- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:11.32-13.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者释读了亚里士多德《后分析篇》89b23–89b27,阐明了所探求的事项为何在数量上与科学知识的对象相等,列举了四种探求的划分,并通过日食的例证论证了对“事实”的探求关涉主词与谓词的二元复合。
" Τὰ ζητούμενά ἐστιν ἴσα τὸν ἀριθμὸν ὅσαπερ ἐπιστάμεθα." Ἐπεὶ ὁ ἀνθρώπινος νοῦς ἀτελής ἐστιν ἐξ ἀρχῆς, ὡς ἐκ τοῦ δυνάμει προβαίνειν εἰς τὴν ἐνέργειαν, διὰ τοῦτο καὶ ἐκ ζητήσεως τοῦ γνωστοῦ εἰς εὕρεσιν αὐτοῦ παραγίνεται. τὰ γένη τοίνυν τῶν ζητουμένων τοσαῦτά ἐστιν, ὅσα καὶ τὰ τῶν γινωσκομένων. ἐνδεὴς γὰρ ὢν ὁ νοῦς τῆς τοῦ γνωστοῦ γνώσεως ζητεῖ, καὶ εὑρὼν ἐκεῖνο εὕρηκεν ὃ ἐζήτηκεν. ἢ δὴ ἁπλῶς τὸ εἶναι ζητήσας τοῦτο εὕρηκεν ἢ τὸ τί ἐστιν ἢ τὸ ὑπάρχειν τί τινι ἢ τὸ διὰ τί ὑπάρχει τί τινι. δόξειε δ’ ἂν διὰ τοῦ ἀδήλου δεικνύναι τὸ ἄδηλον ὁ Ἀριστοτέλης· ἀδήλου γὰρ οὔσης τῆς τε τῶν ζητουμένων τῆς τε τῶν γινωσκομένων ποσότητος ἔοικε τὴν ἑτέραν διὰ τῆς ἑτέρας δεικνύναι. οὐκ ἔστι δὲ τοῦτο ἀληθές· οὐ γὰρ ἔλαβεν οὐδετέραν ὁμολογουμένην ποσότητα, ἵνα δόξῃ δι’ ἐκείνης τὴν ἑτέραν δεικνύναι, ἀλλ’ ἀμφοῖν ἀδήλων οὐσῶν τοῦτο μόνον εἶπεν ὅτι δεῖ εἶναι ἰσάριθμα ἀλλήλοις τὰ ζητούμενα καὶ τὰ ἐν ἐπιστήμῃ γινόμενα, ὥσθ’ ὁποτερωνοῦν τῆς ποσότητος δεδειγμένης συναποδεδειγμένην εἶναι καὶ τὴν τῶν ἑτέρων αὐτῇ.1 διὸ καὶ ἐπάγει " Ζητοῦμεν δὲ τέτταρα, τὸ ὅτι, τὸ διότι, εἰ ἔστι, τί ἐστιν." Ἡ μὲν ἀπαρίθμησις αὕτη τῶν ζητουμένων. ὅτι δὲ τοσαῦτα καὶ οὔτε πλείονα οὔτε ἐλάττονα κατὰ γένος ἐστὶ τὰ ζητούμενα, ἤδη δείκνυσι τῇ διαιρετικῇ μεθόδῳ χρώμενος. τί δὲ τούτων ἕκαστον δηλοῖ, ἅπερ ὡς ὀνόματα τοῖς τῶν ζητουμένων ἔθετο γένεσι λόγους ἀντ’ ὀνομάτων λαβών, ἤδη εἴρηται. εἰρήσεται δ’ εἰσέτι κατὰ μέρος τὴν λέξιν ἐπεξιοῦσιν.
“所探求的事项在数量上等于我们所知道的事项。” 由于人类理智从一开始是不完全的,是那种从潜能走向现实者,因此它也从可知解之物的探求走向其发现。所以,所探求事项的属,与所认知事项的属一样多。因为理智因缺乏可知解之物的知识而探求,并且在发现之后便发现了它所探求的事物:即在单纯地探求存在之后发现了它,或发现了“是什么”,或发现了某物属于某物,或发现了某物为什么属于某物。但亚里士多德可能显得是用不明显之物来证明不明显之物;因为所探求事项的数量与所认知事项的数量都是不明显的,他似乎是在通过另一者来证明这一者。但这并非事实;因为他并未将任何一者的数量作为公认的前提,以便显得通过那一定量来证明另一者,而是在二者均不明显的情况下仅说了这一点:所探求的事项与在科学中生成的事项必须彼此等数,以至于无论这两者中哪一者的数量被展示出来,另一者的数量都随之与它一同被证明。因此他接着说: “而我们探求四件事:事实,为什么存在,是否存在,是什么。” 这就是对所探求事项的枚举。而所探求的事项在属上是这么多,既不更多也不更少,他现在通过运用划分法予以展示。至于这些中的每一项表示什么——他将这些作为名称赋予所探求事项的诸属,取了说明以代替名称——这已经讲过了。但在我们逐一研读文句时,还将进一步被论述。
"Ὅταν μὲν γὰρ τόδε ἢ τόδε ζητῶμεν." Δῆλον ἤδη ποιεῖται τὸ προτεθέν, λέγω δὴ τὴν τῶν ζητουμένων ποσότητα· χρῆται δὲ καὶ παραδείγματι καθ’ ἕκαστον, ἄγων δι’ αὐτοῦ τὴν διδασκαλίαν ἐπὶ τὸ σαφέστερον. ὅταν μὲν γάρ, φησίν, τόδε ἢ τόδε ζητῶμεν εἰς ἀριθμὸν θέντες, τουτέστιν ὅταν τι σύνθετον προθῶμεν πρόβλημα ἤγουν ἄλλῳ ἄλλο ὑπάρχειν δηλοῦν, ταὐτὸν δὲ εἰπεῖν ὑποκείμενον καὶ κατηγορούμενον· τοῦτο γάρ ἐστι τὸ εἰς ἀριθμὸν θέντες. τὸ γὰρ ἁπλοῦν μοναδικόν ἐστιν, ἡ δὲ μονὰς οὐκ ἀριθμός· πλῆθος δὲ ἡ δυάς, διὰ τοῦτο καὶ ἀριθμός. ὅταν οὖν τὴν ζήτησιν ἐν πλήθει καὶ ἀριθμῷ θέμενοι, ταὐτὸν δὲ εἰπεῖν ἐν συνθέσει κατηγορουμένου καὶ ὑποκειμένου ταύτην ποιήσαντες, οὕτω προφέρωμεν, καὶ ἐπάγει εὐθὺς τὸ παράδειγμα2 οἷον πότερον ἐκλείπει ὁ ἥλιος ἢ οὔ; ἄλλο γὰρ τῷ λόγῳ ἥλιος καὶ ἄλλο τὸ ἐκλείπειν· ταῦτα τοίνυν δύο πράγματα ὄντα ἀλλήλων ἕτερα λαβόντες ἐν ἑνὶ συντίθεμεν προβλήματι καὶ ζητοῦμεν εἰ ὑπάρχει θατέρῳ θάτερον ἢ μή. ὅταν οὖν, φησίν, οὕτω ποιῶμεν, τὸ ὅτι ζητοῦμεν. ὅτι δὲ οὕτως ἔχει καὶ τοιαύτη ἐστὶν οἵαν εἴπομεν ἡ περὶ τῆς ἐκλείψεως τοῦ ἡλίου ζήτησις ἥδε, δῆλον ποιεῖται διὰ τοῦ ἐπιφερομένου.
“因为当我们探求这或这的时候。” 他现在阐明了所提出的论题,我指的是所探求事项的数量;并且他对每一项都使用了例证,通过例证引导教学走向更清晰的境界。他说,因为当我们“置于数中探求这或这”时——也就是说,当我们提出一个复合的论题,或者表示一物属于另一物时,换句话说即主词和谓词;因为这就是“置于数中”的意思。因为单纯之物是单子的,而单子不是数;但二项是多数,因此也是数。因此,当我们“把探求置于多数与数之中,换句话说即使之处于谓词与主词的复合之中,并如此表述”时——接着他立即补充了例证:例如太阳是否发生日食?因为在界说上太阳是一回事,发生日食是另一回事;因此我们取了这彼此不同的两件事,将它们结合在一个论题中,探求一者是否属于另一者。他说,因此当我们这样做时,我们探求的是“事实”。而这关于太阳日食的探求具有这样的情况,并且如我们所说的那样,他通过接下来的文字使其变得清晰。
"Σημεῖον δὲ τούτου· εὑρόντες γὰρ ὅτι ἐκλείπει πεπαύμεθα, καὶ ἐὰν ἐξ ἀρχῆς εἰδῶμεν ὅτι ἐκλείπει, οὐ ζητοῦμεν πότερον." Ὅτι, φησί, περὶ τοῦ εἰ ὑπάρχει ἄλλῳ ἄλλο ἡ εἰρημένη περὶ τοῦ ἐκλείπειν τὸν ἥλιον ζήτησις, δῆλον ἐκ τῆς περὶ αὐτοῦ ἐπιστήμης. εἴτε γὰρ μετὰ τὸ ζητῆσαι ἡ γνῶσις αὐτοῦ ἡμῖν παραγένηται, πεπαύμεθα τῆς ζητήσεως, εἴτε καὶ ἄνευ ζητήσεως τύχωμεν εἰδότες ὅτι ἐκλείπει, οὐκ ἂν ποτε ζητήσαιμεν περὶ αὐτοῦ. εἰ οὖν ἡ γνῶσις αὐτοῦ ἢ παύει προλαβοῦσα τὴν ζήτησιν καὶ οὐκέτι ἐᾷ ζητεῖν, ἢ οὐδὲ τὴν ἀρχὴν καταλιμπάνει γίνεσθαι ταύτην, εἰ πρὸ ταύτης τύχῃ ὑπάρχουσα, δῆλον ὅτι ἡ ἄγνοια αὐτοῦ ἐν αἰσθήσει γινομένη ποιεῖ τὴν ζήτησιν. ἔστιν ἄρα γένος ζητήματος περὶ τοῦ ὑπάρχειν ἄλλῳ ἄλλο γινόμενον, καὶ ἡ ἐπιχείρησις αὐτῷ ἐκ τοῦ ἐναντίου γεγένηται.3
“此事的证据是:因为一旦发现了它发生日食,我们就停止了;而如果从一开始我们便知道它发生日食,我们就不会探求是二者中的哪一个。” 他说,上述关于太阳发生日食的探求是关于一物是否属于另一物的,这从关于它的知识中便很清楚。因为无论是在探求之后关于它的知识来到我们这里,我们停止了探求,还是即使未经探求我们碰巧知道它发生日食,我们都绝不会关于它进行探求。因此,关于它的知识如果要么预先产生而停止探求且不再允许探求,要么如果碰巧先于探求存在便根本不容许探求产生,那么显而易见,在感觉中产生的关于它的无知造成了探求。因此,存在着关于一物属于另一物而产生的探求之属,而他的论证是从相反者出发做出的。
- 1.3ὥσθ’ ὁποτερωνοῦν τῆς ποσότητος δεδειγμένης συναποδεδειγμένην εἶναι καὶ τὴν τῶν ἑτέρων αὐτῇ
在由表结果的 ὥστε 所引导的带对格的不定词结构(συναποδεδειγμένην εἶναι)中,嵌入了一个表示条件或假设的独立属格结构(ὁποτερωνοῦν τῆς ποσότητος δεδειγμένης)。不定词的逻辑主语是 τὴν τῶν ἑτέρων(即另一者的数量),并与谓词分词 συναποδεδειγμένην 在阴性单数对格上保持一致。与格 αὐτῇ 指代前述被展示的一方数量(ὁποτερωνοῦν τῆς ποσότητος),意为“随同它/与之一同”。
- 1.5ὅταν οὖν τὴν ζήτησιν ἐν πλήθει καὶ ἀριθμῷ θέμενοι, ταὐτὸν δὲ εἰπεῖν ἐν συνθέσει κατηγορουμένου καὶ ὑποκειμένου ταύτην ποιήσαντες, οὕτω προφέρωμεν, καὶ ἐπάγει εὐθὺς τὸ παράδειγμα
在由 ὅταν ... προφέρωμεν(现在虚拟语气第一人称复数)构成的时间从句之后,直接紧接着主句 καὶ ἐπάγει(现在直陈语气第三人称单数,主语为亚里士多德),构成了破格句法(anacoluthon)。注解者先从读者/探求者的视角意译亚里士多德的思路(“当我们如此表述时……”),随即通过连接词 καί 直接转入对作者论述行为的客观叙述(“他随即补充了例证”)。
- 1.6ἡ ἐπιχείρησις αὐτῷ ἐκ τοῦ ἐναντίου γεγένηται
与格 αὐτῷ 在此充当完成时动词 γεγένηται 的施事与格(“论证是由他做出的”)。介词短语 ἐκ τοῦ ἐναντίου 意为“从相反者出发”,指亚里士多德通过探求(源于无知)的对立面——即知识的获得与存在——来证明探求本质的方法。
