← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§127.15-128.33

无中介的本原与依证明而分的定义诸类型

厄斯特拉提奥斯以单位的定义为例,论证了像科学原理这样其原因不异于其自身的本原事物不存在证明,并根据定义与证明的关系引入了定义的种式区分(从名称性定义开始)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.142#2

ὧν μὲν γὰρ ὁριστῶν ἕτερον τὸ αἴτιον, ταῦτα ἀποδεικτά· τῶν δὲ ἀποδεικτῶν ὁριστῶν μέσος τὸ αἴτιον παραλαμβάνεται, ὅπερ ἐστὶν ὁ ὁρισμός. ὧν ἄρα ὁριστῶν ἕτερον τὸ αἴτιον, δῆλος ὁ ὁρισμὸς δι’ ἀποδείξεως γίνεται, ἀποδεικνυμένου μὲν τοῦ εἶναι αὐτά, συναναφαινομένου δὲ αὐτῷ καὶ τοῦ τί ἐστιν. ὅτι δέ ἐστί τινα τοιαῦτα, ὧν οὐκ ἔστιν ἕτερον εὑρεῖν αἴτιον, δῆλον ἐκ τοῦ ἀρχὰς εἶναι τῶν ἐπιστημῶν ὧν οὐκ ἔστιν ἕτερα πρότερα· ὧν καὶ τὸ εἶναι χωρὶς ἀποδείξεως λαμβάνεται ἢ ὑποτιθέμενον ἢ ἐπαγωγῇ γνωριζόμενον ἢ πίστει παραδεχόμενον ἢ ἐμπειρίᾳ ἢ ἄλλον τινὰ τρόπον παραγινόμενον, ἀποδείξει δὲ καὶ συλλογισμῷ οὐδαμῶς. εἰ γὰρ μή, ἢ κύκλῳ ἔσται τὰ πάντα καὶ διὰ ἀλλήλων δεικνύμενα καὶ ἀλλήλων αἴτια καὶ αἰτιατὰ καὶ αὐτὰ ἑαυτῶν ῥηθήσεται ἢ εἰς ἄπειρον προήξει· ὧν ἑκάτερον ὅτι ἄτοπον καὶ ἀναιρετικὸν ἐπιστήμης πολλάκις δέδεικται. ἔστιν ἄρα ἐξ ἀνάγκης πρῶτά τινα ὧν οὐκ ἔστιν ἀπόδειξις, διὰ τρόπων ἑτέρων ἡμῖν παραγινόμενα, ὧν οὐδέ τι ἕτερον εὑρήσομεν τούτων αἴτιον, κἂν ὁρισμὸς αὐτῶν τινος ἀποδιδῶται, οὔτε ἕτερος αὐτοῦ ἐστιν, ἵνα μέσος ληφθεὶς εἰς ἀπόδειξιν αὐτὸ θήσει,1 ἀλλ’ ὁ αὐτὸς αὐτῷ, οὔτε μὴν ἄλλον τρόπον γνώριμος, ἀλλ’ ἢ ὡς τὸ ὁριστὸν ἐξ ὑποθέσεως τυχὸν ἢ πίστεως ἢ ἐπαγωγῆς ἤ τινος τῶν τοιούτων παραγινόμενος. ὁ γὰρ ἀριθμητικὸς τὴν μονάδα εἶναί τε ὑποτίθεται καὶ τὸν ὁρισμὸν αὐτῆς οὐχ ἕτερον αὐτῆς ἀποδίδωσιν, ἀλλ’ αὐτῇ τὸν αὐτόν, μονάδα λέγων εἶναι καθ’ ἣν ἕκαστον τῶν ὄντων ἓν λέγεται. καὶ ὅρα ὅτι οὐχ ὑπῆρξέ τι ἕτερον ᾧ τὸ εἶναι μονάδα ἐπηκολούθησεν, ὥσπερ τυχὸν ἡ τῶν γραμμῶν πρὸς ἀλλήλας κλίσις κατὰ κάθετον, ἵνα ὀρθὴ γένηται, ὃ καὶ αἴτιον ὂν καὶ λόγος τῆς ὀρθῆς ἕτερον αὐτῆς ἐστιν. ὀρθὴ γάρ ἐστι γωνία, ὅταν εὐθεῖα ἐπ’ εὐθείας σταθεῖσα τὰς ἐφεξῆς γωνίας ἴσας ἀλλήλαις ποιῇ. ἀλλ’ οὐκ ἐπὶ τῆς μονάδος οὕτως· οὐ γὰρ πρότερον φύσει ὑπάρξαντος τοῦ κατ’ αὐτὴν ἓν τῶν ὄντων ἕκαστον λέγεσθαι αὐτῇ ἠκολούθησεν,2 ἀλλ’ ἅμα τε αὕτη ἐστὶ καὶ κατ’ αὐτὴν ἓν τῶν ὄντων ἕκαστον λέγεται· διὸ οὐδ’ ἔστιν αὐτῆς τὸ τί ἐστιν ἕτερον. ὧν δὲ τὸ τί ἐστιν ἕτερον αὐτῶν ἐστιν, ἔστιν ἀποδεικνύντας αὐτὰ δηλῶσαι αὐτῶν δι’ ἀποδείξεως τὸ τί ἐστι, μέσον αὐτὸ ἐν τῇ ἀποδείξει λαμβάνοντας, ὥσπερ εἴρηται. ἐπειδὴ τοίνυν τινὲς μὲν τῶν ὁρισμῶν ἀποδείξει καθυποβάλλονται, ὡς δι’ αὐτῆς ἀναφαινόμενοι, τινὲς δὲ ταῖς ἀποδείξεσιν οἱ αὐτοί εἰσι τῇ θέσει μόνῃ αὐτῶν διαφέροντες, τινὲς δὲ μηδέτερον τούτων, ἀλλ’ ὑπέρκεινται πάσης ἁπλῶς ἀποδείξεως, διάφορα κατ’ εἶδος λοιπὸν τὰ τοῦ ὁρισμοῦ σημαινόμενα· ὧν δ’ ὀνομάτων διάφορα κατ’ εἶδος τὰ σημαινόμενα, τῶν πολλαχῶς ἐκεῖνα λεγομένων ἐστί. δεῖ ἄρα ποσαχῶς τε ὁ ὁρισμὸς λέγεται ἐξετάσαι, καὶ τί ἐστιν ἕκαστον τῶν ὑπ’ αὐτοῦ σημαινομένων εἰπεῖν, ἵνα καὶ ἐντεῦθεν εἰδῶμεν, τίνες τε δι’ ἀποδείξεως ἀναφαίνονται, καὶ τίνες ἀποδείξει ὡμοίωνται, καὶ τίνες ἀποδείξεως ὑπερτέθεινται. διὰ γὰρ τοῦτο καὶ ἐξ ἀρχῆς τί ἐστιν ὁρισμὸς ἀποδοῦναι ὑπέσχετο, ὡς ἀναγκαῖον ὂν μαθεῖν τὰς κατ’ εἶδος διαφορὰς τῶν ὁρισμῶν, καὶ ὡς ἔχει πρὸς τὴν ἀπόδειξιν εἶδος ἕκαστον. εἰ δὲ καὶ ὡς γένος εἴποις τὸν ὁρισμὸν εἰς τὰ οὕτως διαιρεῖσθαι κατ’ εἶδος διεστηκότα, οὐδὲν ἧττον δεῖ ταῦτα διαφέρει πρὸς ἄλληλα γινώσκειν, καὶ πῶς ἕκαστον ἔχει πρὸς τὴν ἀπόδειξιν. Πρῶτον οὖν λόγον τοῦ ὁρισμοῦ ὁλοσχερέστερον ἀποδίδωσιν, λέγεσθαι εἶναι φάσκων ὁρισμὸν λόγον τοῦ τί ἐστιν· ὡς εἶναι φανερὸν ἐκ τούτου ὅτι ὅσα τῷ τοιούτῳ λόγῳ καθυποβάλλονται, πάντα ταῦτα ὁρισμοὶ ὀνομάζονται, ὡς καὶ αὐτὸν ὀνομάζεσθαι ὁρισμὸν τὸν μόνον δηλοῦντα τί σημαίνει τοὔνομα. καὶ δὴ λεγέσθω ὁ μέν τις εἶναι ὁρισμὸς λόγος τοῦ τί σημαίνει τοὔνομα, ἢ ὃ ἴσον ἐστὶ τούτῳ, λόγος ὀνοματώδης. οὗτος γὰρ ἕτερος μὲν τῇ λέξει τοῦ προλαβόντος, τῷ δὲ πράγματι ὁ αὐτός· οὐδὲν γὰρ διαφέρει κατά γε τὴν ἔννοιαν, λόγον εἰπεῖν τοῦ τί σημαίνει τοὔνομα καὶ λόγον ὀνοματώδη. ὀνοματώδης γὰρ διὰ τοῦτο, ὅτι πρὸς μόνην ἀφορᾷ τὴν τοῦ ὀνόματος ἑρμηνείαν, οὐχὶ δὲ καὶ πρὸς φύσιν σημαινομένου τινὸς πράγματος, οἷον εἴ τις ἐν τῷ τί ἐστι τρίγωνον ἀποδίδωσιν τὸ τί ἐστι τὸ τρίγωνον κατὰ τὴν τοῦ τριγώνου ὀνομασίαν, ὅτι τὸ ἔχον τρεῖς γωνίας. διττῶς γὰρ τὸ τί ἐστι λέγεται, ἢ ἐπὶ τῆς τοῦ πράγματος ὑπάρξεως, ἢ ἐπὶ τῆς τοῦ ὀνόματος σημασίας.

因为凡是原因在它之外的被定义物,这些都是可证明的;而在可证明的被定义物中,原因被作为中词采纳,而这正是定义。因此,凡是原因在它之外的被定义物,当它们的存在被证明并且“是什么”也随之显现时,定义就通过证明变得显明。但是,存在某些无法找到其他原因的事物,这一点从存在不具有先于它们之物的诸科学原理中是显而易见的;关于这些原理,其存在也是脱离证明而被把握的,要么是通过假设,要么是通过归纳被认识,要么是通过确信被接受,要么是通过经验,或者以某种其他方式生成,但绝不是通过证明和推论。因为如果不这样,要么一切事物都将是循环的、通过彼此被证明并且将被说成彼此的原因和结果以及自身〔的原因和结果〕,要么将进行至无限;而这两者中的每一者都被多次证明是荒谬的且是对科学知识的破坏。因此,必然存在某些没有证明的本原事物,它们通过其他方式传授给我们,对于它们我们找不到任何别的事物作为原因;即使给出了其中某个的定义,它既不与它相异以便在作为中词被采纳时将它置于证明之中,而是与它自身同一,又绝不是以另一种方式为人所知,而是就像被定义物一样,或许是从假设、确信、归纳或诸如此类的方式生成的。因为算术家既假设单位存在,又给出其并非异于它自身而是与它相同的定义,说单位是据其存在着的每一事物被称为一者。请看,并没有某种别的事物居先存在而使得作为单位随之而来,并不像例如线相互垂直倾斜以便产生直角那样,垂直倾斜作为直角的原因和说明是异于直角自身的。因为直角是当一直线立于一直线上而使邻角彼此相等时的角。但在单位上并非如此;因为并不是在据其存在着的每一事物被称为一在自然上居先存在之后随之跟从于它,而是它存在的同时存在着的每一事物就据其被称为一;因此它的“是什么”也绝不异于它自身。而在那些“是什么”异于它们自身的事物上,正如所说的那样,证明者通过在证明中将它〔“是什么”〕作为中词采纳,是可能通过证明阐明它们的“是什么”的。 因此,既然某些定义由于通过证明而显现因而服从于证明,某些定义仅在排列上次序不同而与证明同一,某些定义则既非前者亦非后者而是端地凌驾于一切证明之上,所以定义的指示对象在种上是各异的;凡是指示对象在种上各异的名称,都属于多义地被言说的事物。因此,必须考察定义在多少种意义上被言说,并说明其所指示的每一事物是什么,以便我们由此也能知道哪些定义通过证明而显现,哪些定义与证明等同,哪些定义凌驾于证明之上。因为正是为了这个缘故,他从一开始就承诺要给出定义是什么,因为认识定义的种的差异以及每一具体种与证明具有何种关系是必然的。即使你说定义作为属被区分为这样在种上相互分离的事物,知道这些事物如何彼此相异以及每一项与证明具有何种关系也同样是必要的。 因此,首先他给出了一个更为概括的定义说明,宣称定义被称为“是什么”的说明;以此显明,凡是服从于此类说明的事物,全部都被称为定义,以至于甚至仅仅表明名称意味着什么的东西本身也被称为定义。诚然,姑且说某种定义是“名称意味着什么”的说明,或者与此相等的“名称性说明”。因为这在措辞上虽异于前者,但在事实上是相同的;因为至少在观念上,说“名称意味着什么的说明”与说“名称性说明”毫无区别。因为被称为“名称性”正是因为这一点:它仅仅着眼于名称的解释,而不着眼于某种被指示事物的本性,例如若有人在回答“什么是三角形”时,根据三角形的命名给出三角形是什么,即“具有三个角的东西”。因为“是什么”是在双重意义上被言说的:要么就事物的实存而言,要么就名称的意义而言。

语法注2 条
  1. 1.142ἵνα μέσος ληφθεὶς εἰς ἀπόδειξιν αὐτὸ θήσει

    连词 ἵνα 后接直陈式将来时 θήσει 构成目的从句。分词 ληφθείς 的逻辑主语以及 θήσει 的主语是前文的 ὁρισμός,代词宾语 αὐτό 则指代第一本原或被定义物(πρῶτον / ὁριστόν),即“以便[定义]作为中词被采纳时将它[本原]置于证明之中”。

  2. 1.142οὐ γὰρ πρότερον φύσει ὑπάρξαντος τοῦ κατ’ αὐτὴν ἓν τῶν ὄντων ἕκαστον λέγεσθαι αὐτῇ ἠκολούθησεν

    以定冠词不定式短语 τοῦ ... λέγεσθαι 作为分词 ὑπάρξαντος 主语的名词性属格独立结构(ὑπάρξαντος ... τοῦ ... λέγεσθαι)位于主要动词 ἠκολούθησεν 之前,表达“并非在据其存在着的每一事物被称为一在自然上居先存在之后随之跟从于它”这一逻辑与本体上的同时性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:127.15-128.33