← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§135.1-136.27

通过证明把握定义及其适用范围

欧斯特拉提乌斯阐释了亚里士多德在《后分析篇》卷二(93b15–21)中如何调和表面对立的两种观点,即定义本身不可证明,但定义又通过证明得以把握,并指出这一结论仅适用于具有另外原因的事物。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.143

" Ὡς μὲν τοίνυν λαμβάνεται τὸ τί ἐστι καὶ γνώριμον γίνεται, εἴρηται πρότερον." Δύο λόγους εἰπὼν ἀντικειμένους ἀλλήλοις ὅσον πρὸς τὸ φαινόμενον, ἕνα μὲν ὅτι οὐκ ἔστι τὸ τί ἐστιν ἀποδείκνυσθαι, ἕτερον δ’ ὅτι δι’ ἀποδείξεως εὑρίσκεται τὸ τί ἐστι, καὶ ἀμφοτέροις συστὰς νῦν ὥσπερ ἀπόφασιν ἐκφέρει τάδε τοῖς λελεγμένοις·1 τίνα μὲν γάρ, φησί, τρόπον λαμβάνεται τὸ τί ἐστι καὶ γνώριμον γίνεται, εἴρηται πρότερον· καὶ οὐκ εἶπεν ‘ἀποδείκνυται τὸ τί ἐστιν’, ἀλλὰ ‘λαμβάνεται καὶ γνώριμον γίνεται’. οὐ γὰρ περαίνεται διὰ τῆς ἀποδείξεως συναγόμενον, ἀλλὰ τῆς τοῦ διὰ τί ἀποδείξεως προβαινούσης ἀναφαινόμενον αὐτὸ λαμβάνεται καὶ γνωρίζεται ὅτι τούτου ἐστὶν ὁρισμὸς τοῦ ζητουμένου. διὸ καὶ ἐπάγει·

“因此,“是什么”如何被采纳并变得可知,在之前已经说过了。” 在陈述了两个就表面而言彼此对立的论据——其一是不可能证明“是什么”,其二是通过证明发现“是什么”——并且支持了两者之后,他现在仿佛对所说的内容下达判决一样,提出了下述话语。因为他说,以何种方式“是什么”被采纳并变得可知,在之前已经说过了;他没有说““是什么”被证明”,而是说“被采纳并变得可知”。因为这并不是通过证明被推导而得出结论,而是在关于原因的证明推进的过程中,它自身显现出来而被采纳,并且被知晓为所探求的这特定事物的定义。因此他又接着说:

§1.144

"Ὥστε συλλογισμὸς μὲν τοῦ τί ἐστιν οὐ γίνεται οὐδ’ ἀπόδειξις, δῆλον μέντοι διὰ συλλογισμοῦ καὶ δι’ ἀποδείξεως." Εἰς δύο τοῦ παρόντος λόγου διῃρημένου, θάτερον μὲν αὐτοῦ μέρος τῶν πρότερον εἰρημένων ἐστὶν ἐπίκρισις, θάτερον δὲ τῶν μετ’ ἐκεῖνα ὥσπερ κατάθεσις· ὡς μήτ’ ἐκεῖνα μήτε ταῦτα διαπίπτειν τοῦ ἀληθοῦς καθ’ ὃν τρόπον ἐφ’ ἑκατέρων ἐνδέχεται τῶν μερῶν κρατεῖν τὴν ἀλήθειαν.2 ὡς γάρ, φησίν, ἐκ τῶν εἰρημένων ἀναπέφανται, συλλογισμὸς μὲν τοῦ τί ἐστιν οὐ γίνεται· εἰ δὲ μὴ συλλογισμός, δῆλον ὅτι οὐδὲ ἀπόδειξις· διὰ μέντοι συλλογισμοῦ καὶ δι’ ἀποδείξεως δηλοῦται καὶ ἀναφαίνεται· τῆς γὰρ τοῦ διότι ἀποδείξεως προβαινούσης οὕτως ἐκφαίνεται. εἰπὼν δὲ διὰ συλλογισμοῦ ἐπήγαγε καὶ δι’ ἀποδείξεως ὥσπερ ἐφερμηνεύων τὸ διὰ συλλογισμοῦ ἤτοι δι’ ἀποδείξεως. οὐ γὰρ ὡς ἔτυχε καὶ ἐκ τῶν τυχόντων γινομένου συλλογισμοῦ τὸ τί ἐστιν ἀναφαίνεται, ἀλλ’ ἀποδεικτικοῦ καὶ τὸ διὰ τί παριστῶντος τόδε τῷδε ὑπάρχει.

“所以,既不存在关于“是什么”的三段论,也不存在证明,然而通过三段论和证明[“是什么”]是显而易见的。” 在当前的话语被分为两部分的情况下,其中的一部分是对之前所说内容的裁决,而另一部分则仿佛是对之后所说内容的赞同;这是为了使之前的论述与之后的论述都不至于偏离真理,以各部分中真理得以确立的方式为准。因为他说,正如从所说的话中显露出的那样,不存在关于“是什么”的三段论;如果不成立三段论,显然也就不成立证明;然而通过三段论和证明[“是什么”]被阐明并显露出来;因为随着关于“为何”的证明的推进,它就是这样被显明出来的。而在说了“通过三段论”之后,他又加上“并通过证明”,这仿佛是在将“通过三段论”重新解释为即“通过证明”。因为“是什么”并不是通过任意发生的、由偶遇项构成的三段论而显露出来的,而是通过证明性的、表明这个属于那个的原因的三段论[而显露出来的]。

§1.145

"Ὥστ’ οὔτ’ ἄνευ ἀποδείξεως ἔστι γνῶναι." Γνώριμον, φησί, γέγονεν ὡς τὰ μέγιστα ἡ ἀπόδειξις συντελεῖ πρὸς τὸ τί ἐστι, καὶ τοσοῦτον ὡς μὴ ἄνευ ταύτης εἶναι γνῶναι τὸ τί ἐστι, καὶ αὖθις ὅτι οὐκ ἔστιν ἀπόδειξις τοῦ τί ἐστιν· ὡς τῇ τοῦ τρόπου διαφορᾷ ἀλλήλοις τοὺς λόγους ἀμφοτέρους συνέρχεσθαί τε καὶ συμβιβάζεσθαι. οὐ γὰρ τὸν αὐτὸν τρόπον ἄνευ τῆς ἀποδείξεως οὐκ ἔστι γνῶναι τὸ τί ἐστι καὶ οὐκ ἔστιν ἀπόδειξις τοῦ τί ἐστιν· ἀλλ’ ὡς μὲν συμπέρασμα δι’ ἀποδείξεως συναγόμενον οὐκ ἔστιν ἀποδεῖξαι τὸ τί ἐστιν, ὡς δὲ τῆς ἀποδείξεως προβαινούσης ἀναφαινόμενον οὐκ ἔστιν ἄνευ ταύτης γνῶναι τὸ τί ἐστιν. ὥστε πρότερόν τε καλῶς ἐλέγετο μὴ εἶναι τὸ τί ἐστιν ἀποδείκνυσθαι, καὶ νῦν δὲ καλῶς τὸ πρὸς τὸν ὁρισμὸν τῆς ἀποδείξεως χρήσιμον παραδίδοται. διαπορήματα δὲ τοὺς πρώην λόγους ὠνόμασε, διότι παντελῶς ἐδόκουν ἀλλήλων ἀλλοτριοῦν ὁρισμὸν καὶ ἀπόδειξιν, καίτοι οἰκείωσιν πλείστην πρὸς ἄλληλα ἔχοντα, ὡς καὶ ὁρισμὸν ἐνίοτε δι’ ἀποδείξεως ἀναφαίνεσθαι καὶ αὖθις εἶναι τὸ τί ἐστιν ἀρχὴν ἀποδείξεως. εἰπὼν δὲ μὴ ἄνευ ἀποδείξεως εἶναι γνῶναι τὸ τί ἐστι, προσέθηκεν οὗ ἔστιν αἴτιον ἄλλο·3 οὐ γὰρ πανταχοῦ καὶ ἐπὶ παντὸς ὁρισμοῦ ἀληθὲς τὸ μὴ ἄνευ ἀποδείξεως τὸ τί ἐστι γινώσκεσθαι, ἀλλ’ ἔνθα ἐστὶν αἴτιον ἄλλο, τουτέστιν ἔνθα μὴ ταὐτὸν τὸ αἴτιον καὶ αἰτιατόν, ἤτοι ὁ ὁρισμὸς καὶ τὸ ὁριστόν, ἢ ἐν ᾧ ὁρισμῷ ἄλλο μέν ἐστιν αἴτιον ἄλλο δὲ αἰτιατόν, ὥσπερ ἐπὶ τοῦ θυμοῦ καὶ τῆς βροντῆς καὶ τῆς σεληνιακῆς ἐκλείψεως εἴρηται.

“所以,没有证明也是不可能认识它的。” 他说,已经显明的是,证明对“是什么”起着极大的作用,以至于没有证明就无法认识“是什么”;而另一方面,又不存在关于“是什么”的证明;从而凭借方式的差异,这两个论据彼此契合并达成调和。因为“没有证明就无法认识“是什么””与“不存在关于“是什么”的证明”,并不是依同一种方式说的;而是说,作为通过证明被推导出的结论,不可能证明“是什么”;而作为随着证明的推进而显露出来的东西,没有证明就不可能认识“是什么”。因此,以前说不可能证明“是什么”是正确的,现在传授证明对于定义的用处也是正确的。至于他把先前的论据称为疑难,是因为它们看起来完全使定义与证明彼此疏离,尽管二者彼此之间具有极大的亲和性,以至于定义有时通过证明显露出来,反过来“是什么”又是证明的原理。在说了“没有证明就不可能认识“是什么””之后,他又补充道“对于具有另一原因的事物而言”;因为并非在所有地方以及在所有定义上,“没有证明就无法认识“是什么””都是真实的,而是在存在另一原因的地方,也就是在原因与结果不相同的地方,即定义与被定义项[不相同的地方],或者在那定义中原因是一回事而结果是另一回事的地方[才是真实的],正如在愤怒、雷和月食的情况中所说的那样。

§1.146

"Ἔστι δὲ τῶν μὲν ἕτερόν τι αἴτιον, τῶν δ’ οὐκ ἔστιν." Ταῦτα ἐφερμηνευτικά ἐστι τοῦ οὗ ἔστιν αἴτιον ἄλλο· δεῖ γάρ, φησίν, εἰδέναι ὅτι τῶν μὲν ἕτερόν τί ἐστιν αἴτιον, τῶν δ’ οὐκ ἔστι. τουτέστι διχῶς ἔστι διελεῖν τὰ αἰτιατὰ καὶ τὰ αἴτια, ὡς εἶναι τῶν αἰτίων τὰ μὲν ταὐτὰ τοῖς αἰτιατοῖς, τὰ δ’ ἕτερα. καὶ εἴρηται ἤδη ἱκανῶς περί τε τούτων καὶ τῶν ἑξῆς. τὸ δὲ λόγος δὲ εἷς ἐστι διχῶς μεσεμβόλημά ἐστιν εἰς τὸν περὶ τοῦ ὅρου λόγον συμβαλλόμενον.4 ἐπεὶ γὰρ ἕνα μὲν λόγον εἴρηκε τὸν ὀνοματώδη, εἶτα καὶ ἕνα λόγον ἔμελλε λέγειν τὸν δηλοῦντα τὸ τί ἐστι καὶ ἐφεξῆς ἑτέρους, ἔστι δὲ καὶ καθ’ ἕτερον τρόπον εἷς λόγος ὡς συνδέσμῳ εἷς καὶ μὴ ὡς ὁρισμός, διὰ τοῦτ’ ἀναγκαίως καὶ ποσαχῶς εἷς λόγος λέγεται παραδίδωσι. περὶ δὲ τῶν ἄλλων οἶμαι μὴ πλείονος λόγου δεῖν ὡς ἱκανῶς εἰρημένων τῶν πρότερον.

“但在事物中,有些存在某种别的原因,有些则不存在。” 这些话是对“对于具有另一原因的事物而言”的解释;因为他说,必须知道,在事物中,有些存在某种别的原因,而有些则不存在。也就是说,可以依两种方式划分结果与原因,使得在诸原因中,有些与结果相同,而有些则不同。关于这些内容以及后续的内容,之前已经充分讨论过了。至于“说明在两种意义上是一”这句话,是一个有助于关于定义的论述的插入语。因为既然他曾称唯名说明为一,然后又打算称阐明“是什么”的说明为一,并相继称其他说明为一,而且说明在另一种方式下也可以作为因连词而成为一、而非作为定义而成为一,因此他必然也传授了一项说明在多少种意义上被言说为一。但关于其余的事情,我认为不需要更多论述,因为之前已经充分说过了。

语法注4 条
  1. 1.143ἀμφοτέροις συστὰς νῦν ὥσπερ ἀπόφασιν ἐκφέρει τάδε τοῖς λελεγμένοις

    συστὰς 是动词 συνίστημι 的第二不定过去时主动分词,支配与格 ἀμφοτέροις,意为“支持两者”或“确立了两者”。名词 ἀπόφασις 在此并非“否定”,而是指司法上的“判决”、“裁定”;τοῖς λελεγμένοις 是关系与格(“针对此前所说的内容”)。

  2. 1.144ὡς μήτ’ ἐκεῖνα μήτε ταῦτα διαπίπτειν τοῦ ἀληθοῦς καθ’ ὃν τρόπον ἐφ’ ἑκατέρων ἐνδέχεται τῶν μερῶν κρατεῖν τὴν ἀλήθειαν

    ὡς 引导不定词(διαπίπτειν)构成结果或目的从句(“以至于……都不失真”)。διαπίπτειν 支配属格 τοῦ ἀληθοῦς,意为“偏离真理”或“失去真理”。关系从句 καθ’ ὃν τρόπον... 限制了方式,意为“按照在两个部分中真理各自得以成立的方式”。

  3. 1.145οὗ ἔστιν αἴτιον ἄλλο

    此句引用了亚里士多德在 93b18–19 处的后半句。属格关系代词 οὗ 引导一个限制性关系从句,修饰隐含的被定义事物之属格(“在其原因另有他者的情况下”),指原因与被定义项相异的事物。

  4. 1.146τὸ δὲ λόγος δὲ εἷς ἐστι διχῶς μεσεμβόλημά ἐστιν εἰς τὸν περὶ τοῦ ὅρου λόγον συμβαλλόμενον

    主语是由定冠词 τὸ 引导的引语短语 τὸ ... λόγος δὲ εἷς ἐστι διχῶς(“‘说明在两种意义上为一’这句话”,见于后文 93b35–36)。表语是 μεσεμβόλημά ἐστιν(“是一个插入成分”),由现在分词 συμβαλλόμενον(“有助于关于定义的论述”)所修饰。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:135.1-136.27