← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§130.10-131.31

表因定义向证明的转化与位置差异

厄斯特拉提乌斯通过雷、食和愤怒的例子,论证了表达原因的定义如何通过位置的差异转化为证明(三段论),解释了它作为第一格连续证明的性质,并阐明了第三种定义即作为证明结论的定义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.142#4

πάντες γὰρ οἱ τοιοῦτοι τὴν αἰτίαν παριστᾶσιν, δι’ ἣν τὸ πρᾶγμά ἐστι περὶ οὗ ἕκαστος αὐτῶν ἀποδίδοται. ὁ μὲν οὖν πρότερος σημαίνει μέν, οὐδὲν δὲ δείκνυσιν· οὐ γὰρ οὐσίαν τινὰ ἢ ὕπαρξιν δηλοῖ τοῦ πράγματος· ὁ δὲ μετ’ ἐκεῖνον ῥηθεὶς οἷον ἀπόδειξίς τίς ἐστι τοῦ τί ἐστι τὸ ὑποκείμενον πρᾶγμα, τῇ θέσει διαφέρων τῆς ἁπλῶς ἀποδείξεως·1 ἐν γὰρ τῷ διὰ τί βροντᾷ, καὶ τί ἐστι βροντὴ τὰ ἀποδιδόμενα τὰ αὐτά, ἑτέρως δὲ καὶ ἑτέρως πίπτοντα καὶ ταττόμενα. ‘διὰ τί γὰρ βροντᾷ’ τινὸς ἐρωτήσαντος ‘διὰ τὸ ἀποσβέννυσθαι τὸ πῦρ ἐν τοῖς νέφεσιν’ ἀποκρινόμεθα· ‘τί δέ ἐστι βροντὴ’ ἐρωτήσαντος, λέγομεν ‘ψόφος ἀποσβεννυμένου πυρὸς ἐν νέφει.’ οὕτως μὲν οὖν, ὡς εἴληπται πρὸς τὴν διὰ τί ἐστιν ἐρώτησιν ἡ τῆς αἰτίας ἀπόδοσις, ἀσαφὲς δοκεῖ, πῶς τῇ θέσει διαφέρουσιν ἀλλήλων ὅ τε τοιοῦτος ὅρος καὶ ἡ ἀπόδειξις· ἀλλ’ ἐπεὶ ἡ τῆς αἰτίας ἀπόδοσις παρίστησιν τὴν ἀπόδειξιν, συλλογιστικῶς δεῖ σχηματίζειν αὐτήν, καὶ τηνικαῦτα ἐπιγνωσόμεθα τὸ λεγόμενον. τοῦτο δ’ εἴληπται, ὅτι ὁ τοιοῦτος ὅρος αἴτιον ἔχει καὶ αἰτιατόν, καὶ ἐν μὲν τῇ ἀποδείξει τὸ μὲν αἰτιατὸν συμπέρασμα γίνεται, τὸ δ’ αἴτιον μέσος ὅρος λαμβάνεται. οἷον ἐν τῷ νέφει πῦρ ἀποσβέννυται· ἔνθα πῦρ ἀποσβέννυται, ψόφος γίνεται· ἐν τῷ νέφει ἄρα ψόφος γίνεται. ἰδοὺ οὖν ἐν τῇ ἀποδείξει, προηγήσατο μὲν τὸ ἀποσβέννυσθαι πῦρ, ἠκολούθησε δὲ ὁ ψόφος· εἰ δὲ ὁρισμὸς ἀποδοθῇ τῆς βροντῆς, ἀνάπαλίν ἐστι. τί ἐστι βροντή; ψόφος ἀποσβεννυμένου πυρὸς ἐν νέφει. ὁ γὰρ ψόφος ἐνταῦθα πρότερος τέθειται, μετ’ αὐτὸν δὲ τὸ πυρὸς ἀποσβεννυμένου τέτακται. ὥσθ’ ὁ τοιοῦτος ὁρισμὸς θέσει τῆς ἀποδείξεως διενήνοχεν. οὕτως ἐρεῖς καὶ περὶ τῶν ἄλλων, θυμοῦ λέγω καὶ σελήνης ἐκλείψεως. τί ἐστι σελήνης ἔκλειψις; στέρησις φωτὸς διὰ γῆς ἀντίφραξιν. ἡ δὲ ἀπόδειξις ἡ σελήνη ἀντιφράττεται ὑπὸ τῆς γῆς· πᾶν τὸ ἀντιφραττόμενον στερεῖται τοῦ φωτός· ἡ σελήνη ἄρα στερεῖται τοῦ φωτός’. ὡσαύτως καὶ περὶ τοῦ θυμοῦ. ‘θυμός ἐστι ζέσις τοῦ περικαρδίου αἵματος δι’ ὄρεξιν ἀντιλυπήσεως.’ ἡ δὲ ἀπόδειξις ‘ὁ δεῖνα ὀρέγεται ἀντιλυπῆσαι· τοῦ ὀρεγομένου ἀντιλυπῆσαι ζέει τὸ περὶ τὴν καρδίαν αἷμα· τοῦ δεῖνος ἄρα ζέει τὸ περὶ τὴν καρδίαν αἷμα.’ καὶ τάχα διὰ τοῦτο καὶ ἀναλυτικὸς συλλογισμὸς ἢ τοῦ διὰ τί ἀπόδειξις λέγεται, ὅτι ἀπὸ τοῦ ἐλάττονος ἄκρου ἐπὶ τὸ μεῖζον πρόεισι, τῷ ἐλάττονι πρώτῳ τὴν αἰτίαν προσάπτουσα2 ὡς καὶ πρώτην ἐπιγινομένην ἐκείνῳ· ᾗ ἑπόμενον καὶ τὸ μεῖζον κατὰ τοῦ ἐλάττονος διὰ μέσου αὐτῆς συνάγεται. οὕτω μὲν οὖν ὁ τοιοῦτος λόγος λαμβανόμενος ἀπόδειξίς ἐστι συνεχής, ἐκείνως δὲ ὁρισμός. συνεχὴς δὲ ἀπόδειξις λέγεται, ὅτι ἐν τῷ πρώτῳ γίνεται σχήματι· καθόλου γὰρ καταφατικὸν ἐν ἑτέρῳ σχήματι οὐ συνάγεται. διὰ τί δὲ οἱ ἐν τῷ πρώτῳ σχήματι συλλογισμοὶ συνεχεῖς; ὅτι μὴ διῄρηται ὁ μέσος τῶν ἄκρων ὡς ἐν τοῖς ἄλλοις ἔξω αὐτῶν κείμενος, ἀλλ’ ἐπ’ εὐθείας κατὰ συνέχειαν ἡ κατηγορία τῶν ὅρων πρόεισιν. ἢ καὶ διὰ τὸ οὕτως εἰλῆφθαι, ὡς αὐτὸς εἴληφε, συνεχῆ ταύτην ὁ Ἀριστοτέλης ὠνόμασεν· οὐ γὰρ κατὰ προτάσεις διῄρηται, ἀλλ’ ὑφ’ ἓν ἐξενήνεκται. ὁ γὰρ ἐν τῷ διὰ τί βροντᾷ ἀποδιδόμενος λόγος ὅτι πῦρ ἐν τοῖς νέφεσιν ἀποσβέννυται κἀντεῦθεν ἐν αὐτοῖς ψόφος γίνεται, οὐκ ἔστιν εἰς προτάσεις διῃρημένος οὐδὲ δὶς ἔχων τὸν μέσον εἰλημμένον, ἀλλὰ συνεχεῖς τοὺς τρεῖς ἐξενεχθέντας ὅρους.3 Ἕτερος μετὰ τοῦτον τάττεται ὁρισμός, ὅστις ἐστὶ συμπέρασμα τῆς τοῦ τί ἐστιν ἀποδείξεως, οἷον τί ἐστι βροντή; ψόφος ἐν νέφει· τί ἐστι σελήνης ἔκλειψις; φωτὸς στέρησις· τί ἐστι θυμός; ζέσις τοῦ περικαρδίου αἵματος. τῆς τοῦ τί ἐστι δὲ ἀποδείξεως συμπεράσματα οἱ τοιοῦτοι ὅροι λέγονται, ὅτι ἡ ἀπόδειξις ἡ διὰ τοῦ τί ἦν εἶναι προϊοῦσα μέσον μὲν ὅρον ἔχει τὴν αἰτίαν τοῦ πράγματος, τὸ δὲ ταύτῃ ἑπόμενον ὡς αἰτιατὸν κατὰ τοῦ ἐλάττονος συναγόμενον· ὡς εἶναι μὲν ὁρισμοὺς καὶ ἀμφότερα, ἔχειν δ’ οὕτω πρὸς ἄλληλα, ὡς αἴτιον εἶναι θατέρου θάτερον.4 ἄμφω μὲν οὖν λαμβανόμενα τέλειος ὁρισμὸς γίνεται, ἰδίᾳ δ’ ἑκάτερον ἀτελῆ μὲν ὡς ὁρισμοί. γίνεται δ’ ἐν τῇ ἀποδείξει ἧς ὁ τοιοῦτος ὁρισμὸς θέσει διενήνοχε, τὸ μὲν μέσον τὸ δὲ μεῖζον ἄκρον κατὰ τοῦ ὑποκειμένου συναγόμενον, ὡς εἶναι τὸν ἕτερον τῶν ὅρων μετὰ τοῦ ὑποκειμένου συμπέρασμα ἀποδείξεως. ‘ἐν νέφεσι πῦρ ἀποσβέννυται· ἔνθα πῦρ ἀποσβέννυται, ψόφος γίνεται· ἐν νέφεσιν ἄρα ψόφος γίνεται’. τὸ οὖν ψόφος ἐν νέφεσιν, ὁρισμός τις ὢν τῆς βροντῆς, ἐν τῇ ἀποδείξει τῇ μέσον ἐχούσῃ τὸ τί ἐστι συμπέρασμα γέγονεν.

因为所有此类定义都呈现出事物据以存在的原因,而它们各自正是就这一事物被给出的。因此,先前的定义固然有所指示,却未证明任何东西;因为它并未揭示事物的某种实体或实存。但在其后所说的定义,则是对底层事物“是什么”的一种证明,它与单纯的证明在位置上有所不同;因为在“为什么打雷”和“雷是什么”中,所给出的内容是相同的,只是以不同的方式落入并排列而已。事实上,当有人问“为什么打雷”时,我们回答说“因为火在云中熄灭”;而当他问“雷是什么”时,我们说“云中熄灭之火的响声”。因此,只要原因的给出是针对“为什么存在”的提问而被采纳的,那么此类定义与证明在位置上如何彼此不同,似乎并不清楚;但既然原因的给出呈现了证明,就必须以三段论的方式予以形式化,届时我们将清楚认识所言之事。而这之所以能够被把握,是因为此类定义包含原因和结果,且在证明中结果成为结论,而原因则作为中项被采纳。例如“在云中火熄灭了;火熄灭之处,产生响声;因此在云中产生响声”。看哪,在证明中,火的熄灭先行,而响声随后;但如果给出雷的定义,则刚好相反:“雷是什么?云中火熄灭的响声”。因为在这里响声被放在前面,而在它之后排着“火熄灭的”。因此,此类定义在位置上与证明相异。关于其他事物,我是指愤怒和月食,你也可以这样说。“月食是什么?由于大地的阻挡对光的剥夺”。而证明则是:“月亮被大地阻挡;凡被阻挡者皆被剥夺光;因此月亮被剥夺光”。关于愤怒同样如此:“愤怒是由于报复的欲望而在心脏周围血液的沸腾”。而证明则是:“某人渴望报复;渴望报复者其心脏周围血液沸腾;因此某人的心脏周围血液沸腾”。或许正因如此,它也被称为分析的三段论或关于‘为什么’的证明,因为它从小项走向大项,首先将原因归于小项,仿佛原因也是最先发生于小项之上;而随着原因而来,大项也通过作为中项的原因关于小项被推导出来。因此,此类说明这样被采纳时是连续的证明,而那样被采纳时则是定义。之所以被称为连续的证明,是因为它发生在第一格中;因为全称肯定命题在其他格中无法被推导出来。但为什么第一格的三段论是连续的?因为中项并不像在其他格中位于两端之外那样与两端分离,而是名辞的述谓沿着直线依连续性推进。或者是因为按照亚里士多德自己所采纳的那样如此被采纳,他才将这称为连续的;因为它并未按前提被分割,而是在一个整体下被表达出来。因为在“为什么打雷”中所给出的说明,即“火在云中熄灭,由此在云中产生响声”,既未被分割为前提,也未将中项采纳两次,而是连续地表达了三个名辞。 排列在此之后的另一种定义,是“是什么”的证明的结论,例如“雷是什么?云中的响声”;“月食是什么?对光的剥夺”;“愤怒是什么?心脏周围血液的沸腾”。此类界定之所以被称为“是什么”的证明的结论,是因为通过本质推进的证明将事物的原因作为中项,而将随着原因而来的结果关于小项推导出来;以至于虽然两者都是定义,但它们彼此相关的方式是一方为另一方的原因。因此,若两者都被采纳,就生成完全的定义;但各自单独而言,作为定义是不完全的。在那种此类定义与其在位置上相异的证明中,一者成为中项,另一者成为关于底层事物被推导出来的大项,以至于其中一个名辞连同底层事物一起成为证明的结论:“在云中火熄灭;火熄灭之处,产生响声;因此在云中产生响声”。因此,“云中的响声”作为雷的一种定义,在具有“是什么”作为中项的证明中成为了结论。

语法注4 条
  1. 1.142τῇ θέσει διαφέρων τῆς ἁπλῶς ἀποδείξεως

    限定与格 τῇ θέσει(在位置上)修饰分词 διαφέρων。属格 τῆς ἁπλῶς ἀποδείξεως 是由 διαφέρων 所支配的比较属格(不同于单纯的证明)。

  2. 1.142ἀπὸ τοῦ ἐλάττονος ἄκρου ἐπὶ τὸ μεῖζον πρόεισι, τῷ ἐλάττονι πρώτῳ τὴν αἰτίαν προσάπτουσα

    阴性单数主格分词 προσάπτουσα 在语法上与前文出现的阴性名词短语 τοῦ διὰ τί ἀπόδειξις(关于‘为什么’的证明)一致。τῷ ἐλάττονι 作与格宾语,τὴν αἰτίαν 作宾格宾语。

  3. 1.142ἀλλὰ συνεχεῖς τοὺς τρεῖς ἐξενεχθέντας ὅρους

    与前面的分词短语 οὐδὲ δὶς ἔχων τὸν μέσον εἰλημμένον 并列,承前补入分词 ἔχων,以 τοὺς τρεῖς ἐξενεχθέντας ὅρους 作宾格宾语,以 συνεχεῖς 作谓述性宾格(连续地具有表达出的三个名辞)。

  4. 1.142ὡς εἶναι μὲν ὁρισμοὺς καὶ ἀμφότερα, ἔχειν δ’ οὕτω πρὸς ἄλληλα, ὡς αἴτιον εἶναι θατέρου θάτερον

    连词 ὡς 带不定词 εἶναι 和 ἔχειν 表达结果。第二个 ὡς 与 οὕτω 照应,引出不定词 εἶναι,说明方式或进一步结果(以至于一方是另一方的原因)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:130.10-131.31