← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§124.29-125.32

通过补充中词完善定义与消除前提中介

厄斯特拉提奥斯讨论了当中词仅仅是本质属性而非直接定义时,如何通过补充其余的中词或定义最终达到完整的定义。他进一步引用亚历山大的解释,指出在大前提是无媒介的而小前提是有媒介的情况下,如何通过引入小词的本己定义来消除中介并完成证明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.141#2

ὅτι τῶν ἐναντίων παρὰ μέρος δεκτικόν·1 διὰ τὰ τοιαῦτα τοίνυν μέσα καὶ αἴτια δόξειεν ἂν εἶναι τὸ λεγόμενον. ὥσπερ γάρ τινος ἐρωτήσαντος ὅτι ἐπειδὴ μὴ πᾶν τὸ οὐσιῶδές τινι ὁρισμὸς αὐτοῦ ἐστιν, ἀλλ’ ἐνδέχεται καὶ μὴ εἶναι, ὅταν ληφθῇ τοιοῦτος μέσος, πῶς ἀπὸ τούτου πρὸς τὸν ὁρισμὸν ἥξομεν, πρὸς τοῦτο ἀπολογούμενός φησιν ὅτι ἂν τοιοῦτον ᾖ τὸ μέσον, ὥστε καὶ ἑτέρων δεῖσθαι μέσων, ἐκ τῶν παραλοίπων ἔσται λόγων τὸ τοιοῦτον.2 τοῦτο δὲ διττῶς νοεῖται· ἢ γὰρ ὅτι τὸ ληφθὲν ἐκ τῶν λόγων ἐστὶ καὶ τῶν αἰτίων ἐκείνων, ἃ παραλειπόμενά ἐστι τοῦ τελείου καὶ μὴ τὴν οὐσίαν δηλοῦντα τοῦ πράγματος τελείαν, ἀλλά τι μέρος αὐτῆς παραλαμβάνοντα (μέρος γὰρ τῆς τοῦ ἀνθρώπου οὐσίας τὸ ζῷον) ἢ ὅπερ καὶ μᾶλλον, ὅτι ἔσται δῆλον τοῦτο καὶ ἀποδεικνύμενον ἐκ τῶν παραλελειμμένων ὁρισμῶν τοῦ μείζονός τε καὶ τοῦ ἐλάττονος. ἐπεὶ γὰρ καὶ ἄμφω ἔμμεσοι αἱ προτάσεις ἥ τε μείζων καὶ ἡ ἐλάττων, δῆλον ἔσται τὸ συμπέρασμα ἐκ τῶν ὁρισμῶν τοῦ μέσου τε καὶ τοῦ μείζονος. οἷον ἐν τῷ ληφθέντι συλλογισμῷ παρελήφθησαν, ὡς διὰ μὲν τοῦ ὁρισμοῦ τοῦ μέσου τὸ μέσον κατὰ τοῦ ἐλάττονος ἀποδείκνυσθαι,3 διὰ δὲ τοῦ ὁρισμοῦ αὖθις τοῦ μείζονος τὸ μεῖζον κατὰ τοῦ μέσου· ὡς δῆλον ἐκ τούτων καὶ τὸ πρῶτον συμπέρασμα γίνεσθαι. εἰ δὲ καὶ πλείω εἴη τὰ μέσα, λαμβάνειν τὰ εὑρισκόμενα χρὴ καὶ μέσα ποιούμενον συλλογίζεσθαι, ἄχρις ἂν εἰς τοὺς ὁρισμοὺς καταντήσωμεν. ὅταν μὲν γὰρ ὁρισμὸς ᾖ τὸ εἰλημμένον τοῦ μείζονος ἄκρου, ἄμεσός τε καὶ ἀναπόδεικτος ἔσται ἡ πρότασις ἐκείνη· οὐ γὰρ ἐνδέχεται μεταξὺ τοῦ ὁρισμοῦ καὶ τοῦ ὁριστοῦ μέσον ὅρον εὑρεῖν, δι’ οὗ τὸν ὁρισμόν, τοῦ ὁριστοῦ ὄντα ὁρισμὸν ἀποδείξομεν, καθὰ καὶ πρότερον δέδεικται ὅτι ὁρισμοῦ ἀπόδειξις οὐκ ἔστιν. ὅταν δὲ οὐσιῶδες μὲν ᾖ τὸ μέσον, οὔπω δὲ ὁρισμός, δεῖ τὰ ὑπόλοιπα λαμβάνοντας δεικνύναι, ἄχρις ἂν εἰς τοὺς ὁρισμοὺς καταντήσωμεν, ὧν μεταξὺ καὶ τῶν ὁριστῶν οὐδέν ἐστι μέσον· οὐδὲ ἔστιν εἰπεῖν ὅτι τι παραλέλειπται. ἢ δείξας, φησὶν ὁ Ἀλέξανδρος, ὅτι ἡ δεῖξις τοῦ ἄλλο ἄλλῳ ὑπάρχειν δι’ αἰτίας τῆς οἰκείας δι’ ὁρισμοῦ γίνεται τοῦ μείζονος ἄκρου, ὅς ἐστι κατηγορούμενος ἐν τῷ συμπεράσματι, περὶ τῆς ἐλάττονος προτάσεως εἴρηκε τὸ ‘ἂν δὲ τούτου μέσον ᾖ, ἐκ τῶν ὑπολοίπων ἔσται λόγων’, τουτέστιν ὅτι ὁ μὲν μείζων ἀμέσως ἕπεται τῷ οἰκείῳ ὁρισμῷ, ὡς ὄντος τούτου κἀκεῖνον εἶναι καὶ διὰ μέσου αὐτοῦ συνάγεσθαι κατὰ τοῦ ἐλάττονος, ἂν δ’ ἴσως πάλιν μέσον ᾖ τι τοῦ μέσου τε καὶ ἐλάττονος, ὡς μὴ ἀμέσως ὑπάρχειν τὸν τοῦ μείζονος ὅρον τῷ ἐλάττονι ἄκρῳ, τὸ μέσον τούτων ἀμφοῖν ἐκ τῶν παραλοίπων ἔσται λόγων, ἐκ τῶν μὴ ληφθέντων μὲν ἐν τῷ συλλογισμῷ, ὑπαρχόντων δὲ τῷ ἐλάττονι. οἷον εἴ τις δείξει ζῷον εἶναι τὸν ἄνθρωπον διὰ μέσου τοῦ οὐσία ἔμψυχος αἰσθητική, οὗτος μὲν λόγος τοῦ μείζονος, οὐ μέντοι ἀμέσως τῷ ἀνθρώπῳ ὑπάρχει· οὐ γάρ ἐστιν ὁρισμὸς καὶ αὐτοῦ, ὥσπερ τοῦ ζῴου, ὡς εἶναι τὴν μὲν μείζονα πρότασιν ἄμεσον, οὐχὶ δὲ καὶ τὴν ἐλάττονα. ἂν οὖν λάβωμεν ζῷον εἶναι τὸν ἄνθρωπον ἢ οὐσίαν ἔμψυχον αἰσθητικήν, διὰ τοῦ ζῷον λογικὸν θνητὸν εἴη ἂν ὁ τοῦ ἀνθρώπου λόγος εἰλημμένος εἰς τὴν ἀπόδειξιν.4

因为它是轮流容纳相反者的。因此,所说的话似乎是指向这类中词和原因的。因为正如有人提问说,既然对某物而言并非一切本质性的东西都是它的定义,而且也可能不是,那么当采纳了这样的中词时,我们如何由此达到定义呢?对此作出解答,他说如果中词是如此性质以至于还需要其他中词,那么此类事情将来自其余的说明。这有两种理解方式:或者是因为所采纳的东西属于那些遗漏了完全定义、不揭示事物的完全实体而是采纳了其实体某一部分的说明和原因(因为动物是人实体的一部分);或者——更有可能是——因为这将从大词和小词被略去的定义中显明并被证明出来。因为既然大前提与小前提这两者都是有媒介的,那么结论将从中词与大词的定义中显明出来。正如在所采纳的三段论中,它们被采纳的方式是通过中词的定义将中词证明属于小词,又通过大词的定义将大词证明属于中词,以至于由此第一结论也变得显明。如果中词更多,就必须采纳所发现的那些项,并将其作为中词进行推论,直到我们到达定义为止。因为每当所采纳的是大词的定义时,那个前提命题就是无媒介且不可证明的;因为在定义与被定义物之间不可能找到一个中词,通过它我们将证明定义(即作为被定义物的定义的那个定义),正如先前已经证明的那样,定义是没有证明的。但当中词是本质性的却还不是定义时,就必须采纳其余的项进行证明,直到我们到达定义为止,在定义与被定义物之间没有任何中词,也不能说遗漏了什么。或者,正如亚历山大所说,在展示了通过本己的原因使一物属于另一物的证明是通过大词(即结论中的谓项)的定义而生成的之后,关于小前提他说“但是,如果这有中词,它将来自其余的说明”,也就是说,大词直接伴随着其本己的定义,由于这定义存在大词也存在,并且通过这定义作为中词被推断属于小词;但如果在这中词与小词之间或许又有什么中词,以至于大词的定义并非直接属于小极端词,那么这两者的中词将来自其余的说明,来自那些虽然在三段论中未被采纳、但属于小词的说明。例如,如果有人通过“有生命的、有感觉的实体”作为中词来证明人是动物,这固然是大词的定义,却并不直接属于人;因为它并不像作为动物的定义那样也是人的定义,以至于大前提是无媒介的,而小前提则不然。因此,如果我们采纳人是动物或“有生命的、有感觉的实体”,那么通过“理性的、必死的动物”,人的定义将被采纳进证明中。

语法注4 条
  1. 1.141ὅτι τῶν ἐναντίων παρὰ μέρος δεκτικόν

    这是对上一分块末尾问题“为什么动物是实体?”(καὶ διὰ τί τὸ ζῷον οὐσία;)的直接回答。ὅτι 是引导原因的连词,系词 ἐστί 被省略,指出了实体的定义性特征(轮流容纳相反者)。

  2. 1.141ἐκ τῶν παραλοίπων ἔσται λόγων τὸ τοιοῦτον

    此处呼应并转述了亚里士多德文本(93b13–14)的原话。τὸ τοιοῦτον 作为主语指代“此类事情”(即补充中词或引出定义),ἔσται ἐκ... 表示来源或依据(“将来自/由……产生”)。

  3. 1.141οἷον ἐν τῷ ληφθέντι συλλογισμῷ παρελήφθησαν, ὡς διὰ μὲν τοῦ ὁρισμοῦ τοῦ μέσου τὸ μέσον κατὰ τοῦ ἐλάττονος ἀποδείκνυσθαι

    在句法上,ὡς 搭配不定式 ἀποδείκνυσθαι 说明了 παρελήφθησαν([定义]被采纳)的方式与内容。主语(定义)由前文语境补出,而 διὰ μὲν... διὰ δὲ... 的对举则分别对应小前提和大前提的证明。

  4. 1.141διὰ τοῦ ζῷον λογικὸν θνητὸν εἴη ἂν ὁ τοῦ ἀνθρώπου λόγος εἰλημμένος εἰς τὴν ἀπόδειξιν

    εἴη ἂν εἰλημμένος 是复合希求法完成时加 ἄν 的潜在结构(“将被采纳进……”)。διὰ τοῦ... 是介词短语,引出作为媒介的人的定义内容“理性的、必死的动物”,ὁ τοῦ ἀνθρώπου λόγος(人的定义)为句子主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:124.29-125.32