← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§120.24-121.31

以原因为中项的证明与定义的把握

厄斯特拉提乌斯阐明亚里士多德所引用的月食与三角形内角和的实例,展示如何通过以原因为中项的证明同时把握事物是否存在及其定义(什么是其所是)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.136

" Ὧν δ’ ἔχομέν τι τοῦ τί ἐστιν, ἔστω πρῶτον μὲν ὧδε." Δύο τρόπους τῆς τοῦ εἰ ἔστιν ἐκθέμενος γνώσεως, ὧν ἅτερος μὲν ἐλέγετο συμβάλλεσθαι πρὸς τὸ τί ἐστιν, ἅτερος δ’ οὐχί, γυμνάζει νῦν καὶ ἐπὶ παραδειγμάτων τὸν λόγον. τίθησι δὲ πρῶτον τὸν ἀληθῆ τρόπον τῆς τοῦ εἰ ἔστι γνώσεως καὶ φησὶν ὧν δ’ ἔχομέν τι τοῦ τί ἐστι καὶ τὰ ἑξῆς. ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον· ὧν δὲ πραγμάτων ἅμα τῷ γινώσκειν αὐτὰ ὅτι εἰσὶν ἔχομέν τι καὶ τοῦ τί ἐστιν ἤτοι τοῦ ὁρισμοῦ, ἔστω τοῦτο πρῶτον παράδειγμα οὕτω λεγόμενον, ὡς δι’ ἀποδείξεως τὴν γνῶσιν γίνεσθαι.1 μείζων ὅρος ἔκλειψις, ἐφ’ οὗ τὸ Α στοιχεῖον τάττεται, σελήνη ἐλάττων, ἐφ’ οὗ Γ, μέσος γῆς ἀντίφραξις, ἐφ’ οὗ τὸ Β. ὅταν οὖν ζητῶμεν, πότερον ἐκλείπει ἡ σελήνη ἢ οὔ, τὸ Β ζητοῦμεν ἤτοι τὸ μέσον, ἆρ’ ἔστιν ἢ οὔ. τὸ γὰρ ζητεῖν εἰ ἔστιν ἡ ἔκλειψις ἢ οὔ, ταὐτόν ἐστι τῷ ζητεῖν εἰ ἔστιν αἴτιον τῆς ἐκλείψεως ἢ οὔ. καὶ ἐὰν ᾖ τὸ αἴτιον, ἔστι καὶ τὸ αἰτιατόν, κἂν εὕρωμεν θάτερον, εὑρημένον ἤδη καὶ θάτερον ἔχομεν.2 καθόλου μὲν γὰρ ἴσως τὸ αἴτιον ᾗ αἴτιον ἅμα τῷ αἰτιατῷ ἐστιν, εἴ γε ἅμα τὰ πρός τι τῇ φύσει· ἐπὶ δὲ τοῦ ὅρου καὶ μάλιστα, ὡς μὴ ἐνὸν μήτε τὸν ὅρον εἶναι χωρὶς τοῦ ὁριστοῦ μήτε τὸ ὁριστὸν χωρὶς τοῦ ὁρισμοῦ.

“凡是我们把握其什么是其所是的某些成分的事物,首先设为如下。” 既然阐明了认识事物是否存在具有两种方式——其中一种被说成是有助于认识它是什么,而另一种则不然——他现在又在实例上操练这一论证。他首先确立了认识事物是否存在的真正方式,并说“凡是我们把握其什么是其所是的某些成分的事物”等等。所言之意如下:凡是我们在知道事物存在的同时也把握了其是什么(即定义)的某些成分的事物,便以此为第一个实例,以如此表述的方式使认识通过证明而产生。大词是月食,以字母Α代表;小词是月亮,以Γ代表;中词是地球的遮蔽,以字母Β代表。因此,当我们探求月亮是否发生月食时,我们是在探求Β(即中词)是否存在。因为探求月食是否存在,与探求月食的原因是否存在是一回事。而如果原因存在,结果也就存在,而且如果我们找到了其中一方,也就已经把握了另一方被找到的状态。因为一般而言,原因只要作为原因,或许就与结果同时并存,如果关系物在天性上确实是同时的;而在定义的情形下尤为如此,因为既不可能有脱离被定义者的定义,也不可能有脱离定义的被定义者。

§1.137

"Ἢ ποτέρας τῆς ἀντιφράσεώς ἐστιν ὁ λόγος;" Πρῶτον εἰπὼν παράδειγμα, δι’ οὗ σαφῶς ἡμῖν ἔδειξε, πῶς διὰ τῆς ἐχούσης μέσον τὸ αἴτιον3 ἀποδείξεως ἅμα τό τε εἶναι καὶ τὸ τί ἦν εἶναι καταλαμβάνομεν, καὶ δεύτερον τίθησιν. ἔστι δὲ τοῦτο· ἢ εἰ βούλει, φησίν, ἐπὶ τοῦ τριγώνου· ζητοῦμεν γὰρ κἀκεῖ τῆς ἀντιφράσεως δύο ἐχούσης ἀποφάνσεις, κατάφασιν καὶ ἀπόφασιν, τὸ ἔχειν δύο ὀρθὰς καὶ τὸ μὴ ἔχειν, ποτέρας τούτων τῶν δύο λόγος ἐστὶ καὶ αἴτιον, τῆς λεγούσης δύο ὀρθὰς ἔχειν ἢ τῆς λεγούσης μὴ ἔχειν. τῆς γὰρ οὔσης ὁ λόγος, οὐ τῆς μὴ οὔσης· καὶ ἧς λόγος ἐστὶν ἐκείνη ἐστίν, οὐχ ἧς μή ἐστι λόγος. ὅταν δὲ εὕρωμεν τὸν λόγον, ἅμα τὸ ὅτι, φησίν, ἴσμεν καὶ τὸ διότι· καίτοι οὐ τοῦτο προέκειτο τὸ ὅτι καὶ τὸ διότι εὑρεῖν,4 ἀλλὰ τὸ εἰ ἔστι καὶ τί ἐστι, καὶ περὶ τούτων ἦν ὁ λόγος ἡμῖν, πῶς δυνατὸν ἐκ τῆς τοῦ προτεθέντος ἀποδείξεως εὑρίσκεσθαι ὁρισμόν. ἀλλ’ ἴσως ἐπεὶ καὶ πρότερον τῇ τοῦ ὅτι καὶ διότι γνώσει τὴν τοῦ εἰ ἔστι καὶ τί ἐστιν ἀνάλογον ἔλεγεν, ὅτι ὥσπερ ἐνίοτε ἅμα δῆλα γίνεται τὸ ὅτι καὶ τὸ διότι, οὕτω καὶ τὸ εἰ ἔστι καὶ τί ἐστιν, εἰπὼν ἐπὶ θατέρου πῶς γίνεται, εἴρηκε νῦν καὶ ἐπὶ τοῦ ἑτέρου πῶς γίνεται. ἢ οὖν οὕτως, ἢ ἐπειδὴ τὸ ἐκ τῆς ἀποδείξεως ἀναφαίνεσθαι τὸν ὁρισμὸν οὐκ ἐπὶ τῶν καθ’ αὑτὰ ὑφεστηκότων, ἀλλ’ ἐπὶ τῶν ἐν ἑτέροις ἐχόντων τὸ εἶναι πέφυκε γίνεσθαι, ἐφ’ ὧν τό τε εἰ ἔστιν ὅτι ἐστίν ἐστι, καὶ τὸ τί ἐστι διὰ τί ἐστι καὶ ἀνάπαλιν, διὰ τοῦτο οὕτως τὸν λόγον ἔδειξεν, καὶ ἔσχατον δὲ ταὐτὸν εἴρηκεν ἀδιαφόρως ἐπὶ τούτου, τῷ ὅτι ἐστὶν ἀντὶ τοῦ εἰ ἔστι καὶ τῷ διὰ τί ἐστιν ἀντὶ τοῦ τί ἐστι κεχρημένος. τὸ δὲ ἂν διὰ μέσων ᾖ ἀντὶ τοῦ διὰ τῶν αἰτίων οὐ μόνον τοῦ συμπεράσματος, ἀλλὰ καὶ τοῦ πράγματος. ἂν γὰρ μὴ διὰ τοιούτων ᾖ, τὸ ὅτι μόνον ἀλλ’ οὐχὶ καὶ τὸ διότι εἰσόμεθα, ὡς καὶ αὐτός φησιν ἐφεξῆς.

“或者,是矛盾对立的哪一方之理据?” 在阐述了第一个实例——通过它他向我们清楚地展示了我们如何通过以原因为中词的证明而同时把握存在与什么是其所是——之后,他又提出了第二个实例。这就是:或者如果你愿意,他说,在三角形的情形下;因为我们在那里也同样探求,当矛盾对立具有两个断言,即肯定命题与否定命题——具有两直角与不具有两直角——时,这两者中哪一方具有理据和原因,是声称具有两直角的一方,还是声称不具有的一方。因为理据是属于实际存在的一方的,而不是属于不存在的一方的;并且具有理据的那一方断言才是存在的,而非不具有理据的那一方。而他说,每当我们找到理据时,我们便同时知道了事实与原因。然而,被设定的课题并不是去寻找事实与原因,而是寻找是否存在与是什么,并且我们的论述也是关于这些的,即如何可能从所提出之物的证明中发现定义。但或许是因为他此前也把关于是否存在与是什么的认识,类比于关于事实与原因的认识,即正如有时事实与原因同时变得昭然,是否存在与是什么也是如此,因此他在说明了一方如何产生之后,现在也说明了另一方如何产生。要么是如此,要么是因为定义从证明中彰显出来,并非自然产生于依其自身实存的事物上,而是产生于在他物之中拥有存在的事物上,在这些事物上,是否存在就是事实存在,而本质是什么就是为何存在,反之亦然,因此他才以这种方式展示论证,并且最后在此情形中无差别地表述了同一事物,使用了“事实存在”代替“是否存在”,使用了“为何存在”代替“是什么”。而“如果是通过中项”这一短语,意思是指不仅通过结论的原因、而且通过事实本身的原因。因为如果不是通过这类原因,我们将只知道事实,而不能同时知道原因,正如他本人接下来所说的那样。

语法注4 条
  1. 1.136οὕτω λεγόμενον, ὡς δι’ ἀποδείξεως τὴν γνῶσιν γίνεσθαι

    由 ὡς 引导的不定式结构(ὡς + 不定式),表示结果或方式/视域(“以认识通过证明而产生的方式”),与 οὕτω 相呼应以限定该实例(παράδειγμα)的性质。

  2. 1.136εὑρημένον ἤδη καὶ θάτερον ἔχομεν

    由完成时被动分词 εὑρημένον 与动词 ἔχομεν 构成的迂回表达结构。不仅表示一种持续状态(“我们持有另一方已被发现的状态”),而且蕴含着逻辑结论:只要发现了其中一方,也就等于已经发现了另一方。

  3. 1.137τῆς ἀντιφράσεως δύο ἐχούσης ἀποφάνσεις ... ποτέρας τούτων τῶν δύο λόγος ἐστὶ καὶ αἴτιον

    τῆς ἀντιφράσεως δύο ἐχούσης ἀποφάνσεις 为属格独立结构,表前提条件。随后的间接疑问句中,属格代词 ποτέρας 作为属格补足语依附于 λόγος ἐστὶ(“是这两者中哪一方的理据”),而 τῆς λεγούσης ... ἢ τῆς λεγούσης 则是进一步具体说明 ποτέρας 的同格属格短语。

  4. 1.137καίτοι οὐ τοῦτο προέκειτο τὸ ὅτι καὶ τὸ διότι εὑρεῖν

    指示代词 τοῦτο 作为无人称动词 προέκειτο 的主语,随后的带冠词不定式短语 τὸ ... εὑρεῖν 作为同位语详细说明其内容(先行先取结构)。接下来的 ἀλλὰ τὸ εἰ ἔστι καὶ τί ἐστι 则是 εὑρεῖν 所支配的宾格对象。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:120.24-121.31