← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§133.14-134.36

定义的构成要素及其与证明的关系总结

厄斯特拉条阐明了定义中质料性说明与形式性(原因)说明在证明中的功能,梳理了《后分析篇》第一卷与第二卷中定义分类的对应关系。随后,他总结了定义是否可被证明、定义的真正对象,以及关于同一事物定义与证明如何能够同时成立。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.142#6

ἐπεὶ γὰρ οἱ τοιοῦτοι ὁρισμοὶ ἐξ ὕλης καὶ εἴδους ὑπάρχουσι σύνθετοι, αἴτιόν ἐστι τὸ εἶδος τῆς ὕλης. διὰ γὰρ τὸ τοιόνδε εἶδος τοιάδε ἡ ὕλη πεφυκυῖα δέχεσθαι αὐτό· καὶ ἔστι μέρος μὲν τοῦ ὁρισμοῦ λόγος ἐκ τῆς ὕλης, μέρος δὲ λόγος ἐκ τοῦ εἴδους· καὶ ἐν τῇ ἀποδείξει μέσον τὸ αἴτιον λαμβανόμενον συνάγει τὸ αἰτιατόν, ἤτοι ὁ ἐκ τοῦ εἴδους τὸν ἐκ τῆς ὕλης,1 εἰ μή τις ἐρεῖ καὶ ὡς ποιητικὸν εἶναι αἴτιον ἀποσβεννύμενον πῦρ τοῦ ψόφου τοῦ ἐν τοῖς νέφεσι, καὶ γῆν ἀντιφράττουσαν τῆς τοῦ φωτὸς τῆς σελήνης στερήσεως, καὶ ἐπ’ ἄλλων οὕτω τινῶν. ἅπερ δὲ ἐνταῦθα περὶ τῶν ὅρων λέγεται, καὶ ἐν τῷ πρώτῳ εἴρηται μικρὸν ἐν ταῖς λέξεσιν ὑπαλλάττοντα. ἐκεῖ μὲν γὰρ τὸν μὲν εἴρηκεν ὅρον ἀρχὴν ἀποδείξεως, τὸν δὲ ἀπόδειξιν θέσει διαφέρουσαν ἀποδείξεως, τὸν δὲ συμπέρασμά τι ἀποδείξεως. ἐνταῦθα δὲ τὸν μὲν θέσιν τοῦ τί ἐστιν ἀναπόδεικτον, καὶ αὖθις τὸν αὐτὸν λόγον τοῦ τί ἐστιν ἀναπόδεικτον· ἡ γὰρ ἀρχὴ τῆς ἀποδείξεως ἀναπόδεικτος, ὑφ’ ἑαυτὴν ἔχουσα τὴν ἀπόδειξιν, οὐχ ὑποκειμένη δὲ ἀποδείξει· ὅρος δὲ οὖσα καὶ θέσις ἐστὶ καὶ λόγος τοῦ τί ἐστιν. εἶτα τὸν ἕτερον πῇ μὲν λόγον δηλοῦντα τοῦ τί ἐστι πῇ δὲ ἀπόδειξιν τοῦ τί ἐστι, θέσει διαφέροντα τῆς ἀποδείξεως, πῇ δὲ συλλογισμὸν τοῦ τί ἐστι θέσει διαφέροντα τῆς ἀποδείξεως. τὸν δὲ τρίτον τῆς τοῦ τί ἐστιν ἀποδείξεως συμπέρασμα. ἅπερ ταὐτὰ τοῖς ἐν τῷ πρώτῳ εἰρημένοις ἐστί. διελὼν δὲ τὸν τῇ ἀποδείξει ἰσοδυναμοῦντα ὁρισμόν, θάτερον μὲν αὐτοῦ μόριον τὸ ἐκ τῆς ὕλης συμπέρασμα εἴρηκεν ἀποδείξεως, θάτερον δὲ κατέλιπεν· ἢ δῆλον ὡς καὶ αὐτὸν ὄντα θέσιν τοῦ τί ἐστιν ἀναπόδεικτον·2 ἀμέσως γὰρ καὶ ἀναποδείκτως καὶ αὐτὸς τῷ ὑποκειμένῳ ὑπάρχει. Ἐκ τοίνυν τῶν εἰρημένων φανερὸν γέγονεν ὅτι οὐκ ἀποδείκνυται μὲν οὕτως ὁ ὁρισμός, ὥστε δι’ ἀποδείξεως συνάγεσθαι αὐτὸν κατὰ τοῦ ὁριστοῦ καὶ δηλοῦσθαι δι’ αὐτῆς ὅτι οὗτος ὁ ὁρισμὸς τούτου τοῦ ὁριστοῦ ὁρισμός ἐστι, καὶ κατὰ τοῦτο οὐκ ἂν ῥηθείη ὁρισμοῦ εἶναι ἀπόδειξιν·3 ὅτι δὲ ἐν ἀποδείξει λαμβάνεται καὶ ὅτι ἐν τῷ ἀποδείκνυσθαι τὸ πρᾶγμα ὅτι ἐστὶ διὰ μέσου αἰτίου ὁ ὁρισμὸς τοῦ πράγματος ἀναφαίνεται, καὶ ὅτι εἰσί τινες ὁρισμοὶ θέσει μόνῃ τῆς ἀποδείξεως διαφέροντες, ὡς καὶ συλλογισμοῖς ἐοικέναι τούτους τρόπον τινά, κατὰ τοῦτο ἔσται ἀπόδειξις ὁρισμοῦ καὶ ὁ ὁρισμὸς ὁ αὐτὸς ἀποδείξει. ἔτι δὲ καί τινές εἰσιν ὁρισμοί, ἐφ’ ὧν τὸ εἰρημένον θεωρεῖται· οὐ γὰρ ἐπὶ πάντων τοῦτό ἐστιν, ἀλλ’ ἐπὶ μόνων ἐκείνων, οἳ θέσει μόνῃ τῆς ἀποδείξεως διαφέρουσιν. ἢ καὶ ὅτι εἰσὶν ὁρισμοί τινες, οἳ δι’ ἀποδείξεως συμπεραίνονται· τῶν μὲν γὰρ τὴν αἰτίαν περιεχόντων ὁρισμῶν καὶ τῶν ἀναποδείκτων θέσεων, ἔτι δὲ τῶν κατ’ εἶδος ἀμέσως καὶ τὴν αἰτίαν λαμβανομένων, οὐκ ἔστιν ἀπόδειξις οὐδὲ δι’ ἀποδείξεως συμπεραίνονται· οἳ δέ γε συμπεράσματά εἰσιν ἀποδείξεων, τούτων ἐστὶν ἀπόδειξις· οἱ γὰρ τοιοῦτοι δι’ ἀποδείξεως δείκνυνται. καὶ τοῦτο δὲ δῆλον γέγονε, ποσαχῶς ὁ ὁρισμὸς λέγεται, καὶ πρὸς τούτοις πῶς ὁ ὁρισμὸς καὶ τὸ τί ἐστι δείκνυσι καὶ πῶς οὔ· ὡς μὲν γὰρ ἐν ἀποδείξει μέσος τιθέμενος δείκνυσιν, ὡς δὲ συμπέρασμα γινόμενος ἀποδείξεως οὐ δείκνυσιν, ἀλλὰ δείκνυται. ἢ ὅτι πολλῶν ὄντων σημαινομένων τοῦ ὁρισμοῦ, οὐδεὶς ἄλλος δεικνύναι πέφυκεν ἢ μόνον ὁ θέσει διαφέρων τῆς ἀποδείξεως. καὶ τίνων ἐστὶν ὁρισμὸς καὶ τίνων οὐκ ἔστι· τῶν μὲν γὰρ ἁπλῶν ἐστιν ὁρισμός, τῶν δὲ συνθέτων οὐχί. ὁ γὰρ ὁρισμὸς λόγος ἐστὶν ἓν καθ’ ἑνὸς δηλῶν μὴ κατὰ συμβεβηκός· ὥστ’ εἴ τι ἓν εἴη καθ’ ἑαυτὸ μὴ μεριζόμενον διαφόροις τισίν, ἐξ ὧν οὐκ ἔστι μία τις φύσις, τούτου ἔσται ὁρισμός, τοῦ δὲ μὴ οὕτως ἔχοντος οὐκ ἔσται· τὸ γὰρ ἄνθρωπος περιπατεῖ οὐκ ἔστιν ὁρίσασθαι καθ’ αὐτό, ἀλλ’ ἢ ὡς πρότασιν. πῶς τε ἔχει πρὸς τὴν ἀπόδειξιν, ὅτι θέσει διαφέρει τῆς ἀποδείξεως ὁ τὴν αἰτίαν περιέχων λόγος· καὶ πῶς ἐνδέχεται τοῦ αὐτοῦ εἶναι ὁρισμὸν καὶ ἀπόδειξιν, καὶ πῶς οὐκ ἐνδέχεται· κατὰ ταὐτὸ μὲν γὰρ εἶναι ὁριστὸν καὶ ἀποδεικτὸν τὸ αὐτὸ οὐκ ἐνδέχεται, ἄλλως δὲ καὶ ἄλλως τὸ αὐτὸ εἶναι ὁριστὸν καὶ ἀποδεικτὸν ἐνδέχοιτ’ ἄν, οἷον σελήνης ἔκλειψιν ἄλλως μὲν ὁριζόμεθα, ἄλλως δὲ ἀποδείκνυμεν. ‘τί ἐστι σελήνης ἔκλειψις; στέρησις φωτὸς ὑπὸ γῆς ἀντιφράξεως’. ‘ἡ σελήνη ἀντιφράττεται· τὸ ἀντιφραττόμενον ἐκλείπει· ἡ σελήνη ἄρα ἐκλείπει’. ὥστε διάφοροι οἱ τρόποι δι’ ὧν ὁρίζεταί τε καὶ ἀποδείκνυται, ἀλλ’ οὐχ εἷς καὶ ὁ αὐτός.

因为既然此类定义是由质料与形式复合而成的,形式便是质料的原因。因为由于具有这样的形式,质料才是这样的,天然地适于接受它;而定义的一部分是由质料构成的说明,另一部分是由形式构成的说明;并且在证明中,作为中项被采纳的原因推导出结果,也就是说,由形式构成的说明推导出由质料构成的说明,除非有人说熄灭的火也是云中声响的动力原因,阻挡的大地也是月光剥夺的动力原因,在其他某些情况下同样如此。而这里关于界定所说的内容,在第一卷中也曾说过,只是字句上稍有变动。因为在那里他称一种界定为证明的原理,另一种为在位置上与证明相异的证明,还有一种为证明的某种结论。而在这里,他称一种为关于“是什么”的不可论证的设定,又称这同一种为关于“是什么”的不可论证的说明;因为证明的原理是不可论证的,它统摄证明,自身却不服从证明;而作为界定,它既是设定,也是关于“是什么”的说明。接着,他称另一种在某种意义上是阐明“是什么”的说明,在另一种意义上是在位置上与证明相异的关于“是什么”的证明,在又一种意义上是在位置上与证明相异的关于“是什么”的三段论;而称第三种为关于“是什么”的证明的结论。这些与第一卷中所说的话是相同的。而在划分了与证明具有同等效力的定义之后,他称其中由质料构成的部分为证明的结论,而留下了另一部分;或者显然,这一部分自身也是关于“是什么”的不可论证的设定;因为它自身也是无中项且不可论证地属于主体的。 因此,从所说的话中可以明白,定义并不是以这样的方式被证明的,即通过证明关于被定义项推导出它,并通过证明表明这一定义是这特定被定义项的定义,在这一方面人们不能说存在定义的证明;但在证明中被采纳,以及在事物存在这一事实通过居中原因被证明时,事物之定义得以显现,并且某些定义仅在位置上与证明相异,以至于在某种方式上也类似于三段论,在这一方面将存在定义的证明,且定义将与证明相同。此外,还存在某些定义,上述情况在它们身上得以体现;因为这并非存在于所有定义之中,而仅存在于那些仅在位置上与证明相异的定义之中。或者说,还存在通过证明得出结论的某些定义;因为对于包含原因的定义和不可论证的设定,以及按照形式与原因无中项地被采纳的定义,不存在证明,也不能通过证明得出结论;而对于那些作为证明之结论的定义,则存在证明;因为此类定义是通过证明来表明的。这也已经明白:定义在多少种意义上被言说,此外,定义以及“是什么”如何证明,又如何不证明;因为作为在证明中居中放置的项,它证明,而作为成为证明的结论,它不证明,反而是被证明。或者说,在定义的诸多意义规定中,除了仅在位置上与证明相异的那种之外,没有任何其他定义天然适于证明。并且,关于什么存在定义,关于什么不存在定义[也已明白];因为关于单纯的事物存在定义,而关于复合的事物则不存在。因为定义是非偶性地关于一者阐明一者的说明;因此,假使有某种依其自身为一、不分裂为不能从中构成单一本性的各相异部分的事物,关于这事物就将存在定义,而对于非如此者则将不存在;因为“人在散步”无法依其自身被定义,而只能作为命题[被界定]。并且它与证明的关系如何[也已明白],即包含原因的说明在位置上与证明相异;以及关于同一事物如何可能既有定义又有证明,又如何不可能;因为按照同一方面,同一事物不可能既是被定义者又是可论证者,但按照不同的方面,同一事物可能既是被定义者又是可论证者,例如我们以一种方式定义月食,而以另一种方式证明月食。“月食是什么?由于大地的阻挡而对光的剥夺”。“月亮被阻挡;被阻挡者发生食;因此月亮发生食”。所以,借以进行定义和借以进行证明的方式是各异的,而非单一且相同的。

语法注3 条
  1. 1.142ἤτοι ὁ ἐκ τοῦ εἴδους τὸν ἐκ τῆς ὕλης

    承接前句“在证明中,作为中项被采纳的原因推导出结果”(καὶ ἐν τῇ ἀποδείξει μέσον τὸ αἴτιον λαμβανόμενον συνάγει τὸ αἰτιατόν),此处省略了名词(λόγος)与谓语动词(συνάγει):即“也就是说,由形式构成的[说明][推导出]由质料构成的[说明]”(ἤτοι ὁ [λόγος] ἐκ τοῦ εἴδους [συνάγει] τὸν [λόγον] ἐκ τῆς ὕλης)。

  2. 1.142ἢ δῆλον ὡς καὶ αὐτὸν ὄντα θέσιν τοῦ τί ἐστιν ἀναπόδεικτον

    这是注解者对亚里士多德省略形式部分(原因)(θάτερον δὲ κατέλιπεν)所作的自问自答式补充。“或者……是显而易见的”(ἢ δῆλον [ἐστιν] ὡς...)结构中,在 ὡς 之后使用了分词宾格 καὶ αὐτὸν ὄντα(类似于宾格不定词句的主语)。代词 αὐτόν 指代前文的“另一部分”(θάτερον μόριον),但依阳性名词 λόγος(说明)或 ὅρος(界定)而取阳性单数宾格。

  3. 1.142οὐκ ἂν ῥηθείη ὁρισμοῦ εἶναι ἀπόδειξιν

    非人称被动态希求语气带有 ἄν(οὐκ ἂν ῥηθείη),后接宾格不定词短语 ὁρισμοῦ εἶναι ἀπόδειξιν。εἶναι 表示存在,ἀπόδειξιν 是其主语宾格,ὁρισμοῦ 作为宾格性属格修饰它(“人们不能说存在定义的证明”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:133.14-134.36