εἶδος ἔσται ἢ ἐν ᾗ ὑποστήσεται. τὸ δὲ ποιητικόν, τί πρῶτον ἐκίνησεν, ὡς ἀκινήτου τῆς ὕλης οὔσης καὶ ἀνενεργήτου καθ’ αὑτήν, ᾗ ὕλη ἐστί, δεομένης δὲ τοῦ κινοῦντος καὶ τὴν ἐγκειμένην ἐν αὐτῇ δύναμιν ἐκκαλουμένου πρὸς ἐνέργειαν καὶ τοῦ εἴδους παραδοχήν. τοῦτο δέ ἐστι τὸ ποιητικόν· πᾶν γὰρ τὸ εἰς ἔργον ἄγον τὴν δύναμιν καὶ οὐκ εἰς μόνην ἐνέργειαν ποιητικὸν λέγεται, ὥσπερ καὶ ποιητικαὶ τέχναι αἱ τοιαῦται, αἳ δὴ τῆς τοῦ τεχνίτου ἐνεργείας πεπαυμένης ἔργον ὑφιστάμενον ἔχουσιν, οἷον τεκτονική, χαλκευτικὴ καὶ αἱ ταύταις ὅμοιαι, ὡς πρακτικαὶ αὖθις αἱ πρᾶξιν μόνην τέλος, οὐχὶ καὶ ἔργον ἔχουσαι, οἷον μουσικὴ καὶ ἰατρική.

“但是,既然我们认为,当我们知道了时才认识了。” 他说,只有当一个人知道了事物的原因时才认识了该事物,以至于除了原因被认识之外别无认识事物的可能,这是一个普遍常识。如果原因有四种,那么认识也必然依照这四种原因而产生。这些原因正是他自己所列举的那些。他首先列出形式因和质料因,因为它们是与事物本身紧密结合在一起的,并因此对我们而言也是更为熟知的。而形式先于质料,既因为形式优于质料,也因为形式更为明晰、更为显豁;因为质料是通过抽象被把握的,而非直接被把握。动力因先于目的因,则是因为前者在事物之前,而后者在自然物和人工物中均后随于事物的存在,即便在制作者的构思中,目的先于被制作之物而被确立。他列举了这四种原因,舍弃了工具因和范型因,这是因为他在所有地方都是以自然学的方式论述的,而紧邻地作用于可动之物的自然,绝不把任何事物当作工具来使用,也绝不把目光投向任何事物,如同投向刺绣底样或草图那样。他把形式因称为“原本是什么”;因为事物的“是什么”和本质定义就是形式。他把质料因称为“在哪些事物存在时必然存在此物”,因为质料的存在是由于此类形式之确立的必然需要。正如如果要有一座房屋,就必然要有木材和石料,简言之即必然要有按技术构成房屋的那些要素,因为若非那些要素存在,房屋便无法成立;同样,如果要存在健康、人类或任何其他自然形式,就必然存在或将要存在作为质料的这般事物,形式将由之产生或确立于其中。他又把动力因称为“何者最初推动”,因为质料只要作为质料,就其自身而言是不动的且无活动的,它需要那推动它、并将潜藏于其中的潜能召唤至现实态与形式之接受的东西。这便是动力因;因为凡是将潜能引向成果而非仅仅引向活动的,都被称为动力的(制作性的),正如那些在匠人的活动停止之后仍具有留存之成果的技术被称为制作性技术一样,例如木作术、青铜锻造术以及与此类相似的技术;而那些仅以行动本身为目的而不具有额外成果的技术则是实践性技术,例如音乐术和医术。

语法注3 条
  1. 1.148Ἐπειδήπερ εἴρηκεν ἤδη ὅτι ἡ κυρίως ἀπόδειξις μέσον ὅρον τὸν αἴτιον τοῦ πράγματος λαμβάνουσα ἐκ τούτου τὸν ὁρισμὸν ἀναφαίνει

    此句为倒装与长句结构,前置的原因从句 Ἐπειδήπερ εἴρηκεν ἤδη... 与目的从句 ἵνα μήτις οἰηθείη... 嵌套层叠,直至由后置的主句 διὰ τοῦτο ταῦτα προστίθησι(主语为亚里士多德)进行总结。

  2. 1.149κἂν τῇ ἐννοίᾳ τοῦ ποιοῦντος τοῦ ποιουμένου προτέτακται

    在由 κἂν(即 καὶ ἐάν)引导的让步从句中,动词 προτέτακται 的省略主语是前文的目的因(τὸ τελικόν),而属格 τοῦ ποιουμένου 作复合动词中前缀 πρό- 的比较属格(“先于被制作之物”)。这表明实际存在次序与制作者意图次序之间的对比。

  3. 1.149τὴν δὲ ὕλην τίνων ὄντων ἀνάγκη τοῦτ’ εἶναι

    承前文谓语动词 ὀνομάζει,整个短语 τίνων ὄντων ἀνάγκη τοῦτ’ εἶναι(“在哪些事物存在时必然存在此物”)作为宾语补足语(谓词性宾格)被整体对待,直接引用了亚里士多德在 94a21–22 中对质料因的原始措辞。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:138.15-139.25