- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:113.22-114.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥斯对亚里士多德《后分析篇》卷二第8章开头(93a1)进行注解,梳理了先前疑难探讨中得出的结论在何种意义上正确、在何种意义上需要修正,并指明了后续论证中证明将如何有助于发现定义。
" Πάλιν δὲ σκεπτέον τί τούτων λέγεται καλῶς καὶ τί οὐ καλῶς, καὶ τί ἐστιν ὁ ὁρισμός, καὶ τοῦ τί ἐστιν ἆρά πως ἔστιν ἀπόδειξις καὶ ὁρισμὸς ἢ οὐδαμῶς." Πρότερον μὲν ἁπλῶς ἔδειξεν ὅτι οὔτε οἷόν τε τὸ αὐτὸ δι’ ὁρισμοῦ καὶ δι’ ἀποδείξεως εἰδέναι οὔτε ὁρισμοῦ ἐνδέχεται εἶναι ἀπόδειξιν, οὔτε μὴν ὁ ὁρισμὸς ἀποδείκνυσί τι ἢ δείκνυσι· καὶ ὅσον ἀπὸ τῶν ῥηθέντων δόξειεν ἂν μήτε ὅλως λόγον τινὰ οὐσιώδη συλλογισμῷ δείκνυσθαι μήτε τρόπον τινὰ ἀποδείξεως εἰς ὁρισμοῦ συμβαλλόμενον εὕρεσιν,1 μήτε μὴν ὅλως δεικνύειν τι τὸν ὅρον. ἐπεὶ δὲ καὶ λόγον ἔστιν εὑρεῖν οὐσιώδη συλλογισμῷ συμπεραινόμενον καὶ διὰ μέσου ἑτέρου λόγου τῷ ὑποκειμένῳ ὑπάρχειν δεικνύμενον, οἵους αὐτὸς ἔφησεν εἶναι συμπεράσματα ἀποδείξεως, καὶ τρόπος τίς ἐστιν ἀποδείξεως, δι’ οὗπερ ὁρισμὸς ἀναφαίνεται, διὰ τοῦτο τὰ εἰρημένα πῇ μὲν ἔχει καλῶς, πῇ δὲ οὔ. καλῶς μὲν γὰρ ἔχει ὅτι τέλειος ὁρισμὸς ἀποδείξει οὐχ ὑποβάλλεται καὶ ὅτι οὐκ ἔστι τὸν ἀκριβῆ ὁρισμὸν συλλογισμῷ συμπεραίνεσθαι· οὐ καλῶς δὲ ὅτι κατ’ οὐδένα τρόπον τὴν ἀπόδειξιν εἰς εὕρεσιν ὁρισμοῦ συμβάλλεσθαι εἴρηκε, καὶ ὅτι οὐδεὶς ὅλως λόγος οὐσιώδης ἐστὶν ὃς συλλογισμῷ συμπεραίνεται. διὰ γὰρ τῶν νῦν λεγομένων φανήσεται ὅτι ἐνδέχεται πως καὶ ἄμφω ταῦτα, καὶ ὅτι ὁρισμὸς δύναταί πως εἶναι ἑαυτοῦ δεικτικός. περὶ ὁρισμοῦ δὲ τὸν λόγον ποιούμενος, ἀναγκαίως ἀποδώσει καὶ τί ἐστιν ὁρισμὸς καὶ ποσαχῶς λαμβάνεται. τὸ δὲ καὶ τοῦ τί ἐστιν ἆρά πως ἔστιν ἀπόδειξις καὶ ὁρισμὸς ἢ οὐδαμῶς, τοῦτό ἐστιν ὅτι πρότερον μὲν καθόλου ἐλέγετο μηδαμῶς εἶναι ἀπόδειξιν ὁρισμοῦ μήτε μὴν τὸν ὁρισμὸν δεικνύειν τι ὅλως, νῦν δὲ μέλλει δείκνυσθαι καὶ τρόπος τις ἀποδείξεως ἐκφαντικὸς ὁρισμοῦ, καὶ ὅτι ὁ ὁρισμὸς δείκνυσί πως τὸ τί ἐστιν· ὡς καὶ δι’ ἀμφοτέρων ἐνδέχεσθαί πως τὸ τί ἐστι δείκνυσθαι,2 διά τε ἀποδείξεως καὶ δι’ ὁρισμοῦ.
“然而我们必须重新考察,在这些论点中何者说得对,何者说得不对,以及定义是什么,并且关于本质是否在某种方式上存在证明与定义,抑或全然不存在。” 先前他曾断然表明,不可能既通过定义又通过证明去认识同一事物,定义也不可能存在证明,定义更不证明或显示任何事物;而且单凭此前所言看来,人们似乎会以为,根本没有任何本质性的说明言辞能通过三段论得到显示,也不存在任何有助于发现定义的证明方式,定义本身更根本不显示任何事物。然而,既然既能发现一个本质性的说明言辞通过三段论得出结论,并通过作为中项的另一个说明言辞被显示属于主词——正如他自己所说的作为证明结论的那类言辞——而且也存在某种证明方式,定义正是借此得以显明,因此所说的那些话便在某一方面是正确的,在另一方面却不是。因为正确之处在于:完满的定义不受制于证明,而且精确的定义绝不可能通过三段论被推导出来;而不正确之处则在于:他说证明绝不以任何方式有助于发现定义,且根本不存在任何能通过三段论推导出来的本质性言辞。因为通过如今所讲的内容便会显明,这两者在某种方式上都是可能的,并且定义在某种方式上能够显示自身。而在论及定义时,他必然也会说明定义是什么,以及它在几种意义上被理解。至于“并且关于本质是否在某种方式上存在证明与定义,抑或全然不存在”,其意思在于:先前曾总体上说根本不存在对定义的证明,定义也根本不显示任何事物,而如今将要表明,既存在某种能够显明定义的证明方式,定义也在某种方式上显示本质;从而使得本质有可能在某种方式上通过这两者——既通过证明也通过定义——得到显示。
- 1.123μήτε τρόπον τινὰ ἀποδείξεως εἰς ὁρισμοῦ συμβαλλόμενον εὕρεσιν
在由 δόξειεν ἄν 所统摄的宾格不定式并列结构中(紧随 μήτε... λόγον... δείκνυσθαι 之后),分词 συμβαλλόμενον 作谓语性修饰,承前省略了连系动词不定式 εἶναι,即表达“也不存在任何有助于发现定义的方式”。
- 1.123ὡς καὶ δι’ ἀμφοτέρων ἐνδέχεσθαί πως τὸ τί ἐστι δείκνυσθαι
连词 ὡς 带有不定式 ἐνδέχεσθαι,用以表达结果或补充性说明(“从而使得……”),总结了前述由 νῦν δὲ μέλλει δείκνυσθαι 所引出的主句内容之推论。
