← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§115.20-116.35

通过原因与中项推导定义与逻辑推论

欧斯特拉提乌斯注解亚里士多德《后分析篇》93a6–14,探讨了通过另一原因(中项)推导定义的推论,并阐明该推论为何仅为辩证推论而非严格证明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.125

" Εἰ τοίνυν ἔστιν ἄλλο καὶ ἐνδέχεται ἀποδεῖξαι, ἀνάγκη μέσον εἶναι τὸ αἴτιον καὶ ἐν τῷ σχήματι τῷ πρώτῳ δείκνυσθαι." Δύο γάρ, φησί, δεῖ συνδραμεῖν, ἵνα ἀποδειχθείη τὸ αἴτιον, ἵνα τε ἄλλο εἴη τοῦ οὗ ἐστιν αἴτιον καὶ ἵν’ ἐνδέχηται αὐτὸ ἀποδεῖξαι, ἤγουν ἵνα μὴ ἄμεσον ᾖ καὶ προσεχῶς ὑπάρχον τῷ αἰτιατῷ, ἀλλὰ [μὴ] διὰ μέσου τινὸς δι’ οὗ καὶ ἀποδείκνυσθαι δύναται. εἰ οὖν τοιοῦτον ᾖ, ἀνάγκη τὸ μέσον δι’ οὗ μέλλει δείκνυσθαι, αἴτιον εἶναι κἀκεῖνο. ἢ οὖν οὕτω δεῖ εἰπεῖν ἢ ὅτι ἀνάγκη μέσον εἶναι τὸ κυριώτερον αἴτιον, ἤγουν τὸ προσεχέστερον καὶ ἀμέσως ὑπάρχον τῷ αἰτιατῷ.

“因此,如果它是另一者,并且能够被证明,那么原因就必然是中项,并且在第一格中被展示。” 他说,为了使原因能够被证明,必须有两点同时具备:既是它异于它作为其原因的那一事物,又是能够证明它,也就是说,它并非直接且切近地属于结果,而是通过某种它也能借以被证明的中项属于结果。因此,若是这样一种情况,那么借以展示它的中项必然也是原因。所以要么必须这样说,要么必须说,更为根本的原因——即更为切近且直接属于结果的原因——必然是中项。

§1.126

"Εἷς μὲν δὴ τρόπος ἂν εἴη ὁ νῦν ἐξητασμένος, τὸ δι’ ἄλλου τὸ τί ἐστι δείκνυσθαι." Προθέμενοι, φησί, δεῖξαι πῶς ἐνδέχεται διὰ συλλογισμοῦ καὶ διὰ ἀποδείξεως εὑρίσκεσθαι ὁρισμόν, ἕνα μὲν τρόπον ἤδη παραδεδώκαμεν, καὶ ἔστιν οὗτος ὁ νῦν διερευνηθεὶς καὶ ἀποδοθείς. οὗτος δέ ἐστι τὸ δείκνυσθαι τὸ τί ἐστι δι’ ἄλλου τί ἐστι, διὰ τοῦ προσεχοῦς καὶ ἀμέσου τὸ μὴ προσεχὲς μηδὲ ἄμεσον· ὃ καὶ συμπέρασμα ἀποδείξεως ἐν τῷ πρὸ τούτου βιβλίῳ εἶναι εἴρηκεν ὡς διὰ μέσου τοῦ προσεχεστέρου καὶ αἰτιωτέρου συμπεραινόμενον. ὅτι δὲ οὕτω τὸ δι’ ἄλλου εἴρηκεν, ἵνα τὸ τί ἐστιν ἐξακούοιτο, δηλοῖ ἐπάγων αὐτός.

“那么,现在所考察的将是一种方式,即通过另一者展示本质。” 他说,我们既然打算表明定义如何能够通过三段论和证明被发现,就已经传授了一种方式,而这就是现在所探讨和给出的方式。这种方式就是通过另一本质展示本质,即通过切近且直接者展示非切近且非直接者;他在前一卷中也曾说过,后者是证明的结论,因为它是通过更为切近且更具原因性的中项被推导出来的。至于他之所以说“通过另一者”,是为了让人理解为本质,这一点他自己通过紧接着附加的话表明了。

§1.127

"Τῶν τε γὰρ τί ἐστιν ἀνάγκη τὸ μέσον εἶναι τί ἐστι,1 καὶ τῶν ἰδίων ἴδιον· ὥστε τὸ μὲν δείξει τὸ δ’ οὐ δείξει τῶν τί ἦν εἶναι τῷ αὐτῷ πράγματι." Διὰ τί γάρ, φησί, δι’ ἄλλου τί ἐστι τὸ τοιοῦτον τί ἐστι δείκνυται; διότι δεῖ τὸ μέσον τῶν τί ἐστι, τουτέστι τὸ ὡς μέσος ὅρος ἐν τῇ ἀποδείξει τῶν τί ἐστι λαμβανόμενον, τί ἐστιν εἶναι, καὶ τῶν ἰδίων ὡσαύτως ἴδιον. ἐπί τε γὰρ τῶν ἰδίων ἁπλῶς εἴ τις μέλλοι μέσον παραλαβεῖν, ἴδιον ἐξ ἀνάγκης παραλήψεται. τῶν γὰρ ἑτέροις ὑπαρχόντων οἰκειότερα τὰ ἴδια· τὰ γὰρ μὴ ἴδια καὶ ἑτέροις κοινά, διὸ καὶ ἧττον οἰκεῖα, ὅταν ἑνί τινι ὄντα λαμβάνηται τῶν μετεχόντων αὐτῶν· τὰ δὲ ἴδια μόνων ἐστὶν τῶν ὧν ἐστιν ἴδια, ὥστε καὶ οἰκειότερα διὰ τοῦτο. ἄτοπον οὖν εἴη ἂν διὰ τῶν ἀνοικειοτέρων δεικνύναι τὰ οἰκειότερα· δεῖ ἄρα δι’ ἑτέρων οἰκείων προσεχεστέρων τὰς τῶν οἰκείων δείξεις ποιεῖσθαι. ἄλλως τε καὶ ὁ ὁρισμὸς τῷ ὁριστῷ οἰκειότατον· εἰ αὖ εἴη ὁρισμὸς ὁρισμοῦ προσεχέστερος, διὰ τούτου ὡς ἀμέσου τὸ ἔμμεσον δείξομεν· δι’ ἑτέρως δέ τινος ἔχοντος δεῖξαι παντελῶς ἀνεπιστῆμον. τὸ μὲν ἄρα δείξει τῶν τί ἐστι τὸ δὲ οὐ δείξει τῷ αὐτῷ πράγματι. ἐπεὶ γὰρ τῷ αὐτῷ μὲν ἄμφω ὁριστῷ, ἀλλὰ τὸ μὲν προσεχῶς τὸ δὲ διὰ μέσου, τὸ μὲν διὰ μέσου δείξει διὰ τοῦ προσεχοῦς, τὸ δὲ προσεχές τε καὶ ἄμεσον οὐ δείξει.

“因为在本质所属的事物中,中项必然是本质,而在固有属性所属的事物中,中项必然是固有属性;因此,对于同一事物而言,在属于本质存在的事物中,它将展示其一,而不会展示另一者。” 他说,为什么这样一种本质是通过另一本质被展示的呢?因为本质所属事物的中项——即在本质的证明中作为中项被把握者——必然是本质,同样在固有属性所属事物中也必然是固有属性。因为在一般固有属性的情况下,如果有人打算采用中项,他就必然会采用固有属性。因为比起属于其他事物的东西,固有属性更为亲近本己;非固有的东西对其他事物也是共通的,因此当它被视作属于分有它们的某一事物时,便不够亲近本己;而固有属性仅仅属于它们作为其固有属性的那些事物,因此也更为亲近本己。所以,如果通过不够亲近本己者来展示更为亲近本己者,那是荒谬的;因此必须通过其他更为切近的亲近本己者来对亲近本己者进行展示。况且,定义对被定义项而言是最为亲近本己的;如果一个定义比另一个定义更为切近,我们将通过作为直接者的这一定义来展示媒介性的定义;但若通过以别样方式存在的东西来展示,则是完全不合科学的。因此,对于同一事物而言,在属于本质的事物中,它将展示其一,而不会展示另一者。因为既然两者都属于同一被定义项,但一者是切近地属于,另一者是通过中项属于,所以它将通过切近者展示通过中项属于的那一者,但不会展示切近且直接的那一者。

§1.128

"Οὗτος μὲν οὖν ὁ τρόπος ὅτι οὐκ ἂν εἴη ἀπόδειξις, εἴρηται πρότερον,2 ἀλλ’ ἔστι λογικὸς συλλογισμὸς τοῦ τί ἐστι." Οὐ μόνον διὰ τὰ παρ’ αὐτοῦ εἰρημένα πρότερον οὐκ ἂν εἴη ἀποδεικτικὸς ὁ τὸν ὁρισμὸν οὕτω δεικνύων συλλογισμός, ἀλλὰ λογικός, ὅτι γε αἰτεῖται τὸ ἐν ἀρχῇ, ἀλλὰ καὶ δι’ ἕτερα ἴσως· ὅτι γε γὰρ μὴ ἀντιστρέφοντα ὅρον δείκνυσιν (οὐ γὰρ ἀντιστρέφει πρὸς τὸν θυμὸν ἡ ζέσις τοῦ περικαρδίου αἵματος, εἴ γε καὶ μὴ θυμουμένου τινὸς αὐτὸ ζεῖν ἐνδέχεται· τὸ δὲ μὴ ἀντιστρέφοντα δεικνύναι οὐδὲ ὅρον ἐστὶ δεικνύναι, ὥστε οὐ τὸ προκείμενον δείκνυσι) καὶ ἔτι ὅτι μηδ’ ἀναγκαίας λαμβάνει προτάσεις. οὔτε γὰρ ὁ τῆς ἀντιλυπήσεως ὀρεγόμενος ἐξ ἀνάγκης αὐτῆς ὀρέγεται, ἀλλ’ ἔστι καὶ μὴ ὀρέγεσθαι, οὔτε εἰ ὀρέξεται, εὐθὺς καὶ ἡ ζέσις τοῦ περικαρδίου αἵματος ἕπεται.

“因此,这一方式不会是证明,先前已经说过了,但它是关于本质的辩证三段论。” 以此种方式展示定义的三段论之所以不是证明性的而是辩证的,不仅是因为他先前所说过的那些理由——即因为它乞题——而且或许还因为其他理由:既因为展示了一个不能互换的定义(因为心脏周围血液的沸腾不能与愤怒互换,既然即便在某人并未发怒时它也有可能沸腾;而展示不能互换者甚至都不是在展示定义,所以并未展示所提出的论题),又因为甚至没有采用必然的前提。因为欲求报复者并非必然欲求之,而是也有可能不欲求,即便欲求,心脏周围血液的沸腾也不会立即随之发生。

语法注2 条
  1. 1.127Τῶν τε γὰρ τί ἐστιν ἀνάγκη τὸ μέσον εἶναι τί ἐστι

    Τῶν τί ἐστιν 是部分属格或限定属格(“在本质/是什么的范围内”),用以限定主语 τὸ μέσον 适用的范围。述语是名词化的 τί ἐστι,构成“在属于本质的事物中,中项必然是本质”。随后的 καὶ τῶν ἰδίων ἴδιον 则是省略了相同结构的对应表达。

  2. 1.128Οὗτος μὲν οὖν ὁ τρόπος ὅτι οὐκ ἂν εἴη ἀπόδειξις, εἴρηται πρότερον

    句首的 Οὗτος μὲν οὖν ὁ τρόπος 属于前置先取结构(prolepsis),将本应作为从属 ὅτι 引导的从句主语提前至主句动词 εἴρηται 之前。正常语序应为 ὅτι οὗτος ὁ τρόπος οὐκ ἂν εἴη ἀπόδειξις, εἴρηται πρότερον(“先前已经说过,这一方式不会是证明”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:115.20-116.35