← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§123.23-124.29

四个问题的同时解明与进一步探求中词

厄斯特拉提奥斯遵循亚历山大的注疏,梳理了通过证明探求定义的理论中四个问题同时得到解决的结构,并指出当中词不是极端词的直接定义时,需要在各个前提命题中探求进一步的原因(中词)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.141#1

" Ἂν δὲ πάλιν τούτου ἄλλο μέσον ᾖ." Ἐντεῦθεν ἐροῦμεν, ὡς ὑπεσχόμεθα, περὶ τούτου ἀκολούθως τῷ Ἀλεξάνδρῳ. οὐ γὰρ παραιτητέον κἀκ τῶν ἄλλων παραλαμβάνειν τὰ συμβαλλόμενα, καὶ ταῦτα φιλοσόφων ἀνδρῶν1 καὶ ποιησαμένων ἔργον τὸ πρώτιστον τὴν τῶν Ἀριστοτέλους συγγραμμάτων σαφήνειαν, ἀλλ’ οὐχ οὕτως ὡς ἡμεῖς ἐν παρέργῳ διὰ τὴν τῶν ἑταίρων ἀξίωσιν ἑαυτοὺς εἰς τὸν παρόντα λόγον καθήκαμεν. πλὴν οὐδὲ τὰ τοῦδε τοῦ ἀνδρὸς εἰς μέσον παρεισαγόμενα ἄμοιρα δέον ἐᾶσαι τῆς ἀφ’ ἡμῶν προσθήκης πρὸς ἀκριβεστέραν τοῦ προκειμένου διάγνωσιν. τὸ γὰρ προκείμενον περὶ τοῦ ὁρισμοῦ θεώρημα ἐνταυθοῖ τοῦτο ἦν, πῶς οἷόν τε ὁρισμὸν θηρευθῆναι δι’ ἀποδείξεως· καὶ ἔδειξε τοῦτο ἐπὶ τῶν ἐν ἑτέροις ὑφισταμένων, ἅπερ ἀναγκαίως ἕπεται τοῖς ὑποκειμένοις, ἤγουν ὡς καθ’ αὑτὸ αὐτοῖς ἐνυπάρχοντα ἢ ἴσως καὶ ὡς πάθη ἀναγκαίως ἐπιγινόμενα, ὥσπερ ἐπὶ τῆς σεληνιακῆς ἐρεῖ τις ἐκλείψεως. ὅταν οὖν τοῦτο γένηται, καθὼς ἡμᾶς ἔναγχος ὁ Ἀριστοτέλης ἐδίδαξε, καὶ τὸ εἰ ἔστιν ἅμα καὶ τὸ τί ἐστι διὰ τῆς ἀποδείξεως γνοίημεν, συμβαίνει ἐν ταὐτῷ τὰ τέσσαρα προβλήματα δείκνυσθαι. εἰ γὰρ τῶν συνθέτων τὸ διὰ τί, ἡ τοῦ διὰ τί ἀπόδειξις σύνθετός ἐστιν. ὅταν τοίνυν τὸ ὅτι διὰ μέσου αἰτίου γνωρίσωμεν, ἅμα τὸ ὅτι καὶ τὸ διότι γνωρίζομεν, τὸ δὲ διότι διὰ μέσου αἰτίου, ὡς εἴρηκε· τὸ δ’ αἴτιον λόγος ἐστὶ καὶ τοῦ μείζονος ἄκρου, ὥστε καὶ τὸ τί ἐστιν ἅμα ἐκείνοις ἔχομεν. ἀμήχανον δὲ τὸ τί ἐστιν εἰδέναι, ἀγνοοῦντας εἰ ἔστι. τὰ τέσσαρα ἄρα ἐν ταὐτῷ συνῆκται προβλήματα ἐν τῇ τοῦ ὅτι διὰ μέσου αἰτίου γνώσει· ὡς μὲν γὰρ συνθέτου τοῦ προκειμένου τυγχάνοντος, ὅτι καὶ διὰ τί τὸ δεικνύμενον, ὡς δὲ καθ’ ἑαυτὸ θεωρουμένου τοῦ μείζονος ἄκρου, εἰ ἔστι καὶ τί ἐστιν. οὕτω τοίνυν τοῦ πράγματος ἔχοντος, ἐπειδὴ κανόνα ἡμῖν παραδιδούς, πότε μὲν ἐκ τῆς τοῦ εἰ ἔστι γνώσεως τὸ τί ἐστιν ἀναφαίνεται, πότε δ’ οὔ, καὶ ὅτι ὅταν μὲν κατὰ συμβεβηκὸς τὸ εἰ ἔστιν ἔχωμεν, τότε οὐδὲν ἐκ τούτου ἡμῖν πρὸς τὴν γνῶσιν τοῦ τί ἐστι περιγίνεται, ὅταν δέ τι αὐτοῦ τοῦ πράγματος ἔχωμεν ἐν τῇ γνώσει τοῦ εἰ ἔστιν, ἐντεῦθεν ἤδη καὶ πρὸς τὸ τί ἐστι ποδηγούμεθα, καὶ παραδείγματα τέθεικεν, ἐφ’ ὧν μέσοι οἱ ὁρισμοὶ τῶν μειζόνων ἄκρων παρελαμβάνοντο, ὡς ἐπί τε τῆς σεληνιακῆς ἐκλείψεως ἐθεωρεῖτο καὶ τῆς βροντῆς. οὐκ ἀεὶ δὲ τοιοῦτοι μέσοι παραλαμβάνονται,2 ὅθεν τι τοῦ πράγματος ἔχομεν, ἀλλ’ ἐνδέχεται εἶναι μέν τι οὐσιῶδες τὸν μέσον, οὐ μέντοι λόγον εὐθὺς ἢ τοῦ μείζονος τῶν ἄκρων ἢ τοῦ ἐλάττονος, ὥστε οὐδ’ ἔσται ἐπὶ τῆς ἐχούσης τὸν μέσον τοιοῦτον ἀποδείξεως ἅμα γινώσκειν τὸ εἰ ἔστι καὶ τί ἐστιν, ἀλλὰ τὸ μὲν εἰ ἔστιν εἰδέναι, ἀγνοεῖν δὲ εἰσέτι τὸ τί ἐστιν. οἷον εἰ δείκνυται οὐσία εἶναι ὁ ἄνθρωπος διὰ μέσου τοῦ ζῴου· αἴτιον μὲν γὰρ ἐνταῦθα λαμβάνεται τοῦ εἶναι οὐσίαν τὸν ἄνθρωπον, οὐ μὴν ὁρισμὸς οὐδετέρου τῶν ἄκρων τὸ ζῷον, ὥστε οὐδ’ ἀμέσως οὔθ’ ὁ μείζων τῷ μέσῳ οὔθ’ ὁ μέσος λέγεται ὑπάρχειν τῷ ἐλάττονι. ἀλλ’ ἔστιν ἐφ’ ἑκατέρας τῶν προτάσεων ζητῆσαι καὶ εὑρεῖν τὸ διὰ τί. διὰ τί γὰρ ἄνθρωπος ζῷον; ὅτι οὐσία ἔμψυχος αἰσθητική. καὶ διὰ τί τὸ ζῷον οὐσία;

“但是,如果这又有另一个[项]作为中词。” 从这里开始,正如我们所承诺的那样,我们将依照亚历山大来讨论这一点。因为人们绝不应当拒绝从其他人那里吸取有益之物,尤其是从那些身为哲学家、将使亚里士多德著作明晰作为首要任务的人那里,而不像我们那样仅仅由于同伴的请求而作为副业投入到当前的论述中。然而,从这位哲学家那里引入的内容,也不应缺少我们为了对所讨论的问题进行更精确的辨明而作出的补充。因为在此处所提出关于定义的定理乃是:定义如何可能通过证明被探求出来;而他在那些持存于他物之中的事物上展示了这一点,这些事物必然伴随着其主体——即作为自身内在于它们之物,或者或许也作为必然附加于其上的受动,正如人们在月食中所说的那样。因此,当这种情况发生时,正如亚里士多德刚才教导我们的那样,如果我们通过证明同时知道了它是否存在与它是什么,那么四个问题便在同一过程中被证明出来。因为既然“为何存在”属于复合事物,那么“为何存在”的证明也是复合的。因此,每当我们通过因果性的中词认识到“事实”时,我们同时认识到了“事实”与“原因”,而“原因”是通过因果性的中词认识的,正如他所说的;而原因也是大词的定义,因此连同那些,我们也拥有了“本质是什么”。然而,在不知道是否存在的情况下,是不可能知道本质是什么的。因此,在通过因果性的中词认识事实的过程中,四个问题被汇集于同一之中:因为就所考察的事物是复合的而言,所证明的是“事实”与“原因”;而就大词作为自身被考察而言,所证明的是“是否存在”与“本质是什么”。因此,既然情况如此,他在向我们传授关于何时本质是什么会从是否存在的认识中彰显出来、何时不会的准则,并且传授当我们偶性地拥有是否存在时,由此对于本质是什么的认识没有任何助益,但当我们在是否存在的认识中拥有事物本身的某些东西时,我们从那时起就已被引导至本质是什么,并且他列举了将大词的定义作为中词采纳的实例,如同在月食与雷中所观察到的那样。然而,并非总是能够采纳那种使我们获得事物本身的某些东西的中词,而是中词可能是某种本质性的东西,却并非立即成为大词或小词的定义,以至于在具有这种中词的证明中,不可能同时认识是否存在与本质是什么,而是知道是否存在,却依然不知道本质是什么。例如,如果通过动物作为中词证明人是实体;因为在这里,动物被采纳为人是实体的原因,但绝非两极端词中任何一个的定义,以至于既不说大词直接属于中词,也不说中词直接属于小词。相反,可以在每一个前提命题中探求并发现“为何存在”。因为为什么人是动物?因为是有生命的、有感觉的实体。而为什么动物是实体?

语法注2 条
  1. 1.141οὐ γὰρ παραιτητέον κἀκ τῶν ἄλλων παραλαμβάνειν τὰ συμβαλλόμενα, καὶ ταῦτα φιλοσόφων ἀνδρῶν

    动词性形容词 παραιτητέον 作非人称用法,统辖不定式 παραλαμβάνειν。短语 καὶ ταῦτα 为惯用表达(意为“尤其是”、“况且”),引导属格短语 φιλοσόφων ἀνδρῶν 以限定前面的 τῶν ἄλλων。

  2. 1.141ἐπειδὴ κανόνα ἡμῖν παραδιδούς... καὶ παραδείγματα τέθεικεν... οὐκ ἀεὶ δὲ τοιοῦτοι μέσοι παραλαμβάνονται

    由连词 ἐπειδή 引导的从句内部包含了分词 παραδιδούς 与带有 καί 的定式动词 τέθεικεν,形成了一种松散的句式衔接(破格现象)。主句的核心自 οὐκ ἀεὶ δὲ τοιοῦτοι μέσοι παραλαμβάνονται 开始,构成逻辑对比:虽然亚里士多德给出了以定义充当中词的范例,但并非总能采纳这样的中词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:123.23-124.29