← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§125.33-127.15

基于原因与事物差异的定义可证明性区分

厄斯特拉条阐明了关于定义不可证明与定义通过证明为人所知这两种说法的调和,指出在原因不同于事物自身的对象(如月食或雷)中,原因作为中词使定义通过证明得以揭示;而在人这类本质实体中,原因与事物并不相异,因而若行证明则必沦为乞题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.142#1

" Ὡς μὲν τοίνυν λαμβάνεται τὸ τί ἐστι καὶ γίνεται γνώριμον, εἴρηται." Ὥσπερ τις τῶν εἰρημένων εἶναι συμβίβασις τὸ νῦν προκείμενον ἔοικεν.1 ἐπειδὴ γὰρ πρότερον μὲν μὴ εἶναι ἀπόδειξιν ὁρισμοῦ διισχυρίσατο ἱκανῶς, ἔπειτα τρόπον τινὰ παραδέδωκε, δι’ οὗ ἐνδέχεται ὁρισμὸν δι’ ἀποδείξεως εὑρίσκεσθαι, νῦν φησιν ὡς οὐδέτερος τῶν λόγων τοῦ ἀληθοῦς διαπέπτωκε. συλλογισμὸς μὲν γὰρ καὶ ἀπόδειξις οὐκ ἔστι τοῦ τί ἐστιν οὕτως, ἵνα τις δεικνύῃ ὅτι οὗτος ὁ ὁρισμὸς τοῦδε τοῦ ὁριστοῦ ὁρισμός ἐστι· γίνεται μέντοι δῆλον δι’ ἀποδείξεως. οὐκ ἐπὶ πάντων δὲ τοῦτο τῶν ὁριστῶν, ἀλλ’ ἐφ’ ὧν τὸ αἴτιον ἕτερον τοῦ οὗ ἐστιν αἴτιον, καὶ δεῖ ἐξετάσαι τί τὸ λεγόμενόν ἐστιν. εἰσὶ γάρ τινα ἅπερ ἡγουμένων ἑτέρων αὐτὰ ἕπεται, οἷον ἀντιφράξεως γῆς προηγουμένης ἀφώτιστος ἡ σελήνη γίνεται, πυρὸς ἐν νέφει ἀποσβεννυμένου ψόφος ἀποτελεῖται, ὅπερ ἐστὶ βροντή. ἄλλο οὖν ἀντίφραξις καὶ ἄλλο φωτὸς στέρησις, ἄλλο πυρὸς ἀπόσβεσις καὶ ἄλλο ψόφος· ὡς εἶναι τὸν λόγον καὶ τὴν αἰτίαν ἑτέραν τοῦ οὗ αἰτία καὶ λόγος ἐστί. ἐπὶ τῶν τοιούτων μέσος ὅρος ἐν τῇ δι’ αἰτίου ἀποδείξει, καὶ τὸ αἴτιον λαμβανόμενον ἅμα τὸ ὅτι καὶ τὸ διότι παρασκευάζει δείκνυσθαι, καὶ τὸ εἰ ἔστι καὶ τί ἐστιν, ὡς καὶ πρώην ἐλέγομεν. ἐφ’ ὧν δὲ μὴ ἕτερον τὸ αἴτιον τοῦ οὗ ἐστιν αἴτιον, ἐπὶ τούτων οὐκ ἔστι δυνατὸν τὸ ῥηθέν, οἷον ἐπὶ τοῦ ἀνθρώπου καὶ τοῦ ζῴου λογικοῦ θνητοῦ, νοῦ καὶ ἐπιστήμης δεκτικοῦ· οὐ γάρ ἐστι παρὰ τὸν ἄνθρωπον ὁ ὁρισμὸς αὐτοῦ ἕτερον. δόξειε δ’ ἂν ἁπλῶς ἐπὶ τῶν καθ’ αὑτὰ ὑπαρχόντων τοῦτο κρατεῖν. εἰ γὰρ καί τις τῶν οὐσιῶν καθ’ ὑποκειμένου τινὸς δεικνύοιτο, μέσου ὡς αἰτίου τοῦ τί ἦν εἶναι λαμβανομένου αὐτῆς, ὥς φησιν ὁ Ἀλέξανδρος, ἀλλ’ οὐκ ἂν εἴη τοῦτο κυρίως ἀπόδειξις· οὐ γὰρ ἕτερον ἐνταῦθα τὸ αἴτιον τοῦ οὗ ἐστιν αἴτιον, καὶ τὸ ἐν ἀρχῇ ἂν αἰτοῖτο ὁ διὰ μέσου τοῦ ὁρισμοῦ ἀποδεικνύειν ἐνταῦθα πειρώμενος. τὸ γὰρ ζῷον κατὰ τοῦ ἀνθρώπου συνάγοιτο ἂν διὰ μέσου τοῦ οὐσία ἔμψυχος αἰσθητική· ἀλλ’ οὐχ ἕτερον τοῦτο τοῦ ζῴου, ὥστε αὐτὸ δι’ αὑτοῦ τὸ ζῷον κατὰ τοῦ ἀνθρώπου συνάγεται· τοῦτο δ’ ἦν τὸ ἐν ἀρχῇ. ἐφ’ ὧν οὖν τὸ αἴτιον ἄλλο παρ’ αὐτά, ἐπὶ τούτων οὐκ ἄνευ ἀποδείξεως ὁ ὁρισμὸς λαμβάνεται, οὐχ οὕτως δὲ ὥστε διὰ τῆς ἀποδείξεως συμπεραίνεσθαι, ἀλλ’ ὡς λαμβάνεσθαι μὲν μέσον τὸ αἴτιον ἐν τῇ τοῦ διὰ τί ἀποδείξει, εἶναι δὲ τοῦτο τὸν λόγον τε καὶ τὸν ὁρισμόν. ζητουμένου γὰρ διὰ τί τόδε τῷδε ὑπάρχει, ὁ λόγος ζητεῖται, κἂν διὰ τί ἐστιν ἀποδώσομεν, τὸν λόγον ἀποδεδώκαμεν. διὰ τί ἐστιν ἔκλειψις; διότι γῆ ἀντέφραξε. τί ἐστιν ἔκλειψις; γῆς ἀντίφραξις. καλῶς ἄρα πρότερόν τε ἠπόρηται ὅτι ὁρισμοῦ οὐκ ἔστιν ἀπόδειξις, καλῶς τε καὶ αὖθις εἴρηται ὅτι δι’ ἀποδείξεως γνώριμον γίνεται, ἐφ’ ὧν ἄλλο τὸ αἴτιον· τό τε γὰρ διὰ τί ἐν τοῖς τοιούτοις οἰκείως ζητεῖται, καὶ τὰ τοιαῦτά ἐστι τὰ κυρίως ἀποδεικτά. ἐφ’ ὧν δὲ μὴ ἄλλα τὰ αἴτια παρ’ αὐτά, οὔτε τὸ διὰ τί προσφυὲς ἐν τούτοις οὔτε κυρίως ἀπόδειξις γίνεται· τὸ μὲν γὰρ διὰ τί αἰτίας ἐστὶ ζήτησις, ἡ δὲ ἀπόδειξις αἰτίας ἀπόδοσις. ἐφ’ οὗ δὴ μὴ ἄλλο τὸ αἴτιον παρ’ αὐτὸ εἰ αἰτίαν ἀποδώσομεν, ἢ αὐτὸ περὶ ἑαυτοῦ ἀποδώσομεν καὶ αὐτὸ δι’ ἑαυτοῦ δείξομεν ἢ αὐτὸ ἑαυτοῦ διαστήσομεν, ὧν τὸ μὲν ἀδύνατον, τὸ δὲ ἀνεπιστῆμον ἢ καὶ ἁπλῶς ἀσυλλόγιστον·2 ἑτέρων γὰρ τεθέντων ἕτερόν τι τῶν κειμένων ἐξ ἀνάγκης διὰ τὰ κείμενα ἕπεται3 ἐν τῷ συλλογίζεσθαι· ὅταν δὲ οὐχ ἕτερον ᾖ τὸ αἴτιον, οὐδὲ συλλογίσασθαι ὅλως διὰ τούτου ἔστιν. Εἰπὼν δὲ τὸν ὁρισμὸν κατά τινα τρόπον δι’ ἀποδείξεως γνώριμον γίνεσθαι, ἐπεὶ μὴ ἐπὶ πάντων τῶν ὁπωσοῦν ὁρισμῷ ὑποβαλλομένων τοῦτο πέφυκε γίνεσθαι, ἀλλ’ ἔστιν ἐφ’ ὧν μηδένα ἔστι τρόπον εὑρεῖν, καθ’ ὃν ἡ ἀπόδειξις πρὸς εὕρεσιν τοῦ τί ἐστι συντελεῖ, τούτων τὴν διαφορὰν παραδίδωσιν. ποιεῖται δὲ τὸν λόγον κατὰ διαίρεσιν καί φησιν ὅτι τῶν πραγμάτων τῶν μὲν ἕτερόν τί ἐστιν αἴτιον, τῶν δ’ οὐκ ἔστιν ἕτερον, καθὼς καὶ προλαβὼν εἴρηκέ τι τοῦ λόγου δηλοῦντος ὅτι ὅσα μὲν ἔχει αἴτιον ἕτερον ἑαυτῶν, ταῦτά ἐστι καὶ ἀποδεικτά, ὅσα δὲ μή, ταῦτα οὐκ ἀποδεικτά· αἴτιον δὲ ἐνταῦθα τὸ προσεχές τε καὶ εἰδικὸν ὀνομάζει. ὥστε καὶ τῶν τί ἐστι καὶ τῶν ὁρισμῶν ἐντεῦθεν ληψόμεθα τὴν διαφοράν, τίνες τε δι’ ἀποδείξεως γνωρίζεσθαι δύνανται, καὶ τίνες οὐχί.

“因此,‘是什么’如何被把握并变得为人所知,已经谈过了。” 现在摆在我们面前的论题,似乎是对所说过的话的某种调和。因为既然他先前充分坚持了定义没有证明,随后又传授了某种可以通过证明发现定义的方式,所以他现在说,这两种说法都没有偏离真理。因为并不存在如此这般的对“是什么”的推论和证明,以至于有人能证明这个定义就是这个被定义物的定义;然而它确实通过证明变得显明。但这并不是在所有被定义物上都成立,而是在那些原因不同于它所是的原因之物的情况下成立;而且必须考察所说的是什么意思。因为有些事物,在其他事物居先的情况下它们自己随之而来,例如当地球的阻挡居先时,月亮就变成了无光的状态;当云中的火被熄灭时,便产生了一种响声,这就是雷。因此,阻挡是一回事,光的剥夺是另一回事;火的熄灭是一回事,响声是另一回事;以至于说明与原因不同于它所作为原因和说明的那事物。在此类事物上,通过原因进行证明中的中词,即被采纳的原因,使得“是其所是”与“为何所是”同时被证明出来,正如我们日前所说的那样,也使得“是否存在”与“是什么”被证明出来。但在那些原因并不不同于它所是的原因之物的情况下,所说的事情是不可能的,例如在人与“理性的、必死的、能接受理智与知识的动物”的情况下;因为人的定义并不是在人之外的另一事物。这似乎可以简单地适用于依自身而存在的事物。因为正如亚历山大所说,即使某些实体被证明属于某个底层物,其本质被作为原因的中词采纳,但这也不会是严格意义上的证明;因为在这里原因并不不同于它所是的原因之物,而试图在此通过定义作为中词来进行证明的人,将是在乞题。因为“动物”可以通过中词“有生命的、有感觉的实体”被推断属于人;但这一中词并不不同于动物,以至于动物本身通过自身被推断属于人;而这就是乞题。因此,在那些原因在它们之外是另一事物的情况下,在这些事物上定义不是脱离证明而被把握的,但也并非以通过证明被得出结论的方式被把握,而是以原因在“为何”的证明中被作为中词采纳,并且这就是说明和定义的方式被把握。因为当探寻这为何属于这,说明便被探寻;而如果我们回答了为何存在,我们就回答了说明。为何发生日食[月食]?因为地球阻挡了。什么是日食[月食]?地球的阻挡。因此,先前提出定义没有证明作为疑难是正确的,而后来再次说在原因不同的事物上定义通过证明变得为人所知也是正确的。因为在此类事物中“为何”被恰当地探寻,并且这类事物才是严格意义上可证明的。但在那些原因在它们之外并非另一事物的情况下,在这些事物中“为何”既不合适,也不产生严格意义上的证明;因为“为何”是对原因的探寻,而证明是对原因的给出。因此,在原因在它自身之外并非另一事物的情况下,如果我们给出原因,我们要么将给出它自身关于它自身并通过它自身证明它自身,要么将它自身与自身分离开;这两者中一个是不可能的,而另一个则是不符合科学的,或者干脆不是推论。因为在推论中,当另一些项被设定时,通过所设定的项必然随之产生与所设定的项不同的某种东西;但每当原因并非另一事物时,根本不可能通过它进行推论。在说了定义以某种方式通过证明变得为人所知之后,既然这并非在所有以任何方式归入定义的事物上都自然生成,而是存在某些事物,在它们身上根本找不到任何证明有助于发现“是什么”的方式,所以他传授了它们之间的区别。他按照区分来进行论述,并说在事物中,对一些事物而言有某种别的事物作为原因,而对另一些事物而言则没有别的事物作为原因,正如他也预先说了某点,论述表明凡是具有不同于自身的原因的事物,这些也都是可证明的,而凡是不具有的,这些就是不可证明的;在此他将近取的、种式的[原因]称为原因。因此,由此我们也将把握本质与定义的区别,即哪些能够通过证明被认识,而哪些不能。

语法注3 条
  1. 1.142Ὥσπερ τις τῶν εἰρημένων εἶναι συμβίβασις τὸ νῦν προκείμενον ἔοικεν

    动词 ἔοικεν 在此采用以主格 τὸ νῦν προκείμενον 为主语的人称构词法(personal construction),并带不定词 εἶναι,而非无人称宾格加不定词结构。语序倒装,表语 ὥσπερ τις τῶν εἰρημένων ... συμβίβασις 被前置在主语之前。

  2. 1.142ὧν τὸ μὲν ἀδύνατον, τὸ δὲ ἀνεπιστῆμον ἢ καὶ ἁπλῶς ἀσυλλόγιστον

    关系代词属格 ὧν 是部分属格,指代紧接在前的那两个选言项:ἢ αὐτὸ περὶ ἑαυτοῦ ἀποδώσομεν ... ἢ αὐτὸ ἑαυτοῦ διαστήσομεν。此处采用交错语序(chiasmus),距离较近的后一个选项(使自身脱离自身)对应 τὸ μὲν ἀδύνατον,而前一个选项(通过自身证明自身)对应 τὸ δὲ ἀνεπιστῆμον。

  3. 1.142ἑτέρων γὰρ τεθέντων ἕτερόν τι τῶν κειμένων ἐξ ἀνάγκης διὰ τὰ κείμενα ἕπεται

    这呼应了亚里士多德关于推论(三段论)的经典定义(如《前分析篇》24b18–20)。独立属格 ἑτέρων τεθέντων(当某些相异的前提被设定时)构成条件,主句为 ἕτερόν τι ... ἕπεται(某种与所设定的东西相异者……随之而来)。τῶν κειμένων 是修饰 ἕτερόν τι 的比较或分离属格(“不同于所设定的那些东西”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:125.33-127.15