← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§136.28-138.14

四因的区分与作为中项的质料因

针对亚里士多德引入四种原因(形式、质料、动力、目的)的段落(94a20),厄斯特拉提奥斯总结了四因的分类,并阐释了质料因如何作为中项发挥作用,这不仅体现在三段论自身推演的形式必然性中,也体现在具体证明(如身体的易朽性与青铜的共鸣)之中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.147

" Ἐπεὶ δ’ ἐπίστασθαι οἰόμεθα ἕκαστον, ὅταν εἰδῶμεν τὴν αἰτίαν." Περὶ μὲν τοῦ ὅρου ὅτι ἕτερος ἀποδείξεως, καὶ ὅτι ἑτέρα μέθοδος ἡ ἀποδεικτικὴ τῆς ὁριστικῆς, καὶ ὅτι ὅρος οὐκ ἀποδείκνυται μέν, ἐνδέχεται δέ ποτε ἀποδείξεως γινομένης ὁρισμὸν τῇ ἀποδείξει συναναφαίνεσθαι, καὶ πότε τοῦτο καὶ ἐπὶ τίνων ἐστίν, εἴρηται ἱκανῶς. ἐπεὶ δὲ διὰ μέσου αἰτίου ἡ κυρίως ἀπόδειξις πέφυκε γίνεσθαι, οὐ μόνον δὲ ὁ ὁρισμὸς αἴτιον, ἀλλ’ ἔστι καὶ ἕτερα, ἀναγκαῖον περὶ πάντων ἐξετάσαι ἀπαριθμησαμένους τε κατὰ γένη ὁπόσα καὶ τίνα τὰ αἴτια κατὰ Ἀριστοτέλην, καὶ εἰπόντας1 ὅπως ἔστιν ἕκαστον αὐτῶν μέσον ὅρον θεμένους ποιῆσαι ἀπόδειξιν. αἱ μὲν οὖν αἰτίαι τέσσαρες κατὰ γένος εἰσί, μία μὲν ἥνπερ εἴπομεν, [ἡ] τὸ τί ἦν εἶναι ἤγουν ὁ ὁρισμὸς καὶ τὸ εἶδος, μία δὲ ἡ ὕλη, ἣν δεῖ προηγήσασθαι, ἵνα τὸ ἔνυλον εἶδος αὐτῇ ἐπιγένηται, ἑτέρα δὲ τὸ ποιητικόν, ὃ καὶ τὴν ἀρχὴν τῆς ἐπὶ τὸ εἶναι μεταβολῆς ἐπιχορηγεῖ τῷ γινομένῳ, ἢ τὴν ὕλην μεταβάλλον τὸ δυνάμει αὐτῆς ἐκκαλεῖται πρὸς τὴν ἐνέργειαν, ἢ ὅπερ ἀποξέον τὸ ὑποκείμενον ἢ ἄλλως πως μεταβάλλον τε καὶ κινοῦν, τὸ εἶδος πρὸς ὃ πέφυκεν ἐν αὐτῷ ποιεῖ ἀναφαίνεσθαι· καὶ ἐπὶ τούτοις τετάρτην τὸ τέλος, οὗ ἕνεκα ἡ ἐπὶ τὸ εἶναι μεταβολὴ ἢ καὶ αὐτὸ τὸ πρᾶγμα γίνεται ἢ ἔστιν. αἱ μὲν οὖν αἰτίαι αὗται. ὥσπερ δὲ ὁ ὅρος τῆς τοῦ διὰ τί ἀποδείξεως προβαινούσης ἀνεφαίνετο μέσος ἐν αὐτῇ εὑρισκόμενος, οὕτω καὶ τὰ λοιπὰ αἴτια. καὶ περὶ μὲν τοῦ τί ἐστιν εἴρηται ἱκανῶς πῶς δι’ ἀποδείξεως εὑρίσκεται· ῥητέον δ’ ἤδη καὶ περὶ τῶν λοιπῶν, πῶς καὶ αὗται φανεραί ποτε γίνονται ἐκ τοῦ λαμβάνεσθαι μέσους ταῖς ἀποδείξεσι. τὸ τοίνυν ὑλικὸν αἴτιον ἔστι μὲν καὶ αὐτόθεν ἐξ αὐτῆς δῆλον τῆς ἀποδείξεως. ὁπόταν γὰρ λέγωμεν ὅτι τούτου ὄντος ἀνάγκη τόδε εἶναι, οὐ διὰ τὰς προτάσεις ἂν τοῦτο, ἀλλ’ ἢ μᾶλλον διὰ τὸν μέσον δόξειε λέγεσθαι,2 ὅτι προτάσεως μὲν μιᾶς οὔσης οὐκ ἂν εἴη ἀπόδειξις (οὐδὲ γὰρ συλλογισμός), τοὐλάχιστον δὲ δύο εἶναι ταύτας ἀνάγκη, τοῦ μέσου δὲ ὄντος ἑνὸς οὕτως ἐξ ἀνάγκης ἕπεται τὸ συμπέρασμα. ἐπεὶ οὖν τὸ ἀναγκαῖον ἐν τοῖς αἰτίοις τῷ ὑλικῷ προσῳκείωται, τοῦτο δὲ ὁ μέσος ἔχει τοῦ συμπεράσματος ὢν αἴτιος καὶ αὐτῆς τῆς τῶν προτάσεων πρὸς ἀλλήλας κοινωνίας τε καὶ συνθέσεως, εἴη ἂν ὥσπερ ὑλικὸν αἴτιον τοῦ συλλογισμοῦ, ᾗ συλλογισμός ἐστι, κἂν πρὸς τὸ πρᾶγμα, ᾗ πρᾶγμα, κατ’ ἄλλο τι γένος αἰτίας αἴτιός ποτε λέγεται. τὸ γὰρ ἀναγκαῖον διττόν, τὸ μὲν ἁπλῶς τὸ δὲ ἐξ ὑποθέσεως. τὸ μὲν οὖν ἁπλῶς ὑπάρχει τοῖς ἀεὶ ὡσαύτως ἔχουσι, τὸ δ’ ἐξ ὑποθέσεως καὶ τοῖς ἐν γενέσει τε καὶ φθορᾷ πᾶσι. διὸ καὶ ἐπ’ ἐκείνων μὲν ἀντιστρέφει τὸ ἀναγκαῖον ἀπὸ τῶν ἡγουμένων πρὸς τὰ ἑπόμενα, καὶ ἀνάπαλιν (τῶν γὰρ ἡγουμένων κινουμένων ἐξ ἀνάγκης κινεῖται καὶ τὰ ἑπόμενα καὶ ἀνάπαλιν) ἐπὶ δὲ τῶν ἐν γενέσει οὐχί. εἰ γάρ ἐστιν οἰκία, ἀνάγκη εἶναι τάδε καὶ τάδε ὅσα φέρει γε πρὸς αὐτήν· οὐ μὴν εἰ τάδε καὶ τάδε, ἐξ ἀνάγκης καὶ οἰκία. τὸ τοίνυν ἐξ ὑποθέσεως ἀναγκαῖον ἔστιν εὑρεῖν κἀν τοῖς συλλογισμοῖς καὶ ταῖς ἀποδείξεσι, πλὴν δὲ ἀνάπαλιν.3 ἐκεῖ μὲν γὰρ εἰ ἔσται τὸ τέλος ἢ τὸ εἶδος, ἀνάγκη εἶναι τὰ πρὸς αὐτό, οὐ μὴν εἰ ἐκεῖνα, ἐξ ἀνάγκης καὶ τοῦτο· ἐνταῦθα δὲ εἰ ὁ μέσος ἢ αἱ προτάσεις, ἀνάγκη καὶ τὸ συμπέρασμα, οὐ μὴν εἰ τοῦτο, ἐξ ἀνάγκης κἀκεῖνα· ἐνδέχεται γὰρ ἐκ ψευδῶν ἀληθὲς συναχθῆναι συμπέρασμα. καὶ οὕτω μὲν ὁ μέσος ὡς ὕλη αἴτιον λέγεται ὡς ἐπ’ αὐτοῦ τοῦ συλλογισμοῦ καὶ τῆς ἀποδείξεως, διότι καὶ αὐτῷ ἡ ἀνάγκη τοῦ ἕπεσθαι τὸ συμπέρασμα. ἔστι δὲ καὶ ἰδίως ἀποδοῦναι, πῶς ποτε τὸ ὑλικὸν αἴτιον μέσον ἐν τῇ ἀποδείξει λαμβάνεται. οἷον διὰ τί φθαρτὰ τὰ ἡμέτερα σώματα; ὅτι ἐξ ἐναντίων σύγκειται· ἐκ γὰρ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ, ταῦτα δ’ ἐναντία. ‘τὰ ἡμέτερα σώματα ἐξ ἐναντίων σύγκειται· τὰ ἐξ ἐναντίων συγκείμενα φθαρτά· τὰ ἡμέτερα ἄρα σώματα φθαρτά’. τὸ οὖν μέσον ἐνταῦθα ὑλικόν ἐστιν αἴτιον· ἐξ ὧν γὰρ ὡς ἐξ ὕλης τὰ ἡμέτερα συνέστηκε σώματα, ταῦτα τἀναντία ἐστί. πάλιν διὰ τί ὁ χαλκὸς εὔηχος; διότι πολὺ τὸ ἀερῶδες ἔχει· καὶ τοῦτο ἐκ τῆς ὕλης ἀποδέδοται. ‘ὁ χαλκὸς πολὺ τὸ ἀερῶδες ἔχει· πᾶν ὃ ἔχει πολὺ τὸ ἀερῶδες, εὔηχον. ὁ χαλκὸς ἄρα εὔηχος’. περὶ δὲ τῶν λοιπῶν αἰτίων ἐροῦμεν ἑξῆς τὴν λέξιν ἐπεξιόντες.

“但是,既然当我们知道了原因时,我们才认为自己认识了每一事物。” 关于定义不同于证明,证明的方法不同于定义的方法,以及定义并不被证明,但在进行证明时定义有时可以与证明一同显露出来,以及这在何时发生、在何种事物上成立,都已经被充分讨论过了。但是,既然本义上的证明依本性是通过作为原因的中项而产生的,而原因不仅是定义,还存在其他原因,因此必须依照亚里士多德就其属列举原因共有多少、是何种原因,并在说明了如何将它们各自设定为中项以作出证明之后,对所有原因进行考察。于是,原因依属而言有四种:一种就是我们所说的那种,即“原本是什么”,也就是定义和形式;另一种是质料,必须先有质料,以便使载于质料中的形式生成于其上;另一种是动力因,它也为生成之物提供走向存在之变化的开端,或者通过改变质料而将其潜能召唤至现实,或者削减底层载体,或者以其他某种方式使其改变并运动,从而使其本性上所适合的形式在其中显露出来;在这些之外,第四种是目的,为了它,走向存在的变化才发生,或者事物本身得以生成或存在。这些便是原因。正如随着关于“为何”的证明的推进,定义被发现作为其中的中项而显露出来一样,其余的原因也是如此。关于“是什么”,它如何通过证明被发现已经充分说明了;现在也必须论述其余的原因,说明它们如何由于在证明中被作为中项采纳,有时也变得清晰可见。因此,质料因本身就从证明自身中直接明了。因为每当我们说“存在这个,就必然存在那个”时,人们会认为这并非由于前提,而是宁可说由于中项而说的,因为只有单个前提时并不构成证明(因为连三段论也不构成),前提至少必须是两个,而由于中项是一个,结论才如此必然地随之得出。既然在诸原因中,必然性归属于质料因,而中项作为结论的原因以及前提彼此之间结合与联结自身的原因而拥有这种必然性,那么只要三段论作为三段论,它就仿佛是三段论的质料因,尽管就事物作为事物而言,有时它会按照某种其他属的原因被称为原因。因为必然性有两种,一种是绝对的,另一种是基于假设的。绝对的必然性属于始终处于同一状态的事物,而基于假设的必然性也属于在生成与毁灭之中的一切事物。因此在前一类事物中,必然性从前项换位至后项,反之亦然(因为前项发生变动时,后项必然也随之变动,反之亦然);但在处于生成之中的事物中则不然。因为如果有一座房屋,就必然存在有助于建造它的这般那般之物;然而如果存在这般那般之物,却未必必然存在一座房屋。因此,基于假设的必然性也可以在三段论和证明中发现,只是方向相反。因为在那里,如果目的或形式将要存在,就必然存在通向它的事物,然而如果那些事物存在,却未必必然存在这个[目的或形式];而在这里,如果中项或前提存在,结论也是必然的,然而如果这个[结论]存在,却未必必然存在那些[前提];因为从假前提中得出真结论是可能的。依此方式,就三段论和证明本身而言,中项被称为作为质料的原因,因为得出结论的必然性也属于它。但也可以具体地阐明,质料因究竟如何在证明中被采纳为中项。例如,为什么我们的身体是会毁灭的?因为它们由相反者构成;因为由热、冷、干、湿构成,而这些是相反者。“我们的身体由相反者构成;由相反者构成的都是会毁灭的;所以,我们的身体是会毁灭的。”因此,这里的中项是质料因;因为我们的身体将其作为质料而由之构成的事物,正是这些相反者。又如,为什么青铜发声优美?因为它包含大量空气;这也是从质料方面作出的说明。“青铜包含大量空气;凡包含大量空气的,发声皆优美;所以,青铜发声优美。”关于其余的原因,我们将在接下去研读文本时顺次讨论。

语法注3 条
  1. 1.147ἀπαριθμησαμένους τε κατὰ γένη ὁπόσα καὶ τίνα τὰ αἴτια κατὰ Ἀριστοτέλην, καὶ εἰπόντας

    这是由非人称句 ἀναγκαῖον(ἐστίν)所支配的不定词 ἐξετάσαι 的逻辑主语的宾格分词结构。分词 ἀπαριθμησαμένους 与 εἰπόντας 为阳性复数宾格,与上下文中隐含的主语“我们”(ἡμᾶς)相一致。

  2. 1.147οὐ διὰ τὰς προτάσεις ἂν τοῦτο, ἀλλ’ ἢ μᾶλλον διὰ τὸν μέσον δόξειε λέγεσθαι

    这是习惯表达 οὐ ... ἀλλ’ ἤ(“不是……而是宁可说……”)与表示潜在可能的 ἄν 搭配希求法 δόξειε 相结合的句式。前一分句 οὐ διὰ τὰς προτάσεις 中省略了不定词 λέγεσθαι。

  3. 1.147πλὴν δὲ ἀνάπαλιν

    这是一个由 πλὴν δέ(“只是……”)引导副词 ἀνάπαλιν(“反向地、相反地”)构成的紧缩短语。它指出了自然事物中的假设必然性(目的或形式的存在必然要求质料条件,但质料的存在不必然导致目的)与三段论推论中的必然性(前提与中项必然推导出结论,但结论的存在不必然推导出前提)之间方向的倒转。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:136.28-138.14