- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:131.31-133.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥继续探讨定义的各种分类,论述了属于无中项的第一原理的不可论证的定义,以及源自包含原因和结果的复合定义的各部分(证明的结论和原因自身)的地位,并在排除名义定义后,对三种真正的定义类型进行了整理与总结。
οὕτω καὶ ἡ τοῦ φωτὸς στέρησις, οὕτω καὶ ὁ θυμός· πολλάκις γὰρ εἴρηται περὶ τούτων, καὶ οὐ χρὴ ταυτολογεῖν. ὅμοιος τούτοις ἐστὶ καὶ ὁ λέγων ὁρισμὸς τὴν πρόνοιαν εἶναι τάξιν τῶν ὅλων· καὶ οὗτος γὰρ ἄνευ τῆς αἰτίας ἀποδοθεὶς ἀτελής ἐστι, καὶ ἐν τῇ ἀποδείξει τῆς αἰτίας μέσης ληφθείσης συμπέρασμα γίνεται. ἡ δ’ αἰτία ἐστὶν ἡ θεία διοίκησις. ‘τὰ ὅλα ὑπὸ θεοῦ διοικεῖται· τῶν ὑπὸ θεοῦ διοικουμένων τάξις ἐστί· τῶν ὅλων ἄρα τάξις ἐστίν’. ὁ δὲ ἐξ ἀμφοῖν τῆς προνοίας ὁρισμὸς ὁ τῆς ἀποδείξεως ταύτης θέσει διαφέρων ἕξει οὕτως· ‘τί ἐστι πρόνοια; τάξις τῶν ὅλων διὰ θείαν διοίκησιν. Ἔστι δὲ καὶ ἕτερον ὁρισμοῦ σημαινόμενον, ὃ ταῖς ἀμέσοις ἀρχαῖς ἐφήρμοσεν. εἰσὶ γὰρ ἀρχαὶ τῶν ἐπιστημῶν πρῶται καὶ ἀναπόδεικτοι, περὶ ὧν οἱ ἀποδιδόμενοι ὁρισμοὶ οὔτε ἀποδείξεις εἰσὶ τῇ θέσει διαφέρουσαι ἀποδείξεως, οὔτε μὴν συμπεράσματα ἀποδείξεων, ἐπεὶ μηδὲ ἀποδείξεις εἰσὶν αὐτῶν μηδὲ αἴτια, ἀλλ’ αὐταὶ μᾶλλον ἀρχαὶ ἀποδείξεων καὶ αἴτια ἑτέρων, οὐκ αἰτιατά τινων. καὶ ἔστιν ὁ τοιοῦτος ὁρισμὸς θέσις τοῦ τί ἐστιν ἁπλῆ καὶ χωρὶς ἀποδείξεως, ἐπεὶ καὶ αὐτὰ τὰ ὁριστὰ τῶν τοιούτων ὁρισμῶν χωρὶς πάσης ἀποδείξεως λαμβάνεταί τε καὶ τίθεται. ὡς γὰρ πρὸ ὀλίγου εἴρηται, καὶ τὸ εἶναι καὶ τὸ τί εἶναι τῶν ἀρχῶν ὑποτίθεται. ὅτι γὰρ ἔστι μονὰς καὶ τί ἐστι μονὰς ὁ ἀριθμητικὸς ὑποτίθεται, ὁμοίως καὶ ὁ γεωμέτρης ὅτι ἔστι γραμμὴ καὶ τί ἐστι γραμμή· καὶ οὔτε αἰτίαν ἔχει ὁ λόγος ὁ λέγων ‘γραμμή ἐστι μῆκος ἀπλατές’, οὔτε συμπέρασμά ἐστιν ἀποδείξεως, ὅτι μηδὲ ἔστιν αἰτία τις δεικτικὴ τοῦ εἶναι τὴν γραμμὴν ἢ τοῦ τόδε εἶναι αὐτήν· ἀλλὰ τοῦτό ἐστιν ἀρχή, κἄν τις βούλοιτο τόδε τι δεῖξαι ὅτι γραμμή ἐστιν, ἐκείνῳ τῷ λόγῳ τῆς γραμμῆς προσχρήσεται. ἐπεὶ δὲ τὸν τὴν αἰτίαν περιλαμβάνοντα ὁρισμὸν σύνθετον ἐλέγομεν ἐξ αἰτίου καὶ αἰτιατοῦ καὶ θέσει διαφέρειν ἀποδείξεως, καὶ θάτερον μέρος τοῦ ἑτέρου χωρίσαντες, λέγω δὴ τὸ αἰτιατὸν τοῦ αἰτίου, ὁρισμοῦ τι σημαινόμενον τοῦ προτέρου ἕτερον ἀπεδίδομεν, συμπέρασμα τοῦτο λέγοντες ἀποδείξεως, τί θάτερον μέρος τούτου τοῦ ὁρισμοῦ, λέγω δὴ τὸ αἴτιον, ὀνομάσομεν καὶ τίνι σημαινομένῳ συντάξομεν; καθ’ ἑαυτὸ καὶ τοῦτο χωρίζοντες, ἢ πάντως ταῖς ἀναποδείκτοις τοῦ τί ἐστι θέσεσιν;1 ὡς γὰρ ἐκείνων οὐδεμία αἰτία ἐστὶν οὐδ’ ἀπόδειξις, οὕτω δηλονότι καὶ τούτων. ἡ γὰρ τῆς ἀντιλυπήσεως ὄρεξις οὐδεμίαν ἔχει αἰτίαν ἑτέραν, δι’ ἣν ὑπάρξει τῷ θυμῷ, ὥσπερ οὐδὲ ἡ γῆς ἀντίφραξις, δι’ ἣν τῇ σελήνῃ ἡ ἔκλειψις, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. τοιοῦτοι καὶ οἱ τῶν οὐσιῶν ὁρισμοί· οὐ γὰρ αὐτοὺς δυνατὸν εἰς αἰτιατὸν διελεῖν καὶ αἴτιον, οὐδ’ ἄλλο ἐν ταῖς οὐσίαις τὸ αἴτιον τοῦ οὗ ἐστιν αἴτιον. τὸ γὰρ οὐσία ἔμψυχος αἰσθητικὴ τῷ ζῴῳ ταὐτόν, ὡς καὶ τῷ ἀνθρώπῳ τὸ ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν. διὸ οὐδὲ κυρίως ἀπόδειξις, ὅταν οὐσίαν κατ’ οὐσίας συμπερανεῖ τις μέσῳ [αἰτίᾳ] χρησάμενος τῷ τοῦ μείζονος ὁρισμῷ. δόξειε γὰρ ἂν αἰτεῖσθαι τὸ ἐν ἀρχῇ, ὡς καὶ πρότερον εἴρηται. Δεῖ δὴ ἀναλαβεῖν καὶ ἐξαριθμήσασθαι τὰ εἰρημένα. τὸ μὲν οὖν πρῶτον ληφθὲν τοῦ ὁρισμοῦ σημαινόμενον οὐ χρὴ συναπαριθμεῖν τοῖς λοιποῖς, ὅτι μηδὲ ὁρισμός ἐστι κυρίως ὁ σημαίνων ταὐτὸν τῷ ὀνόματι λόγος· ὑπολείπονται δὴ τρία. καὶ ἔστιν εἷς μὲν ἵν’ ἀπὸ πρώτου τοῦ ἔσχατον ῥηθέντος ἀρξώμεθα,2 ὃς πρότερον μὲν θέσις εἴρηται τοῦ τί ἐστιν ἀναπόδεικτος ἀκολούθως τοῖς ἐν τῷ πρώτῳ βιβλίῳ τῆσδε τῆς πραγματείας εἰρημένοις. ἐκεῖ γὰρ τὴν ἄμεσον ἀρχὴν εἰς θέσιν διελόντες καὶ ἀξίωμα, τὴν θέσιν αὖθις εἰς ὑπόθεσιν καὶ ὅρον διείλομεν. συμφώνως οὖν ἐκείνοις θέσιν κἀνταῦθα τὸν τοιοῦτον ὁρισμὸν ὠνομάσαμεν, αὖθις δὲ λεγέσθω λόγος τουτέστιν ἀναπόδεικτος. λόγοι μὲν γὰρ καὶ οἱ λοιποὶ δύο τοῦ τί ἐστιν, ἀλλ’ οὐχ ἁπλῶς ἀναπόδεικτοι, ἀλλ’ ὁ μὲν ἀποδείξει ὁ αὐτὸς μόνῃ τῇ θέσει διαφέρων, ὡς εἴρηται, ὁ δὲ συμπέρασμα ἀποδείξεως. εἷς μὲν δὴ οὗτος, ἕτερος δ’ αὖθις εἷς ὁ ἐνεργείᾳ μὲν καὶ κατὰ τὴν λῆψιν ἥνπερ λαμβάνεται ὁρισμός, συλλογισμὸς δὲ ὢν δυνάμει καὶ ἀπόδειξις διὰ τὸ πτώσει μόνῃ διαφέρειν τῆς ἀποδείξεως,3 τὸ αἴτιον ἐν ἑαυτῷ καὶ τὸ αἰτιατὸν περιέχων, ὡς δύνασθαι αὐτὸν συλλογισμὸν γίνεσθαι ὑπαλλαττομένης τῆς θέσεως. τρίτος δὲ καὶ τελευταῖος ὃς αἰτιατὸν ὢν ἐν τῷ ὁρισμῷ τῷ διαφέροντι θέσει μόνῃ τῆς ἀποδείξεως, συμπέρασμα γίνεται ἐν τῷ τὴν θέσιν τοῦ τοιούτου ὅρου ἀλλάττεσθαι καὶ ἀπόδειξιν γίνεσθαι.
关于光的剥夺也是如此,关于愤怒同样如此;因为关于这些已经讲过很多次,不应当重复相同的话。与这些相似的,还有说天意是万物的秩序的定义;因为这若是不带有原因被给出,也是不完全的,并且在把原因作为中项采纳的证明中成为结论。而原因则是神圣的统治:“万物由神统治;由神统治之物具有秩序;因此万物具有秩序”。另一方面,由两者构成的、在位置上与这一证明相异的天意定义将是这样的:“天意是什么?由于神圣统治的万物秩序”。 此外,还有定义的另一种意义规定,他将其适用于无中项的原理。因为各门科学存在最初的且不可论证的原理,关于它们所给出的定义,既非在位置上与证明相异的证明,更非证明的结论,因为关于它们既不存在证明也不存在原因,而是它们自身毋宁是证明的原理和其他事物的原因,而非任何事物的结果。此类定义是关于“是什么”的单纯且无证明的设定,因为此类定义的被定义项自身也是在没有任何证明的情况下被采纳和设定的。正如不久前所说,关于原理,“存在”与“是什么”都被设定。因为算术家设定有单位以及单位是什么,几何学家同样设定有线以及线是什么;而说“线是没有宽度的长度”的这一说明既没有原因,也不是证明的结论,因为没有任何指示线存在或线是这特定事物的因;相反,这是原理,假使有人想指出这特定事物是线,他将附带使用线的那个说明。 既然我们曾说包含原因的定义是由原因和结果复合而成的,且在位置上与证明相异,并且我们将一部分与另一部分分开,我是指将结果与原因分开,从而给出了不同于前者的某种定义意义规定,称其为证明的结论,那么对于这种定义的另一部分,我是指原因,我们该如何命名,又该将其归入何种意义规定呢?是将这部分也依其自身独立出来[作为一种],还是完全归入关于“是什么”的不可论证的设定?因为正如对那些原理没有任何原因或证明一样,对这些显然也是如此。因为报复的欲望没有任何其他原因使其属于愤怒,就像大地之阻挡使食属于月亮也没有任何其他原因一样,在其他情况下同样如此。实体的定义也是此类;因为不可能将它们划分为结果与原因,在实体中原因也并非与其作为原因的对象不同的事物。因为“有生命的能感觉的实体”与“动物”是同一的,正如“有理性的、必死的、能够接受理智和知识的动物”与“人”是同一的一样。因此,当有人使用大项的定义作为中项来关于实体推导实体时,严格说来甚至不是证明。因为正如先前所说,他似乎在乞求论题。 因此,必须重述并列举所讲的内容。首先被采纳的定义的意义规定,不应与其余各项一同列举,因为指示与名称相同事物的说明严格说来甚至不是定义;因此剩下三种。其中一种——为了让我们从最后说到的最先开始——便是先前根据本论著第一卷中所说的话被称为关于“是什么”的不可论证的设定的那种。因为在那里我们将无中项的原理划分为设定和公理,又将设定划分为假设和定义。因此与那些说法相一致,我们在这里也将此类定义命名为设定,但它又可被称为说明,即不可论证的说明。因为虽然其余两种也是关于“是什么”的说明,但并非单纯是不可论证的,而是一者与证明同一,如前所述仅在位置上不同,另一者则是证明的结论。因此这是一种;另一种则是在现实上、且依其被采纳的方式而言是定义,但由于仅在屈折变化上不同于证明而在潜能上是三段论和证明,其自身包含原因和结果,以至于在位置调换时自身能够成为三段论。第三种也是最后一种,是在仅于位置上不同于证明的定义中作为结果,而在这一界定的位置调换并成为证明时成为结论的那种。
- 1.142καθ’ ἑαυτὸ καὶ τοῦτο χωρίζοντες, ἢ πάντως ταῖς ἀναποδείκτοις τοῦ τί ἐστι θέσεσιν;
这是承接前句疑问(“我们该如何命名,又该将其归入何种意义规定呢”)的省略性选择结构。分词 χωρίζοντες 和与格短语 ταῖς ἀναποδείκτοις ... θέσεσιν 省略了主要动词的重复,意为“是将这部分也依其自身独立出来[立为一种],还是完全[归入]关于‘是什么’的不可论证的设定中?”
- 1.142ἵν’ ἀπὸ πρώτου τοῦ ἔσχατον ῥηθέντος ἀρξώμεθα
由 ἵνα 与第一人称复数虚拟式构成的独立插入结构,并非从属于主句的目的从句,而是用于说明论述者的发话意图与次序(“为了让我们从最后说到的最先开始”)。
- 1.142πτώσει μόνῃ διαφέρειν τῆς ἀποδείξεως
此前以及本段其他地方均使用“在位置上相异(θέσει διαφέρειν)”,此处则使用了“πτώσει(在屈折/格变化上)”。这指将原本一体的定义句转换为三段论前提时,各名词所发生的语法屈折、格位及构造上的变化。
