← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§117.1-118.6

四种探究与存在认识对本质认识的先行

厄斯特拉蒂奥斯注解了亚里士多德摒弃关于定义的辩证推论并重新开始考察如何通过证明发现定义的部分(93a15–16)。他引入了四种探究课题(事实、原因、是否存在、是什么),并借助复合问题(事实与原因)中的认识顺序,阐明了在单纯问题(存在与本质)中对存在的认识同样必须先于对本质的认识的理由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.129

" Ὃν δὲ τρόπον ἐνδέχεται, λέγωμεν εἰπόντες πάλιν ἐξ ἀρχῆς." Τὸν μὲν ἤδη ῥηθέντα τρόπον τῆς τοῦ τί ἐστι δείξεως ὡς μὴ ἀποδεικτικὸν ἀλλὰ λογικὸν ἀποδοκιμάζει· οὐ γὰρ τοῦτο προηγουμένως προέκειτο, εἰ ὅλως ἐνδέχεται περὶ ὁρισμοῦ συλλογίσασθαι, ἀλλ’ εἰ ἔστιν ὁρισμὸν εὑρίσκειν δι’ ἀποδείξεως. νῦν δὲ τοῦτο διδάξαι προθέμενός φησιν ‘ἐπεὶ ὁ ῥηθεὶς τρόπος οὐκ οἰκεῖός ἐστιν ἀποδείξεως, λέγωμεν νῦν ὃν τρόπον ἐνδέχεται ὁρισμὸν εὑρίσκειν δι’ ἀποδείξεως.’

“然而以何种方式可能,让我们从头重新说起并予以讨论。” 他排斥了先前所说的展示本质的方式,认为它不是证明性的而是辩证的;因为起初提出的主要论题并不是究竟能否就定义进行推论,而是能否通过证明发现定义。现在他打算讲授这一点,因而说道:“既然所说的方式并不适合证明,现在就让我们来讨论以何种方式能够通过证明发现定义。”

§1.130

" Ὥσπερ γὰρ τὸ διότι ζητοῦμεν ἔχοντες τὸ ὅτι, ἐνίοτε δὲ καὶ ἅμα δῆλα γίνεται, ἀλλ’ οὔ τι πρότερόν γε τὸ διότι δυνατὸν γνωρίσαι τοῦ ὅτι, δῆλον ὅτι ὁμοίως καὶ τὸ τί ἦν εἶναι οὐκ ἄνευ τοῦ ὅτι ἐστίν." Ἐπεὶ τὸ μὲν διότι ζήτημα οἰκεῖον τῆς ἀποδείξεως, τοῦ ὁρισμοῦ δὲ τὸ τί ἐστι, ζητοῦμεν δὲ δεῖξαι εἰ δι’ ἀποδείξεως ὁρισμὸν εὑρεθῆναι ἐνδέχεται, ταὐτὸν δὲ εἰπεῖν διὰ τοῦ διότι ἐστὶ τὸ τί ἐστι, δεῖ τε καὶ τῶν ὑστέρων δύο ζητημάτων εἰς τὴν τοῦ προκειμένου παράστασιν, ὡς προϊοῦσι φανήσεται, ἀναγκαίως τὰ τέσσαρα εἰς μέσον παράγει, καὶ τάς τε πρὸς ἄλληλα διαφορὰς αὐτῶν καὶ τὰς κοινωνίας ἐκτίθεται. καὶ φησὶν ὅτι σύνθετα μὲν προβλήματά ἔστι τὸ ὅτι καὶ τὸ διότι ἐστίν, ἁπλᾶ δὲ τὸ εἰ ἔστι καὶ τί ἐστι. δεῖ οὖν ἀπὸ τῶν συνθέτων ὡς ἡμῖν σαφεστέρων ὁδηγεῖσθαι πρὸς τὰ ἁπλᾶ. ὃν οὖν λόγον ἐπὶ τῶν συνθέτων ἔχει τὸ ὅτι, τὸν αὐτὸν ἐπὶ τῶν ἁπλῶν τὸ εἰ ἔστι, καὶ ὃν ἐκεῖ τὸ διότι ἐστί, τὸν αὐτὸν ἐνταῦθα τὸ τί ἐστι. καὶ ὥσπερ ἐπὶ τῶν συνθέτων ἡ τοῦ ὅτι ἐστὶ γνῶσις προηγεῖται τοῦ διότι καὶ οὐκ ἄν ποτε διὰ τί ἐστιν εἰσόμεθα ἀγνοοῦντες ὅτι ἐστίν, ἐνίοτε δὲ καὶ ἅμα ἡ γνῶσις γίνεται ἀμφοτέρων, ὅταν τὸ ὅτι ἐστὶ διὰ τῆς αἰτίας γινώσκωμεν, πρότερον δὲ τὸ διότι ἐστὶ τοῦ ὅτι ἐστὶν εἰδέναι ἀμήχανον, οὕτω καὶ ἐπὶ τῶν ἁπλῶν εἰδέναι δεῖ εἰ ἔστι πρότερον, καὶ οὕτω γινώσκειν τὸ τί ἐστι· τὸ γὰρ τί ἐστιν αἰτία τοῦ πράγματος. οὐκ ἐνδέχεται οὖν τὸ τί ἐστι καὶ τὸν ὁρισμὸν εἰδέναι τοῦ πράγματος ἀγνοοῦντας εἰ ἔστιν ὅλως αὐτό. πῶς γὰρ οἷόν τε τὴν αἰτίαν εἰδέναι πράγματός τινος, εἴτε ὡς ἐν ἑτέρῳ ὂν εἴτε ὡς καθ’ αὑτὸ θεωροῖτο, ἀγνοουμένου τοῦ εἶναι αὐτό, εἰ μὴ καὶ τὸ μὴ ὂν εἰσόμεθα διότι ἐστίν·1 οὐδὲν γὰρ τοῦ μὴ ὄντος τοῖς ἀγνοοῦσιν ἀπέοικε, κἂν ᾖ, τὸ παρ’ αὐτῶν ἀγνοούμενον εἰ ὅλως ἐστίν. ὥσπερ οὖν τὸ μὴ ὂν ἢ τί ἐστιν ἢ διότι ἐστὶν εἰδέναι ἀδύνατον, οὕτω καὶ τὸ ἀγνοούμενον εἰ ἔστιν ἢ ὅτι ἐστίν. ἀδιαφόρως δὲ τὸ ὅτι ἐστὶν ἀντὶ τοῦ εἰ ἔστι νῦν εἴληφεν, ἐπεὶ καὶ λέγεται ἐνίοτε καὶ ἄμφω ὅτι ἐστὶ καὶ ἄμφω εἰ ἔστι· δυνατὸν γὰρ καὶ τὸ ὅτι ἐστὶν ὡς καθ’ ἑαυτὸ λαβεῖν θεωρούμενον καὶ τὸ εἰ ἔστιν ὡς ἐν ἑτέρῳ ὄντος τοῦ ζητουμένου πράγματος λαμβάνεσθαι. ἄλλως τε καὶ ὃ βούλεται προϊὼν εἰπεῖν ὡς ἐκ τῆς ἀποδείξεως ἀναφαινομένου τοῦ τί ἐστι,2 ἐπὶ τῶν ἐν ἑτέροις τὸ εἶναι ἐχόντων ἁρμόσει, οὐκ ἐπὶ τῶν καθ’ αὑτὰ ὑφεστηκότων· ἦν δὲ ἐπὶ ἐκείνων τὸ ὅτι ἔστιν, ἐπὶ δὲ τούτων τὸ εἰ ἔστιν, ὥστε ἐπὶ τῶν ἐν ἑτέροις τὸ εἰ ἔστιν ὅτι ἔστι. διὰ τοῦτο εἰπὼν τὸ τί ἐστιν οὐκ ἄνευ τοῦ ὅτι ἔστιν ἐπήνεγκεν

“因为正如我们在把握了事实之后探求原因——有时两者也是同时变得清楚的,但绝不可能在事实之前认识原因——显然,什么是其所是同样也不能没有‘存在这一事实’。” 因为探求原因是证明所固有的,本质则是定义所固有的,而我们所探求的是展示能否通过证明发现定义——即能否通过原因发现本质——并且为了阐明所提出的论题,正如在后文中所显明的那样,也需要后两个探求课题,所以他必然将这四个课题摆上台面,并阐述了它们彼此之间的区别与共通之处。他说,“事实”与“原因”是复合的问题,而“是否存在”与“是什么”是单纯的问题。因此我们必须从对我们而言更清楚的复合问题被引导至单纯问题。那么,“事实”在复合问题中所具有的比例关系,“是否存在”在单纯问题中也同样具有;而“原因”在前者中所具有的,“是什么”在后者中也同样具有。正如在复合问题中,关于事实的认识先于原因的认识,我们在不知道事实存在的情况下绝不可能知道它因何而存在——尽管有时两者的认识是同时产生的,即当我们通过原因认识事实存在之时,但先于事实存在而知道因何而存在是不可能的——同样在单纯问题中,也必须预先知道它是否存在,然后才能认识它是什么;因为本质就是事物的原因。因此,在完全不知道事物本身是否存在的情况下,不可能知道事物的是什么和定义。因为当事物本身的存在尚不为人知时,无论将它视作存在于另一事物中,还是视作就其自身被考察,又怎么可能知道某一事物的原因呢?除非我们还能知道非存在因何而存在;因为对于不知者而言,即便一事物存在,只要他们完全不知道它是否存在,它与非存在就毫无二致。因此,正如对于非存在不可能知道它是什么或因何而存在,对于人们不知道是否存在或是否属实的事物也是如此。不过,他现在无差别地用“事实”代替了“是否存在”,因为有时两者都称作“事实”,两者也都称作“是否存在”;因为既可能将“事实”理解为就其自身被考察者,也可能将“是否存在”理解为所探求的事物存在于另一事物之中。况且,他后文所想要说的——即本质是从证明中显露出来的——将适用于在其他事物中具有存在的事物,而不适用于就其自身自立存在的事物;但在前者上是“事实”,在后者上则是“是否存在”,所以在存在于其他事物中的事物上,“是否存在”就是“事实”。正因如此,在说了“本质不能没有‘存在这一事实’”之后,他接着补充了〔如下的话〕。

语法注2 条
  1. 1.130ἀγνοουμένου τοῦ εἶναι αὐτό, εἰ μὴ καὶ τὸ μὴ ὂν εἰσόμεθα διότι ἐστίν

    ἀγνοουμένου τοῦ εἶναι αὐτό 为属格绝对结构,其中带冠词的不定词短语 τοῦ εἶναι αὐτό(它本身的存在)充当其逻辑主语。随后的条件从句 εἰ μὴ καὶ... 引出一个荒谬的推论(“除非我们还能知道非存在因何而存在”),用于归谬并否定前述修辞疑问句 πῶς γὰρ οἷόν τε...(“又怎么可能……”)所预设的前提。

  2. 1.130ὡς ἐκ τῆς ἀποδείξεως ἀναφαινομένου τοῦ τί ἐστι

    由小词 ὡς 引导的属格绝对结构。它直接阐明了主句动词 βούλεται εἰπεῖν 的内容,表达了亚里士多德将要论述的意图和视角(“作为本质是从证明中显露出来的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:117.1-118.6