← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§119.10-120.23

存在认知的四重区分与通达本质

厄斯特拉吉奥斯注解亚里士多德(93a24–93a28),阐明若仅凭偶性知道事物的存在,则对把握其本质毫无助益;反之,若把握了事物本身的成分,则易于发现其定义,并通过知识的四重划分(疏离的偶性、本己的偶性、较远的本质规定、切近的本质规定)对此作了详细论述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.133

" Ὅσα μὲν οὖν κατὰ συμβεβηκὸς ἴσμεν ὅτι ἔστιν, ἀναγκαῖον μηδαμῶς ἔχειν πρὸς τὸ τί ἐστιν.1" Δύο εἰπὼν εἶναι τρόπους τῆς τοῦ εἰ ἔστι γνώσεως φησὶ πῶς τούτων ἔχει ἑκάτερος πρὸς τὴν τοῦ τί ἐστιν εἴδησιν. ὅσων γὰρ τὴν γνῶσιν τοῦ εἶναι ἀπό τινος ἔχομεν συμβεβηκότος, ἀναγκαίως ἐντεῦθεν οὐδεμίαν λυσιτέλειαν πρὸς τὸ τί ἐστι τούτων ἔχομεν, ταὐτὸν δὲ εἰπεῖν ἀδύνατον ποδηγηθῆναι πρὸς τοὺς ὁρισμοὺς τῶν λεγομένων γινώσκεσθαι ἐκ τῆς κατὰ συμβεβηκὸς γνώσεως τοῦ εἶναι αὐτά. καὶ τῆς τοιαύτης γνώσεως τὰ παραδείγματα ἤδη εἴρηται· ἐπιτείνων δὲ τὸ ἀδύνατον προστίθησιν οὐδὲ γὰρ ὅτι ἔστιν ἴσμεν,2 τουτέστιν αὐτὸ γὰρ τοῦτο οὐκ ἴσμεν οὗ ἡ γνῶσις πρὸς τὸ τί ἐστιν ἡμῖν συμβάλλεσθαι ἔμελλε. πῶς οὖν ἐξ αὐτοῦ εἰς ἐκεῖνο ἔσται ὁδηγηθῆναι ἡμᾶς; τὸ γὰρ ἀπὸ συμβεβηκότος εἰδέναι τι οὐδὲ εἰδέναι ἐστὶν αὐτό· ἄλλο γὰρ γένος τὸ συμβεβηκὸς τοῦ ᾧ συμβέβηκεν, ἐξ ἑτέρου δὲ γένους ἕτερον γνῶναι οὐκ ἔστι γνῶσις ἐπιστημονικὴ οὐδ’ οἰκεία τοῦ πράγματος· τὸ δὲ ἀλλοτρίως γινώσκειν οὐδὲ γινώσκειν ἐστίν. ὥσπερ δὲ τὸ οὕτω γινώσκειν οὐδὲ γινώσκειν ἐστίν, οὕτω τὸ ζητεῖν περί τινος τί ἐστι μὴ εἰδότας τὸ εἶναι αὐτὸ μηδὲ ζητεῖν ἐστιν, ἀλλὰ ματαιάζειν καὶ ἀνόνητα πονεῖν. ἀκριβείας δὲ ἕνεκεν τοὺς τρόπους διέλωμεν πλατύτερον τῆς τοῦ εἶναι γνώσεως. ἡ τοῦ εἶναι γνῶσις ἢ κατὰ συμβεβηκὸς ἢ κατ’ οὐσίαν γίνεται, καὶ τούτων ἑκάτερον εἰς δύο διαιρεῖται. τῶν γὰρ συμβεβηκότων τὰ μὲν γνωστικὰ πως τῶν ὑποκειμένων εἰσίν, ὥσπερ τὸ ὀρθοπεριπατητικόν, τὸ ἥμερον φύσει, τὸ γελαστικὸν τοῦ ἀνθρώπου, τὰ δὲ παντελῶς ἀλλότρια ὡς μηδὲ ὅλως γνωρισμόν τινα τῶν ὑποκειμένων παρέχοντα, ὡς τὸ λευκόν, τὸ μέλαν, τὸ βαδίζειν, τὰ τοιαῦτα. καὶ τῶν κατ’ οὐσίαν τὰ μὲν πλείοσι κοινὰ καὶ διὰ τοῦτο τοῦ προκειμένου πορρώτερα, τὰ δ’ ἐλάττοσι καὶ διὰ τοῦτο ἐγγύτερα. ἐκ μὲν οὖν τῶν πάντη ἀλλοτρίων συμβεβηκότων οὐδεμίαν ὅλως ὁδηγίαν ἔχομεν πρὸς τὴν τοῦ ὑποκειμένου κατάληψιν, κἂν ἐν αὐτῷ ὑφεστηκότα εὑρίσκοιτο· ἐκ δὲ τῶν ἰδιαιτέρων ἕξομεν ἴσως, ἀλλὰ πάντῃ ἀσαφῆ τε καὶ ἀμυδράν. ἐκ δὲ τῶν κατ’ οὐσίαν μὲν πόρρω δὲ διὰ τὸ πλείοσιν εἶναι κοινὰ καθαρωτέραν μὲν ἕξομεν γνῶσιν ἢ ἐκ τῶν συμβεβηκότων, συγκεχυμένην δ’ ἔτι καὶ ἀδιάρθρωτον· ἐκ δὲ τῶν ἐγγυτάτω σαφῆ τε ἤδη κατάληψιν τοῦ εἶναι τὸ πρᾶγμα ἔχομεν, καὶ ἐξ αὐτῆς ῥᾷον τὸ τί ἐστιν ἡμῖν παραγίνεται.

“因此,凡是我们通过偶性知道其存在的那些事物,必然与它是什么毫无关系。” 既然说了认识事物是否存在有两种方式,他就说明这两种方式中的每一种对于认识事物是什么具有怎样的关系。因为凡是我们从某种偶性获得关于其存在的认识的那些事物,我们必然在此基础上对其是什么不具有任何助益,这等于说,从关于事物存在的偶性认识出发,不可能被引导到所谓被认识之物的定义上。并且此类认识的实例此前已经言及;而在加强这种不可能性的同时,他补充道“因为我们甚至不知道它存在”——也就是说,我们不知道这一事物本身,而关于它的认识本应在认识其是什么上有助于我们。那么,我们怎能从它被引导至那一事物呢?因为从偶性去认识某物甚至根本不是认识它本身;因为偶性与发生偶性于其上的事物属于不同的属,而从另一个属去认识另一物既不是科学的认识,也不是该事物所本有的认识;而以疏离的方式去认识甚至根本不是认识。正如以这种方式认识根本不是认识一样,在不知道某物的存在的情况下去探求它是什么,也根本不是探求,而是徒劳无益和白费力气。为了准确起见,让我们更广泛地划分存在之认识的诸方式。存在的认识或是通过偶性产生,或是按照本质产生,而这两者中的每一种又各分为二。因为在偶性中,有些在某种程度上能让人认识其底层主体,比如直立行走、天性驯顺、能发笑之于人,而另一些则完全是疏离的,以至于完全不提供底层主体的任何辨识,比如白、黑、行走以及诸如此类的事物。而在按照本质的规定中,有些共通于更多事物,因此离所论对象更远,而有些则属于较少事物,因此离它更近。因此,从完全疏离的偶性出发,我们对于底层主体的把握完全得不到任何引导,即使它们被发现是实存于底层主体之中;从较本己的偶性出发,我们或许会有所引导,但完全是不清晰且模糊的。从那些按照本质却由于共通于更多事物而较为疏远的规定出发,我们将获得比从偶性中更纯粹的认识,但仍然是混杂且未分节的;而从最切近的规定出发,我们对事物之存在便已拥有了清晰的把握,并且由此更易于向我们呈现其是什么。

§1.134

"Καθ’ ὅσων δ’ ἔχομέν τι, ῥᾷον." Οὗτος ὁ ἕτερος τρόπος ἐστὶ τῆς τοῦ εἰ ἔστι τὸ πρᾶγμα γνώσεως, ὃς καὶ ἀληθής ἐστι καὶ πρὸς τὸ τί ἐστι συμβαλλόμενος. οὗτος δέ ἐστιν ὁ ἀπὸ τῶν ἐχομένων αὐτοῦ τοῦ πράγματος. καθ’ ὅσων γάρ, φησίν, ἔχομεν τι πραγματικῶς καὶ οἰκείως τοῖς γνωστοῖς περὶ τὴν τοῦ εἰ ἔστι γνῶσιν, ῥᾷον ἐπὶ τούτων ἡμῖν ἐστιν εὑρεῖν καὶ τὸ τί ἐστιν.

“至于我们把握其某些成分的事物,则较为容易。” 这是关于事物是否存在之认识的第二种方式,它既是真实的,又对认识是什么有所助益。而这就是出自事物本身之关联成分的方式。因为他说,凡是我们关于是否存在的认识把握了其实在且本属于可知对象的某种成分的事物,在这些事物上,我们也就更容易发现它是什么。

§1.135

"Ὥστε ὡς ἔχομεν ὅτι ἐστίν.3" Τοῦτο τῶν εἰρημένων ἐστὶν ὥσπερ εἴ τι συμπέρασμα. ἐπεὶ γὰρ περὶ τοῦ τί ἐστιν εἰπεῖν προθέμενος, εἰ ἐνδέχεται τοῦτο κατά τινα τρόπον δι’ ἀποδείξεως εὑρίσκεσθαι, εἴρηκεν ὅτι ὡς ἔχομεν πρὸς τὸ εἰ ἔστι παρασκευῆς, οὕτως ἐντεῦθεν καὶ πρὸς τὴν τοῦ τί ἐστιν εὕρεσιν ποδηγούμεθα, καὶ τοῦτο διὰ τῶν εἰρημένων ἔδειξεν, ἐπήγαγε λοιπὸν τὸ συμπέρασμα, ὅτι ὡς ἔχομεν ἄρα τῆς τοῦ εἶναι τὸ πρᾶγμα γνώσεως, οὕτως ἔχομεν καὶ τῆς πρὸς τὸ τί ἐστιν ἑτοιμότητος. σὺ δὲ ὅρα ὅτι πολλάκις ἐν τούτοις ἀδιαφόρως ἐχρήσατο τῷ ὅτι ἔστι καὶ εἰ ἔστι, διὰ τὸ ἐπὶ τῶν ἐν ἑτέροις ὑπαρχόντων δεῖξαι μέλλειν τὸ προκείμενον.

“因此,正如我们关于其存在所把握的那样[,我们关于它是什么也同样如此]。” 这犹如上述各论述的结论。因为既然他在确立了要论述关于本质是什么、以及这是否能够以某种方式通过证明而被发现之后,已经说过我们对于是否存在具有怎样的准备,由此我们对于它是什么的发现也就同样受到怎样的引导,并且通过上述论述证明了这一点,于是他最终引出了结论:我们对于事物存在的认识具有怎样的状态,我们对于它是什么的准备也就具有怎样的状态。然而你须注意,他在这些文字中常常无差别地使用“它存在这一事实”与“是否存在”,这是因为他打算在实存于他物之中的属性上展示当下的论题。

语法注3 条
  1. 1.133ἀναγκαῖον μηδαμῶς ἔχειν πρὸς τὸ τί ἐστιν

    非人称句 ἀναγκαῖον 所支配的不定词 ἔχειν 的逻辑主语,在语法上既可取为前面 ἴσμεν 的主语“我们”,亦可取为 ὅσα 所指代的“诸事物”。厄斯特拉吉奥斯在紧接着的释文中用 οὐδεμίαν λυσιτέλειαν πρὸς τὸ τί ἐστι τούτων ἔχομεν(我们对其是什么不具有任何助益)进行转述,表明他将 ἔχειν πρὸς 解释为主体“我们”对“是什么”不具有关系或把握的着力点。

  2. 1.133οὐδὲ γὰρ ὅτι ἔστιν ἴσμεν

    亚里士多德的原文章句(93a25–26)在此处并非作为独立的标目引用,而是作为直接引文嵌入在厄斯特拉吉奥斯自己的句子(接在 ἐπιτείνων δὲ τὸ ἀδύνατον προστίθησιν 之后)中。

  3. 1.135Ὥστε ὡς ἔχομεν ὅτι ἐστίν

    这是引自亚里士多德 93a28 的标目,但在后半部分的相应分句(οὕτως ἔχομεν καὶ πρὸς τὸ τί ἐστιν,“我们对于它是什么也同样如此”)之前戛然而止,属于截断式引用。厄斯特拉吉奥斯在随后的释文中将其完整语义补足为:ὅτι ὡς ἔχομεν ἄρα τῆς τοῦ εἶναι τὸ πρᾶγμα γνώσεως, οὕτως ἔχομεν καὶ τῆς πρὸς τὸ τί ἐστιν ἑτοιμότητος。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:119.10-120.23