- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:121.32-123.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉条借助月食的实例说明,若以偶性而非原因作为中项进行证明,则只能知道事实而不能知道原因;随后论证探求原因即是探求中项(大词的定义),并以雷的实例通过三段论形式阐明了定义与证明之间的对应关系。
" Εἰ δὲ μή, τὸ ὅτι, τὸ διότι δ’ οὔ." Παραδείγματα θέμενος τῆς ἀκριβοῦς τῶν ἀποδεικτῶν γνώσεως, δι’ ἧς ἅμα τὸ ὅτι καὶ τὸ διότι γνωρίζεται ἢ τοῦ εἰ ἔστι γινωσκομένου, καὶ τὸ τί ἦν εἶναι καταλαμβάνεται, ἐπειδὴ καὶ ἕτερον τρόπον ὑπάρχειν εἴρηκεν γνώσεως τὸν ἀπὸ συμβεβηκότος προβαίνοντα, καθ’ ὃν καὶ αὐτὸ τὸ ὅτι ἢ δὴ τὸ εἰ ἔστιν ἀμυδρῶς γνωρίζεται, οὔτε δὲ τὸ διότι οὔτε τὸ τί ἐστιν ἐξ αὐτοῦ εὑρίσκειν δυνάμεθα, καὶ τούτου νῦν παράδειγμα τίθησιν, τὰ μὲν ἄκρα τιθεὶς τὰ αὐτά, ἕτερον δὲ παραλαμβάνων τὸν μέσον, ὅστις ἐστὶ τὸ συμβεβηκός, μέσον μὲν ὂν καὶ αἴτιον, ἀλλὰ μόνου τοῦ συμπεράσματος, οὐχὶ καὶ τοῦ πράγματος. πάλιν γὰρ ἔκλειψις κἀνταῦθα τὸ Α, σελήνη τὸ Γ, μέσον δὲ τὸ Β τὸ ἐν πανσελήνῳ σκιὰν μὴ δύνασθαι ποιεῖν, μηδενὸς ὄντος μεταξὺ ἐκείνης τε καὶ ἡμῶν. ὅτι μὲν οὖν ἐκλείπει δῆλον, φησί, διότι δ’ οὔ· ὅσον γὰρ ἀπὸ τοῦ ληφθέντος μέσου, τὸ μὲν ἐκλείπειν δῆλον γίνεται, οὐ μὴν δὲ καὶ ἡ αἰτία δι’ ἣν τοῦτο γίνεται. σκιᾶς γὰρ μὴ γινομένης δῆλον ὅτι οὐκ ἔστι τὸ φῶς, οὗ ὄντος σκιὰ ἐγίνετο ἂν ἡμῶν ἱσταμένων ἐν τῷ φωτί·1 διὰ τί δὲ τοῦτο γίνεται, ὅσον ἀπὸ τοῦ ληφθέντος τρόπου τῆς ἀποδείξεως ἄδηλον διὰ τὸ μέσον ληφθῆναι ὃ μόνου τοῦ συμπεράσματος, οὐκέτι δὲ καὶ τοῦ πράγματος αἴτιον. ὥστε καὶ τὸ μὲν εἶναι τὴν ἔκλειψιν, ἴσμεν ἐκ τούτου, τί δέ ἐστιν ἡ ἔκλειψις οὐκ ἴσμεν, ὅπερ ἡμῖν περιεγένετο πρότερον ἐκ τοῦ μέσον λαβεῖν τὸ τοῦ πράγματος αἴτιον. τὸ δὲ διότι δ’ οὔπω εἶπεν ἐμφαίνων ὡς ἀτελὴς ἡ γνῶσίς ἐστιν, ἐν ᾗπερ οὐκ εἴληπται τὸ τοῦ πράγματος αἴτιον, καὶ δεομένη ἔτι προβάσεως, ἄχρις ἂν ἀποκαλυφθείη τὸ αἴτιον.
“否则,事实[可知],而原因却不可知。” 在阐述了关于可证明事物的精确认识——通过它,事实与原因同时被认识,或者在认识事物是否存在的同时,本质也被把握——的实例之后,既然他也曾说过存在着另一种源于偶性的认识方式,依照这种方式,事实本身或者是否存在本身仅仅被模糊地认识,而我们既不能从中发现原因,也不能从中发现是什么,他现在也提出了关于这种方式的实例,将两极端词设为相同,而采纳了另一个中词,这中词乃是偶性,虽是中词与原因,却仅仅是结论的原因,而非事实本身的原因。因为在这里,Α再次是月食,Γ是月亮,而中词Β则是“在满月时,当它与我们之间没有任何东西时,不能产生阴影”。因此他说,月亮发生月食的事实固然是清楚的,但原因却不是;因为就所采纳的中词而言,发生月食这一事实固然变得明了,然而这由此产生的原因却绝非如此。因为当阴影不产生时,显然光不存在,而若光存在,当我们在光中站立时阴影本会产生;但是这为何产生,就所采纳的证明方式而言是不明了的,因为所采纳的中词仅仅是结论的原因,而不再是事实本身的原因。因此,月食存在这一事实我们固然由此得知,但月食是什么我们却不知道,而这正是我们此前通过将事实的原因作为中词采纳而获得的。而他说“原因尚未[可知]”,表明了未采纳事实本身之原因的认识是何等不完满,并且仍然需要前进,直到原因被揭示出来。
"Δήλου δ’ ὄντος ὅτι τὸ Α τῷ Γ ὑπάρχει." Διὰ τῶν νῦν λεγομένων ἐπιβεβαιοῖ εἰσέτι τὸ διὰ τῆς τοῦ διὰ τί ἀποδείξεως τὸ τί ἐστιν ἀναφαίνεσθαι· προβαίνει δὲ ὁ λόγος αὐτῷ ἀπὸ τῆς ζητήσεως τῆς αἰτίας. ὁπόταν γάρ, φησί, δῆλον ᾖ τὸ εἶναι τὸ Α τῷ Γ, τὸν μείζονα τῷ ἐλάττονι οἷον τὴν ἔκλειψιν τῇ σελήνῃ, τότε τὸ ζητεῖν καὶ λέγειν ‘ἀλλὰ διὰ τί ὑπάρχει;’ τοῦτό ἐστι τὸ ζητεῖν τί ἐστι τὸ Β, ἤγουν τὸ μέσον τούτου καὶ αἴτιον τί ἐστι, πότερον ἀντίφραξις ἢ στροφὴ τῆς σελήνης ἢ ἀπόσβεσις; ἀδήλου γὰρ ὄντος ἔτι τοῦ μέσου, πολλὰ παραλαμβάνειν ἐνδέχεται, ὅσαπερ εἰκὸς ὡς αἴτια ὑποπτεύεσθαι, ὡς ἂν ἐκ τούτων τὸ οἰκεῖον ἐκλεξάμενοι ἀποβαλλώμεθα τὰ ἀλλότρια.2 τοῦτο δὲ τὸ εὑρισκόμενον οὐδὲν ἄλλο ἐστὶν ἢ ὁ λόγος καὶ ὁ ὁρισμὸς τοῦ ἑτέρου ἄκρου ἤτοι τοῦ μείζονος, οἷον ἐν τῷ προκειμένῳ ἦν τὸ Α ἤτοι ἡ ἔκλειψις. εὑρεθέντος γὰρ τοῦ ἀληθοῦς αἰτίου ὁ ὁρισμὸς ἀναπέφανται· οὐδὲν γάρ ἐστιν ἕτερον ἡ σελήνης ἔκλειψις ἢ ἀντίφραξις γῆς.
“但是,当Α属于Γ是明了的时。” 通过现在所说的话,他进一步证实了通过关于为何存在的证明,是什么便彰显出来;而他的论述是从对原因的探求出发而展开的。因为他说,每当Α属于Γ(即大词属于小词,例如月食属于月亮)是明了的时候,此时去探求并说“但是为何属于呢?”,无非就是探求Β是什么,即探求这一事物的中词与原因是什么,究竟是遮蔽、是月亮的自转、还是熄灭?因为在中词尚不明了时,可以采纳许多假定作为原因而加以怀疑的合情理之物,以便我们从其中挑选出固有的,而抛弃无关的。而这被发现之物,绝非他物,正是另一极端词(即大词)的理据与定义,正如在当前课题中是Α(即月食)一样。因为在真正的原因被发现之后,定义就已然彰显;因为月食绝非他物,正是地球的遮蔽。
"Τί ἐστι βροντή; πυρὸς ἀπόσβεσις ἐν νέφει." Ἐπιδαψιλεύεται τοῖς παραδείγμασι διὰ πλειόνων πιστώσασθαι τὸ εἰρημένον φιλοτιμούμενος, καὶ τίθησιν ὅρον μείζονα τὴν βροντήν, ὡς ἐκεῖ τὴν ἔκλειψιν, ἐλάττω τὸ νέφος, ὡς ἐκεῖ τὴν σελήνην, μέσον τοῦ πυρὸς τὴν ἀπόσβεσιν, ὡς ἐκεῖ τὴν ἀντίφραξιν, παριστῶν καὶ διὰ τούτων, ὅπως ἀλλήλοιν συντρέχετον ἡ τοῦ διὰ τί ἐστιν ἀπόδοσις καὶ τοῦ τί ἐστιν.3 ἰδίᾳ μέντοι τὸν ὁρισμὸν τῆς βροντῆς καὶ ἰδίᾳ τὴν ἀπόδειξιν τίθησιν διὰ τὸ γενέσθαι σαφέστερον τὸ λεγόμενον. τί γάρ ἐστι βροντή; ἢ δῆλον ὅτι πυρὸς ἀπόσβεσις ἐν νέφει. λέγοντες δὲ διὰ τί βροντή, ποιούμεθα τὴν ἀπόδειξιν καὶ κατηγοροῦμεν τὸ Β, τὴν τοῦ πυρὸς ἀπόσβεσιν, τοῦ Γ τοῦ νέφους, ὡς ἐν αὐτῷ τοῦ πυρὸς ἀποσβεννυμένου. τούτου δέ, τοῦ Β δηλονότι, ἤτοι τῆς ἀποσβέσεως τοῦ πυρὸς κατηγοροῦμεν τὸ Α, ὅπερ ἐστὶ ψόφος, ὡς εἶναι τὸν συλλογισμὸν οὕτως ἔχοντα ‘ἐν τῷ νέφει πῦρ ἀποσβέννυται· ἔνθα πῦρ ἀποσβέννυται, ψόφος ἐστί· ἐν τῷ νέφει ἄρα ψόφος ἐστί.’ καὶ ἰδοὺ πάλιν τὸ Β ὁ μέσος ὁρισμός ἐστι τοῦ Α τοῦ πρώτου ἄκρου, ἤγουν τοῦ ψόφου καὶ τῆς βροντῆς ἡ τοῦ πυρὸς ἀπόσβεσις· οὕτω γὰρ ἀποδέδοται, ὅτε ἐλέγομεν τί ἐστι βροντή; πυρὸς ἀπόσβεσις ἐν νέφει. διὰ τοῦτο γὰρ ἐπὶ πράγματος, ἐν ᾧ γνώριμον ὑπῆρξε τὸ τί ἐστι, τὸν λόγον ἐγύμνασε, μετὰ τὸν ὁρισμὸν ἐκθέμενος τὴν ἀπόδειξιν, ὡς ἂν δῆλον ἐντεῦθεν γένηται, πῶς ὁ ὁρισμὸς ἐν τῷ διὰ τί ἐστι καὶ τῇ ἀποδείξει μέσος παραλαμβάνεται· ὥστε καὶ ἐν οἷς ζητεῖται τὸ τί ἐστι τῶν ἐχόντων ἐν ἑτέρῳ τὸ εἶναι, ἀποδιδομένου τοῦ διὰ τί ἐστι καὶ αὐτῷ συναναφαίνεσθαι δύναται.
“什么是雷?云中火的熄灭。” 他慷慨地列举实例,力图通过更多的例证来证实所言之事,并将雷设为大词,如同那里的月食;将云设为小词,如同那里的月亮;将火的熄灭设为中词,如同那里的遮蔽,通过这些同样表明,为何存在的给出与是什么的给出如何彼此相合。不过,为了使所言更加清楚,他分别给出了雷的定义,分别给出了证明。因为什么是雷?难道不显然是云中火的熄灭吗?而当我们说明为何有雷时,我们作出证明,将Β(火的熄灭)述谓于Γ(云),因为火在其中熄灭。而对于这个词,显然即对于Β(火的熄灭),我们述谓Α(即响声),以至于三段论呈现如下形式:“云中火熄灭;火熄灭之处有响声;因此云中有响声。”看哪,中词Β再次是第一极端词Α(即响声与雷)的定义,也就是火的熄灭;因为当我们说“什么是雷?云中火的熄灭”时,它就是如此被给出的。正因如此,他在本质是什么已经为人们所熟悉的事物上操练了论述,在定义之后陈述了证明,以便由此清楚地表明,定义在为何存在与证明中是如何被作为中项采纳的;从而在那些于他物中具有存在的事物中探求本质是什么时,当为何存在被给出,本质是什么也能够随同它一起彰显出来。
- 1.138οὗ ὄντος σκιὰ ἐγίνετο ἂν ἡμῶν ἱσταμένων ἐν τῷ φωτί
关系代词 οὗ 指向前行词 τὸ φῶς,构成属格绝对分词短语(οὗ ὄντος,“若光存在”)。主句是由 ἄν 与未完成过去时(ἐγίνετο ἄν)构成的反事实条件句,ἡμῶν ἱσταμένων 同样是表示附随条件的属格绝对结构(“当我们站在光中时”)。
- 1.139πολλὰ παραλαμβάνειν ἐνδέχεται, ὅσαπερ εἰκὸς ὡς αἴτια ὑποπτεύεσθαι, ὡς ἂν ἐκ τούτων τὸ οἰκεῖον ἐκλεξάμενοι ἀποβαλλώμεθα τὰ ἀλλότρια
结构骨干为无人称动词 ἐνδέχεται(“可以/可能”)统辖不定式 παραλαμβάνειν。关系从句 ὅσαπερ... 补充修饰不定式的宾语 πολλά,随后的 ὡς ἄν 加虚拟式 ἀποβαλλώμεθα 构成目的从句(分词 ἐκλεξάμενοι 与目的从句的主语“我们”保持一致)。
- 1.140ὅπως ἀλλήλοιν συντρέχετον ἡ τοῦ διὰ τί ἐστιν ἀπόδοσις καὶ τοῦ τί ἐστιν
动词 συντρέχετον 为第三人称双数现在时,ἀλλήλοιν 为双数与格形式。由于主语由两项构成——“为何存在的给出(ἡ τοῦ διὰ τί ἐστιν ἀπόδοσις)”与“本质是什么的给出([ἡ ἀπόδοσις] τοῦ τί ἐστιν)”,故动词与相互代词均严格采用了双数语法形式。
