- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:118.7-119.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德将对“是否存在”的把握划分为“通过偶性”与“通过事物本身的某种成分”(93a20–21),欧斯特拉提乌斯解释了后者虽包含属等本质特征但仍属粗略和模糊,并进一步补充了通过偶性征兆把握存在的具体实例。
" Ἀδύνατον γὰρ εἰδέναι τί ἐστιν ἀγνοοῦντας εἰ ἔστι." Καθὸ μὲν γὰρ ὡς ὁριστὸν ζητεῖται, ἵν’ αὐτὸ τί ἐστιν εἰσόμεθα, εἰ ἔστι δεῖ γνωρίζειν πρότερον· καθὸ δὲ τῶν ἐν ἑτέροις ὄντων τὸ λαμβανόμενον, ταὐτὸν ἐν τούτῳ τὸ εἰ ἔστι τῷ ὅτι ἐστί.1
“因为在不知道是否存在的情况下,不可能知道是什么。” 因为只要它是作为被定义项而被探求,以使我们认识它本身是什么,就必须先认识它是否存在;但只要被选取的事物属于在其他事物中存在者,在此种情况下,“是否存在”就与“存在这一事实”是同一的。
"Τὸ δ’ εἰ ἔστι ποτὲ μὲν κατὰ συμβεβηκὸς ἔχομεν, ποτὲ δ’ ἔχοντές τι αὐτοῦ τοῦ πράγματος. οἷον βροντὴν ὅτι ψόφος τις νεφῶν, καὶ ἔκλειψιν ὅτι στέρησίς τις φωτός, καὶ ἄνθρωπον ὅτι ζῷόν τι, καὶ ψυχὴν 〈ὅτι〉 αὐτὸ αὑτὸ κινοῦν." Ἐπειδὴ εἶπεν ὅτι ἀκολούθως τῇ τοῦ εἰ ἔστι γνώσει καὶ ἡ τοῦ τί ἐστιν2 εὕρεσις γίνεται, τίθησιν ἐξ ἀνάγκης καὶ τὰς διαφορὰς τῆς τοῦ εἰ ἔστι γνώσεως, καὶ φησὶν ὅτι διττῶς τὸ εἶναι τὸ πρᾶγμα γινώσκομεν· ἢ γὰρ ἀπό τινος συμβεβηκότος ἢ ἀπὸ τοῦ ἔχειν τι τοῦ πράγματος αὐτοῦ, τουτέστιν ἀπὸ τοῦ κατάληψιν δέξασθαί τινὰ τῆς οὐσίας ἐχομένην αὐτοῦ. τίθησιν δὲ καὶ παραδείγματα. ἐπειδὴ γὰρ οὐχ ὁμοτιμία ἐστὶ τῶν κατ’ οὐσίαν λαμβανομένων ἐπί τινος, ἀλλὰ τὰ μὲν καθαρώτερον αὐτὸ παρίστησιν, τὰ δὲ ἀμυδρότερον, ἀναλόγως ἡ ἐκ τούτων τε γνῶσις τοῦ εἶναι τὸ πρᾶγμα προσγίνεται καὶ ἡ πρὸς τὸ τί ἦν εἶναι αὐτοῦ λυσιτέλεια. ὁ γοῦν ψόφος τῶν νεφῶν γένος ἐστὶ τῆς βροντῆς, καὶ τοῦ φωτὸς ἡ στέρησις τῆς ἐκλείψεως· ἀλλ’ ἐκ τοῦ εἰδέναι τούτων ἕκαστον οὐκ εὐθὺς καὶ τὸ τί ἦν εἶναι γνωρίζειν ἔχομεν, διότι μηδὲ τοῦ εἶναι γνῶσιν τελείαν ἔχομεν. ὁλοσχερής τε γὰρ ἡ γνῶσις τοῦ τὶ ζῷον εἶναι τὸν ἄνθρωπον, ἅτε καὶ πλείοσιν οὖσα κοινὴ κατ’ οὐσίαν αὐτοῦ διαφέρουσιν, ὡς δὴ καὶ τὸ εἰδέναι περὶ τῆς ἐκλείψεως μόνον ὅτι στέρησις φωτὸς γίνεται· κατὰ πολλοὺς γὰρ τρόπους 〈ἔστιν〉 ὑπολαβεῖν γινομένην τὴν τοῦ φωτὸς στέρησιν, κατὰ ἀντίφραξιν, κατὰ στροφήν, κατὰ ἀπόσβεσιν. διὰ τοῦτο καὶ οὔπω οἰκειότατα τὸ εἶναι τὴν ἔκλειψιν κατείληπται, ὥστ’ οὐδὲ πρὸς τὸ τί ἦν εἶναι ἐντεῦθεν εὐθυβολώτατα ἔχομεν. τὸ αὐτὸ καὶ περὶ βροντῆς καὶ περὶ ψυχῆς, ἵνα μὴ καθ’ ἕκαστον ἐπεξίωμεν. εἰ δὲ ὁποῖος ὁ ψόφος, καὶ τίνος προηγησαμένου αὐτὸς ἐπιγίνεται, ὁμοίως δὲ καὶ τὴν στέρησιν τοῦ φωτός, καὶ ὅπως ἔχον τὸ τὶ ζῷον ὁ ἄνθρωπος τῶν λοιπῶν διενήνοχε, καὶ πῶς ἔχουσα ἡ ψυχὴ τοῦ εἶναι αὐτοκίνητος ἐστι γνοίημεν, ἕξομεν εὐθὺς ἑπομένην καὶ τὴν γνῶσιν τοῦ τί ἐστιν. ἐκ μὲν οὖν τῶν οὐσιωδῶν τὰ ληφθέντα ἐστὶ παραδείγματα, ἀλλά γε κοινότερον· διὰ τοῦτο καὶ ἀμυδροτέραν τὴν τοῦ εἶναι γνῶσιν παρέχοντα τῶν εἰρημένων ἕκαστον. εἰ δέ σοι μέλει ἐπὶ τῶν τοιούτων καὶ τῆς ἀπὸ συμβεβηκότων τοῦ εἶναι εἰδήσεως λαβεῖν παραδείγματα, ἕξεις βροντῆς μὲν τὸ ἐμβροντήτους τινὰς γίνεσθαι, ἐκλείψεως δὲ τὸ σκιὰν ἐν πανσελήνῳ μὴ γίνεσθαι μηδενὸς ὄντος μεταξὺ φανεροῦ, ἀνθρώπου δὲ τὸ ὁμιλητικὸν διὰ λόγου, ἢ ὄρθιον τῷ σχήματι ἤ τι τοιοῦτον, ψυχῆς δὲ τὸ τόπους ἐξαμείβειν τὸ σῶμα τὸ ἔμψυχον, μηδενὸς αὐτὸ μετοχλίζοντος ἔξωθεν.
“至于是否存在,我们有时是通过偶性把握的,有时则是通过把握事物本身的某种成分[来把握的]:例如〔把握到〕雷是云的某种声响,蚀是光的某种缺失,人是某种动物,灵魂是运动自身的。” 既然他说了本质是什么的发现是伴随着对是否存在的认识而产生的,他就必然也提出了对是否存在的认识的各种差别,并且说我们通过两种方式认识事物的存在:或者由于某种偶性,或者由于把握了事物本身的某种成分,也就是说,由于获得了对其本质有所触及的某种把握。他也给出了实例。因为在某一事物上按照本质所取的规定并不具有同等价值,而是有的更纯粹地显明它,有的则更模糊,所以由这些规定而来的关于事物存在的认识,及其对于什么是其所是的效用,也是按比例产生的。无论如何,云的声响是雷的属,光的缺失是蚀的[属];但仅凭知道了这些中的每一项,我们并不能立刻也认识什么是其所是,因为我们对它的存在连完全的认识都还没有。因为认识到人是某种动物乃是粗略的认识,因为它也共通于在本质上与人有别的更多事物,正如仅仅关于蚀知道发生光的缺失也是如此;因为[可以]设想光的缺失是按照多种方式产生的——通过遮挡,通过转动,通过熄灭。正因如此,蚀的存在尚未被最本己地把握,因而从这里我们也不能最直接地朝向什么是其所是。关于雷和关于灵魂也是一样,免得我们逐一赘述。但如果我们知道了它是何种声响,是在何物先行发生之后它本身随之产生,同样也知道了光的缺失,以及作为某种动物的人具有何种状态而有别于其余动物,以及灵魂具有何种状态而是自运动的存在,我们就会立刻拥有随之而来的关于本质的认识。因此,所取的例子虽然出自本质性的规定,但却过于普遍;正因如此,所言的每一个例子提供的对存在的认识也更为模糊。但如果你想要就此类事物也获取出自偶性的关于存在的认识的例子,你将会拥有:就雷而言是某些人遭到雷击而昏厥,就蚀而言是在满月且中间没有任何明显物体时并不产生影子,就人而言是能够通过言语交谈、或身姿直立或诸如此类,就灵魂而言则是在没有任何外部事物撬动它的情况下具灵的肉体变换位置。
- 1.131καθὸ δὲ τῶν ἐν ἑτέροις ὄντων τὸ λαμβανόμενον, ταὐτὸν ἐν τούτῳ τὸ εἰ ἔστι τῷ ὅτι ἐστί
在 καθὸ δὲ 引导的分句中,系动词 ἐστί 被省略。属格 τῶν ἐν ἑτέροις ὄντων 用作表语性的所有属格或部分属格,意为“只要被选取者属于在其他事物中存在者”。随后主句接以 ταὐτὸν ... τῷ ὅτι ἐστί(“与存在这一事实是同一的”)。
- 1.132εἰ δὲ ὁποῖος ὁ ψόφος, καὶ τίνος προηγησαμένου αὐτὸς ἐπιγίνεται, ὁμοίως δὲ καὶ τὴν στέρησιν τοῦ φωτός, καὶ ὅπως ἔχον τὸ τὶ ζῷον ὁ ἄνθρωπος τῶν λοιπῶν διενήνοχε, καὶ πῶς ἔχουσα ἡ ψυχὴ τοῦ εἶναι αὐτοκίνητος ἐστι γνοίημεν, ἕξομεν εὐθὺς ἑπομένην καὶ τὴν γνῶσιν τοῦ τί ἐστιν
在条件句的前件(εἰ ... γνοίημεν)中,动词 γνοίημεν 的宾语由数个间接疑问从句和名词短语并列构成。在间接疑问句(ὁποῖος...、τίνος...、ὅπως...、πῶς...)之间,插入了名词短语 τὴν στέρησιν τοῦ φωτός 作为 γνοίημεν 的直接宾语(“如果我们知道了光的缺失[是何种缺失]”)。后件 ἕξομεν ... 则采用直陈式将来时,表达确定的必然结论。
