- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:128.33-130.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥斯论述了既未能揭示事物原因也未能揭示其实存的名称性说明绝非严格意义上的定义,而像《伊利亚特》那样仅凭连词合为一体的说明也缺乏真正的定义统合性,进而阐明提供事物存在原因的“为什么存在”的说明乃是定义的固有具体种。
ἔχοντες δὴ τὸν ὁρισμὸν τοῦτον καὶ εἰδότες ὅτι τοῦτο σημαίνει τὸ ὄνομα, οὐκ αὐτάρκως ἔχομεν τῆς αἰτίας τοῦ προκειμένου οὐδὲ τίς ἡ αἰτία αὐτοῦ ἐστιν ὅσον ἀπὸ τοῦ λόγου τούτου γινώσκομεν, οὔτε εἰ αἰτία ὅλως αὐτοῦ καὶ λόγος ἐστίν, ἀλλὰ ζητοῦμεν ἔτι αὐτήν, εἴ γε καὶ ἐπὶ μὴ ὄντων ἔστιν εὑρεῖν ὀνόματα κείμενα. εἰς γνῶσιν δὲ καὶ ἐπιστήμην ἐλθεῖν τοῦ εἶναί τι ἀπὸ τοιούτου τρόπου τῶν χαλεπωτάτων ἐστίν. εἴρηται γὰρ καὶ πρότερον ὅτι τὸ ἀπὸ συμβεβηκότων πειρᾶσθαι εἰς ἐπιστήμην ἰέναι τοῦ πράγματος χαλεπόν ἐστι· τὸ γὰρ οὕτως εἰδέναι τὸ πρᾶγμα μηδὲ εἰδέναι ἐστίν, εἴτε ἔστιν εἴτε μή, ἢ μόνον κατὰ συμβεβηκός, κυρίως δὲ καὶ καθ’ αὐτὸ οὐχί· συμβέβηκε γὰρ τῷ πράγματι τὸ ὑπὸ τοιᾶσδε φωνῆς σημαίνεσθαι. σημεῖον δέ· ἐνδέχεται γὰρ καὶ ὑπὸ ἑτέρας σημαίνεσθαι· ὃ δὲ ἐνδέχεται ὁτῳοῦν ἑνὶ καὶ τῷ αὐτῷ εἶναί τε καὶ μὴ εἶναι, τοῦτο συμβεβηκός. ἐπεὶ τοίνυν ἐκ τοῦ ὀνοματώδους λόγου οὐδεμίαν ἔστιν αἰτίαν εἰδέναι τοῦ πράγματος, οὐδὲ εἰ ἔστιν ὅλως αἰτία ἴσμεν αὐτοῦ ὅσον ἐκ τοῦ τοιούτου λόγου, ὥστε οὐδ’ εἰ ἔστιν ὅλως. οἷον τὸ κενὸν τί μὲν σημαίνει συνίεμεν, τυχὸν ἀναφῆ τινα φύσιν ἢ οὕτω πως· οὐκ ἴσμεν δὲ ὅτι ἔστιν οὔτ’ ἔτι μᾶλλον διὰ τί ἐστιν. ἐπεὶ δὲ περὶ ὁρισμοῦ λέγομεν, εἷς δὲ λόγος ὁ ὁρισμὸς καὶ εἷς κυρίως ὡς ἓν δηλῶν, ὡς συντρέχειν τῷ λόγῳ τὸ πρᾶγμα, ἔστι δὲ καὶ ἄλλως εἷς λόγος, εἴτε ὁ συμβεβηκὸς συμβεβηκότος κατηγορῶν εἴτε καὶ ὁ συμβεβηκὸς οὐσίας, ὧν οὐδεὶς οὕτως εἷς ὡς ὁρισμός, ὅτι ἀλλήλων ἕτερα τὰ ὑπ’ αὐτοῦ δηλούμενα, ὡς μὴ ἕν τι εἶναι ἐξ αὐτῶν, καὶ πρότασις μὲν μία, πράγματα δὲ ἕτερα (πολλοῦ γὰρ δεῖν εἷς ὁ συνδέσμῳ εἷς,1 ὡς ὁ λέγων τὸ ὂν πᾶν ἢ ποιεῖν ἢ πάσχειν), ἀναγκαίως παρήχθη ἡ περὶ τοῦ ποσαχῶς ὁ εἷς λόγος λέγεται ζήτησις. οὐδεὶς οὖν ἕτερος οὕτως εἷς ὡς ὁ ὁρισμός. διὰ τοῦτο οὐδὲ ὁρισμός τις αὐτῶν, ἐπεὶ μὴ ἕν τι γίνεται ἐκ τῶν συντιθέντων αὐτόν, ὅπερ ἴδιον ὁρισμοῦ. ὥστ’ οὐδὲ ἡ Ἰλιὰς ὁρισμός, εἰ καὶ ὁ λόγος εἷς ἐστιν, ὅτι μὴ ἁπλῶς εἷς ἀλλὰ συνδέσμῳ. οὐδὲν δὲ ἧττον τὰ περὶ τοῦ ἑνὸς λόγου λεγόμενα καὶ πρὸς τὸ δεῖξαι μὴ ὄντα ὁρισμὸν τὸν ὀνοματώδη λόγον συντελεῖ. εἰ γὰρ δώσομεν τὸν ὀνοματώδη λόγον διὰ τὸ σημαίνειν ταὐτὸν τῷ ὀνόματι καὶ ἕνα εἶναι, διὰ ταῦτα εἶναι καὶ ὁρισμόν, ἐπεὶ καὶ ἡ Ἰλιάς,2 ἤγουν ἡ ποίησις ἅπασα ἡ περὶ τῶν ἐν Ἰλίῳ γεγονότων Ὁμήρῳ συντεθεῖσα λόγος τε εἷς πώς ἐστι κατὰ τὸν σύνδεσμον (ἔχονται γὰρ ἀλλήλων αἱ ῥαψῳδίαι πᾶσαι καὶ τοῖς συνδέσμοις συνήνωνται, καὶ προσέτι ταὐτὸν δηλοῖ τῷ ὀνόματι ὁ λόγος ἅπας· ὃ γὰρ τὸ Ἰλιὰς ὄνομα σημαίνει, τοῦτο εἰς πλάτος διηγεῖται ἡ ποίησις) ἔσται ὁρισμὸς καὶ ἡ Ἰλιάς. νῦν δὲ οὐκ ἀρκεῖ ταῦτα πρὸς τὸ εἶναι ὁρισμὸν τὸν λόγον, ἀλλ’ ὁ ἀληθὴς ὁρισμὸς εἷς τε ἔσται ἁπλῶς καὶ ἓν καθ’ ἑνὸς δηλῶν μὴ κατὰ συμβεβηκός. κἂν γὰρ πολλὰ τυχὸν εἴη ὀνόματα, ἐξ ὧν ὁ ὁρισμὸς σύγκειται, ἀλλ’ ἕν τι ἐκ πάντων ἐστὶν ὃ δηλοῦται κατὰ τοῦ ὁριστοῦ ἑνὸς ὄντος καὶ αὐτοῦ, καὶ οὐ κατὰ συμβεβηκός· οὐ γὰρ συμβεβηκὸς τὸ τί ἐστι καθ’ οὗ ἀποδίδοται. ὧν οὐδέτερον οὔτε ὁ ὀνοματώδης ἔχει λόγος οὔτε ὁ συνδέσμῳ εἷς οὔτε ὁ ἄλλως μὲν εἷς, μὴ ὢν δὲ ὁρισμός. οὔτε γάρ τινα ὕπαρξιν πράγματος καθ’ ἑτέρας δηλοῖ ὁ ὀνοματώδης, ἀλλὰ μόνον τὴν λέξιν διασαφεῖ, πόθεν εἴληπται, οὔτε μὴ κατὰ συμβεβηκός, ἀλλ’ ἢ μᾶλλον κατὰ συμβεβηκός· κατὰ συνθήκην γὰρ τὰ ὀνόματα. ὁ τοίνυν τοιοῦτος λόγος οὐκ ἂν εἴη ὁρισμός, καθὼς Ἀριστοτέλης πρότερόν τε εἴρηκε καὶ νῦν δὲ ὑπέμνησεν, ἐπεὶ καὶ τοῖς μὴ οὖσι μὲν ὀνομαζομένοις δὲ προσαρμόσειεν ἄν. καὶ ἔστω οὗτος εἷς ὅρος ὁρισμοῦ μὴ κυρίως ἀποδιδόμενος· μεταβῶμεν δ’ ἐφ’ ἑτέρας ἀποδόσεις αἳ τοὺς κυρίως ὅρους τοῦ ὅρου κατ’ εἶδος ἡμῖν παραστήσουσιν. Ἔστιν ὅρος ὅρου ἕτερος3 λόγος ὁ δηλῶν διὰ τί ἐστι, τουτέστιν ὁ τὴν αἰτίαν παρέχων, δι’ ἣν τὸ πρᾶγμά ἐστιν, ὡς ὁ λέγων ‘θυμός ἐστι ζέσις τοῦ περὶ τὴν καρδίαν αἵματος δι’ ὄρεξιν ἀντιλυπήσεως’· αἰτία γὰρ δι’ ἣν ὁ θυμός ἐστιν ἡ τῆς ἀντιλυπήσεως ὄρεξις. οἷος καὶ ὁ λέγων ἔκλειψιν εἶναι τῆς σελήνης στέρησιν φωτὸς διὰ γῆς ἀντίφραξιν. ὡσαύτως καὶ ὁ βροντὴν λέγων εἶναι ψόφον ἐν νέφεσι διὰ πυρὸς ἀπόσβεσιν.
因此,即使我们具有这种定义并知晓该名称意味着这个,我们也并未充分掌握摆在我们面前的事物的原因,仅从此种说明出发,我们既不知道它的原因是什么,也不知道它根本是否存在原因和说明,反而仍旧在寻求它,因为即便在非存在物上也是能够找到被确立的名称的。而从这样一种方式达到关于某物存在的认识和科学知识,属于最困难的事情。因为先前也曾说过,试图从事物的偶性出发走向关于它的科学知识是困难的;因为以这种方式知晓事物,甚至根本算不上知晓它存在还是不存在,或者只是偶性地知晓,而绝不是本义地且就其自身而言地知晓;因为对于事物而言,被这样一种语音所指示乃是偶性的。其证据是:它也可能被另一种语音所指示;而凡对于任何同一事物既可能存在又可能不存在者,这就是偶性。因此,既然从名称性说明出发无法知晓事物的任何原因,仅从此类说明出发我们甚至不知道它是否根本存在原因,以至于我们甚至不知道它是否根本存在。例如,我们懂得虚空意味着什么,也许是某种不可触知的天性或诸如此类;但我们不知道它是否存在,更不知道它为什么存在。然而,既然我们在谈论定义,而定义是一个说明,并且作为指示一个事物而按本义是一个说明,以使得事物与该说明相符合,但还有在其他方式上被称为一个说明的,无论是把偶性述谓偶性的说明,还是把偶性述谓实体的说明,其中没有一个是像定义那样是单一的,因为被它所指示的事物彼此不同,以至于从中并不能生成某种单一之物,命题虽然是一个,事物却是不同的(因为通过连词而合为一者,距离单一还差得远,正如说全有要么是能动要么是受动的那样),所以关于单一说明在多少种意义上被言说的探求必然被引入了。因此,没有任何其他的说明像定义那样是单一的。为此缘故,它们中没有一个是定义,因为从构成它的诸成分中并不能生成某种单一之物,而这正是定义所特有的。因此,即使其说明是一个,伊利亚特也不是定义,因为它并非端地是一,而是通过连词合为一。然而,关于单一说明所谈论的内容,对于表明名称性说明不是定义也同样有所助益。因为如果我们承认名称性说明由于指示与名称相同的事物并且是单一的,因而基于这些理由也是定义,那么既然伊利亚特,即荷马关于在伊利昂所发生之事的全部诗作,按照连词在某种意义上也是一个说明(因为所有的篇章彼此衔接并通过连词结合在一起,而且整个说明还指示与名称相同的事物;因为伊利亚特这一名称所意味的,正是这部诗作详细讲述的内容),伊利亚特也将是定义了。但实际上,这些对于一个说明成为定义是不充分的,真正的定义既端地是一,又必须非偶性地指示关于单一之物的单一之物。因为即使构成定义的名称偶然有许多,但在所有这些成分之上所生成的某种单一之物,乃是关于同样作为一的被定义物而被指示的,并且是非偶性地被指示的;因为“是什么”对于给出它的对象而言绝不是偶性。这两者,无论名称性说明、通过连词合为一者,还是以其他方式合为一却不是定义者,都不具备。因为名称性说明既不关于另一实存而指示某事物的某种实存,而只是阐明字词从何处而来,又不是非偶性地指示,反而毋宁是偶性地指示;因为名称乃是出于约定。因此,此类说明不会是定义,正如亚里士多德先前说过且如今又提醒我们的那样,因为它甚至可以适用于那些虽被命名但并不存在的事物。姑且把这当作非本义地给出的定义的一种界定;让我们转向其他的表述,它们将按种向我们呈现定义的本义界定。 定义的另一种界定是表明“为什么存在”的说明,即提供事物据以存在的原因的说明,例如说“愤怒是由于报复的欲望而在心脏周围血液的沸腾”;因为愤怒据以存在的原因乃是报复的欲望。又如说月食是“由于大地的阻挡而对光的剥夺”。同样,说雷是“由于火的熄灭而在云中的响声”也是如此。
- 1.142πολλοῦ γὰρ δεῖν εἷς ὁ συνδέσμῳ εἷς
πολλοῦ δεῖν 是表示“远非……”或“绝不……”的独立不定式惯用短语。此处修饰表语 εἷς 与主语 ὁ συνδέσμῳ εἷς(“通过连词合为一者”),有力地断言仅仅凭借连词联合的事物绝非真正的一。
- 1.142εἰ γὰρ δώσομεν τὸν ὀνοματώδη λόγον ... ἔσται ὁρισμὸς καὶ ἡ Ἰλιάς
整个条件句的骨架是从 εἰ γὰρ δώσομεν...(“因为如果我们承认……”)通往结句 ἔσται ὁρισμὸς καὶ ἡ Ἰλιάς(“《伊利亚特》也将是定义了”)。在条件从句之后,由 ἐπεὶ καὶ ἡ Ἰλιάς... 引出的长篇原因从句(解释整部史诗如何通过连词结合并指示与名称相同的内容)造成了主句断言的大跨度倒置与隔离(hyperbaton)。
- 1.142Ἔστιν ὅρος ὅρου ἕτερος
在 ὅρος ὅρου 中,属格 ὅρου 用作限定性或宾格性属格,意为“关于定义的界定/定义”。注疏者厄斯特拉齐奥斯常用 ὅρος τοῦ ὁρισμοῦ 或 ὅρος ὅρου 来指称亚里士多德所区分的定义的各个具体种,因此此处意为“定义的另一种界定[具体种]”。
