- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:112.8-113.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
尤斯特拉提乌斯用字母构建了雷的三段论,展示了“是什么”与“为何”的论证如何重合。随后他以愤怒的质料定义与形式定义为例,分析了前提非直接的欠缺定义,并说明它们如何被补全以构成完备的论证。
ἔστω γὰρ νέφος Γ, βροντὴ Α, ἀπόσβεσις πυρὸς τὸ Β. οὗτος ὁ μέσος ἐστὶν ὁ συνάγων τὸ Α τὸν μείζονα τῷ ἐλάττονι ἄκρῳ τῷ Γ. ὑπάρχει δὴ τῷ Γ τῷ νέφει τὸ Β, τὸ ἀποσβέννυσθαι πῦρ ἐν αὐτῷ. τούτῳ δὲ τὸ Α ὁ ψόφος ἤτοι ἡ βροντή. καὶ ἔστι τοῦ ψόφου ἤτοι τῆς βροντῆς λόγος καὶ ὁρισμὸς ἡ τοῦ πυρὸς ἀπόσβεσις, τὸ Β τοῦ Α, ἤγουν ὁ μέσος τοῦ μείζονος ἄκρου. ἔστι δὴ πάλιν κἀνταῦθα τὸ τί ἐστι συστατικὸν τῆς τοῦ διὰ τί ἀποδείξεως, καὶ ἡ τοῦ διὰ τί ἀπόδειξις μέσον τὸ αἴτιον τοῦ πράγματος ἔχουσα πρόφασις γίνεται τῆς τοῦ τί ἐστι γνώσεως. καὶ ἕτερα μὲν ἀλλήλων ὁ ὁρισμὸς καὶ ἡ τοῦ διὰ τί ἀπόδειξις ἁπλῶς, ἀλλὰ συντρέχετον ἀλλήλοιν ταῦτα ἐνίοτε, ὁπόταν ἐπὶ τῶν ἐν ἑτέροις ὑπαρχόντων τὴν αἰτίαν ζητοῦντες, δι’ ἣν τῷδε τόδε ὑπάρχει, τὸν τοῦ τί ἦν εἶναι λόγον τοῦ κατηγορουμένου αἴτιον εὑρίσκωμεν τοῦ ὑπάρχειν ἐν τῷ ὑποκειμένῳ. ἀλλὰ καὶ ὁ εἰδὼς ἐπὶ τῶν τοιούτων τὸ τί ἐστιν οἶδε καὶ τὸ διότι ἐστίν. ὁ γὰρ εἰδὼς τὸ τί ἦν εἶναι τῆς βροντῆς, ὅτι πυρὸς ἀπόσβεσις ἐν νέφει, οἶδεν οὗτος καὶ τὸ διὰ τί ἐστι βροντή· διὰ γὰρ τὴν ἀπόσβεσιν τοῦ πυρὸς ἐν τῷ νέφει. οἱ μὲν οὖν κυρίως ὁρισμοὶ τῶν κατηγορουμένων καὶ τοῖς ὑποκειμένοις ἀμέσως ὑπάρχουσι καὶ μέσοι ἐν ταῖς ἀποδείξεσι λαμβανόμενοι τὴν τοῦ διότι ἀποτελοῦσιν ἀπόδειξιν ἀληθές τε συμπέρασμα καὶ ἀναγκαῖον συνάγουσαν. εἰ δέ ποτε συμβαίη λόγον μὲν τοῦ μείζονος ληφθῆναι, μὴ μέντοι μήτε τοῦτον ἀμέσως ὑπάρχειν τῷ ἐλάττονι μήτε μὴν ἀναγκαῖον συνάγεσθαι συμπέρασμα, οὗτος ὁ λόγος οὐκ ἔστι τέλειος οὐδὲ κυρίως ὁρισμός, ὡς μηδὲ ἀντιστρέφειν τῷ ὁριστῷ μηδὲ ἐκ τοῦ εἴδους ἀλλ’ ἐκ τῆς ὕλης λαμβάνεσθαι. καὶ ἔστιν οὗτος ἐκ τῶν λόγων ἐκείνων, οἵτινές εἰσι παραλελειμμένοι, τουτέστι τοῦ τελείου λειπόμενοι καὶ προσθήκης δεόμενοι,1 ἧς τυχόντες τέλειοί τε καὶ ἀντιστρέφοντες τοῖς ὁριστοῖς γίνονται, κἂν μέσοι ληφθεῖεν μετὰ τὴν τελείωσιν, τὴν τοῦ διὰ τί συνιστῶσιν ἀπόδειξιν, ἀληθές τε καὶ ἀναγκαῖον συνάγουσαν συμπέρασμα. οἷον ὡς ἐπὶ τοῦ θυμοῦσθαί τινα οὐκ ἄμεσον τὴν ἐλάττω πρότασιν εἴληφεν· οὐ γὰρ ἀμέσως τῷ θυμουμένῳ, ᾗ θυμούμενός ἐστι, τὸ ζεῖν ὑπάρχει τὸ περικάρδιον αἷμα, ἀλλὰ διὰ μέσου τοῦ ὀρέγεσθαι ἀντιλυπῆσαι. καὶ δῆλον ὅτι τοῦτο δεῖ προηγήσασθαι, ἵν’ ἐκεῖνο ἕψεται, οὐδὲ ὡς θυμουμένῳ ἐκείνῳ ὑπάρξει, κἂν ὑπάρχειν ὑποτεθῇ, εἰ ἐκεῖνο μὴ προηγήσεται. ἔστι δὲ τοῦτο λόγος ἐκ τοῦ εἴδους τῆς ὀργῆς λαμβανόμενος καὶ ἀμέσως μὲν ὑπαρχόντων τῷ θυμουμένῳ,2 οὐ μέντοι γε οὐδ’ αὐτὸς ἀντιστρέφων πρὸς τὸν θυμόν. ἀμφοῖν δ’ ἀλλήλοις συντιθεμένων τέλειός τε καὶ ἀντιστρέφων ὁρισμὸς γίνεται, καὶ μέσος ληφθεὶς τὴν τοῦ διότι ἀπαρτίζει ἀπόδειξιν. ‘τῷ δεῖνι ὀρεγομένῳ ἀντιλυπῆσαι ζεῖ τὸ περικάρδιον αἷμα. πᾶς ᾧ ὀρεγομένῳ ἀντιλυπῆσαι ζεῖ τὸ περικάρδιον αἷμα, θυμοῦται. ὁ δεῖνα ἄρα θυμοῦται. ὅταν οὖν λόγου ληφθέντος ἡ ΒΓ πρότασις, ἥτις ἡ ἐλάττων ἐστίν, ἑτέρου δεῖται μέσου, ὁ ληφθεὶς λόγος οὐκ ἔστι τέλειος, ἀλλά τις τῶν παραλελειμμένων καὶ ἀτελῶν. οὐδὲν δ’ ἧττον τὰ εἰρημένα καὶ ἐπὶ τῆς μείζονος ἁρμόζει προτάσεως· τὸ γὰρ θυμοῦσθαι μεῖζον ἄκρον τιθέμενον καὶ ὡς μέσου κατηγορούμενον τῆς τοῦ περικαρδίου αἵματος ζέσεως, δειχθείη ἂν διὰ μέσου τοῦ ὀρέγεσθαι ἀντιλυπῆσαι. ‘ἡ ζέσις τοῦ περικαρδίου αἵματος δι’ ὄρεξιν ἀντιλυπήσεως γίνεται· δι’ ὄρεξιν ἀντιλυπήσεως γινομένη θυμός ἐστιν. ἡ ζέσις ἄρα τοῦ περικαρδίου αἵματος θυμός ἐστι.’ καὶ ἔστι λογικὸς ὁ συλλογισμός, διότι οὐδ’ ἀναγκαῖαι αἱ προτάσεις· οὔτε γὰρ ἐξ ἀνάγκης δι’ ὄρεξιν ἀντιλυπήσεως ἡ ζέσις αὕτη γίνεται, ἀλλ’ ἐνδέχεται καὶ δι’ ἕτερον, οὔτε εἰ ὄρεξίς τινι ἀντιλυπήσεως γένηται θυμοῦται εὐθύς· οὐδὲ γὰρ εὐθὺς ἀναγκαῖον ζεῖν αὐτῷ τὸ περικάρδιον αἷμα, ἀλλ’ ἐνδέχεται τὴν ὄρεξιν ἐκκρουόμενον διαμένειν ἀτάραχον· καὶ ἀντέστρεφε δ’ ἂν πρὸς τὸν θυμὸν ἡ τῆς ἀντιλυπήσεως ὄρεξις, καὶ ὁρισμὸς ἦν αὐτοῦ τοῦ λοιποῦ μὴ δεόμενος, εἰ ἐξ ἀνάγκης οὔσης τῆς ὀρέξεως ταύτης ὑπῆρχε καὶ ὁ θυμός. ἃ δὲ περὶ τούτου φησὶν Ἀλέξανδρος, ἐροῦμεν τὴν λέξιν ἐπεξιόντες.
因为设云为Γ,雷为Α,火的熄灭为Β。这个中项正是将大项Α与小项端项Γ联结起来的项。于是,属于Γ即云的是Β,即火在其中熄灭。而属于此项的是Α,即响声或雷。并且响声或雷的说明与定义就是火的熄灭,即Α的Β,也就是大项的中项。因此在这里,“是什么”再次构成了关于“为何原因”的论证,而包含事物原因作为中项的关于“为何原因”的论证,则成为了对“是什么”的认识的开端。严格说来,定义与关于“为何原因”的论证彼此是不同的,但这二者有时会相互重合:每当我们在存在于另一物中的事物上探求此物因何原因属于彼物,并发现被断定属性的本质说明正是其属于底层主体的原因时。而且,在这一类事物中知道“是什么”的人,也知道它“为何存在”。因为知道雷的本质在于火在云中熄灭的人,也知道为何有雷;因为这是由于火在云中熄灭。因此,被断定属性在严格意义上的定义既直接属于底层主体,又在论证中被作为中项采纳,从而完成了推导出真实且必然结论的关于“原因”的论证。但若是有时采纳了大项的一个说明,然而这一说明既不直接属于小项,也绝未推导出必然的结论,那么这个说明就既不是完全的,也不是严格意义上的定义,因为它既不能与被定义者换位,也不是取自形式,而是取自质料。并且这个说明属于那一类有所欠缺的说明,即达不到完全程度且需要补充的说明;一旦获得补充,它们便成为完全的且与被定义者换位的定义,并且若在完全化之后被作为中项采纳,便构成了推导出真实且必然结论的关于“为何原因”的论证。例如,在某人发怒的情形中,[亚里士多德]采纳了非直接的小前提:因为心包血液的沸腾并不是在发怒者作为发怒者的意义上直接属于他,而是通过渴望反击致痛这一中项属于他。很明显,为了让前者相随,后者必须先行;若后者不先行,即使假设〔前者〕属于他,也绝不是作为发怒者而属于他。这〔渴望反击致痛〕是取自愤怒形式的说明,并且属于直接属于发怒者的诸属性,然而它自身也同样不能与愤怒换位。但是当二者彼此结合时,就生成了一个完全且换位的定义,并且在被作为中项采纳时完备了关于“原因”的论证。 “某人渴望反击致痛,其心包血液沸腾。凡渴望反击致痛而心包血液沸腾者,都在发怒。因此某人在发怒。” 所以,当采纳了一个说明后,作为小前提的ΒΓ前提需要另一个中项时,所采纳的说明就不是完全的,而是某种有所欠缺且不完全的说明。所说的话也同样适用于大前提;因为将发怒设为大项,并断定其属于作为中项的心包血液的沸腾,也是可以通过渴望反击致痛这一中项得到表明的。 “心包血液的沸腾因渴望反击致痛而产生;因渴望反击致痛而产生者是愤怒。因此心包血液的沸腾是愤怒。” 而且这个三段论是论辩性的,因为诸前提甚至不是必然的;因为这种沸腾既不必然因渴望反击致痛而产生,而是也可以因其他原因产生;某人即使产生了反击致痛的渴望,也并不立即发怒;因为他的心包血液并不必然立即沸腾,而是有可能克制住渴望而保持平静;如果这一渴望存在时发怒也必然属于他,那么反击致痛的渴望原本就会与愤怒换位,并且会成为其无需其余要素的定义。至于亚历山大对此所说的内容,我们将在逐句讨论文本时说明。
- 1.122παραλελειμμένοι, τουτέστι τοῦ τελείου λειπόμενοι καὶ προσθήκης δεόμενοι
分词 παραλελειμμένοι(字面意义为“被遗漏的”或“被略过的”)由尤斯特拉提乌斯自己在随后由 τουτέστι 引出的从句中明确解释为“即达不到完全程度且需要补充的”。它作为术语,指称仅包含质料或仅包含形式、因缺少另一半要素而不能完全换位的“欠缺的/不完全的”定义。
- 1.122ἀμέσως μὲν ὑπαρχόντων τῷ θυμουμένῳ
属格复数分词 ὑπαρχόντων 出现在紧随单数表语 λόγος ἐκ τοῦ εἴδους τῆς ὀργῆς λαμβανόμενος(取自愤怒形式的说明)之后的修饰语中。这是承前文所指直接属于发怒者的诸形式属性而在性数上产生的语法脱节(破格构造或依意构文),表意为“属于直接属于发怒者的诸属性(虽然直接属于发怒者)”。
