← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§110.38-112.8

通过论证探求定义与因果中项

厄斯特拉提奥斯阐明,通过论证揭示定义仅适用于存在于另一物之中的属性,并指出利用非因果中项(通过不产生阴影证明月食)的推论只能得出“事实”而无法得出“原因”或定义,从而论述了探求因果中项与探求定义是完全一致的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.122#6

τὰ μὲν γὰρ πρότερον εἰρημένα περὶ τοῦ συντελεῖν τὴν γνῶσιν τοῦ εἰ ἔστιν, ἂν δι’ οὐσιωδῶν γίγνοιτο, πρὸς τὸ τί ἐστι, κατὰ πάντων ἁρμόσει τῶν ὁριστῶν, τῶν τε ὄντων καθ’ αὑτὸ καὶ τῶν ἐν ἑτέροις ἐχόντων τὸ εἶναι· διὰ τοῦτο καὶ ἀναμὶξ ἐκεῖσε τὰ παραδείγματα εἴληπται, ἔκλειψις βροντή, ἄνθρωπος ψυχή· τὸ δὲ δι’ ἀποδείξεως ἀναφαίνεσθαι ὁρισμὸν οὐκ ἐπὶ πάντων, ἀλλ’ ἐπὶ μόνων τῶν ἐν ἑτέροις θεωρουμένων. διὸ καὶ τοιαῦτα ἐν τῷ περὶ τούτου λόγῳ εἴληπται παραδείγματα, ἔκλειψις βροντή, δύο ὀρθαί. διὰ τοῦτο γὰρ καὶ ποτὲ μὲν ὅτι ἐστὶ ποτὲ δὲ τί ἔστιν ὀνομάζει τὸ πρόβλημα, τὸ μὲν διὰ τὴν σύνθεσιν, τὸ δὲ διὰ τὸ ζητεῖσθαι τοῦ κατηγορουμένου τὴν ὕπαρξιν. εἰ μὲν τοίνυν, φησί, διὰ τοιούτων μέσων ὁ συλλογισμὸς γίγνοιτο μὴ μόνον αἰτίων ὄντων τοῦ συμπεράσματος, ἀλλὰ καὶ τοῦ πράγματος, ἄμφω τὰς γνώσεις ἔχομεν, τήν τε τοῦ ὅτι καὶ τὴν τοῦ διότι· εἰ δὲ μὴ διὰ τούτων, τὸ ὅτι μέν, τὸ διότι δ’ οὔ. ἔστων γὰρ πάλιν οἱ μὲν ἄκροι οἱ αὐτοί, σελήνη Γ, ἔκλειψις Α, Β δὲ ἤτοι μέσον τὸ ἐν πανσελήνῳ σκιὰν μὴ ποιεῖν μηδενὸς ἡμῖν μεταξὺ ὄντος φανεροῦ. ὑπαρχέτω δὴ τὸ μὲν Γ τῷ ἐλάττονι ἤτοι τῇ σελήνῃ, τὸ δὲ Β ὁ μέσος τὸ μὴ δύνασθαι σκιὰν ποιεῖν1 ἐν πανσελήνῳ, μηδενὸς μεταξὺ ὄντος φανεροῦ. τούτῳ δὲ ἤγουν τῷ Β τῷ μέσῳ τὸ Α τὸ ἐκλελοιπέναι. τὸ δὴ Α ὑπάρχει τῷ Γ, ἤγουν τὸ ἐκλελοιπέναι τῇ σελήνῃ. συνῆκται μὲν δὴ καὶ ὡδὶ τὸ συμπέρασμα, καὶ δῆλον γέγονεν ὅτι ἐκλείπει, οὐ μὴν δὲ καὶ διότι ἐκλείπει ἐκ τούτου δῆλον, διὰ τὸ μὴ μέσον ληφθῆναι τοῦ πράγματος αἴτιον. καὶ ὅτι μὲν ἔκλειψίς ἐστιν2 ἴσμεν, ὅπερ ἐστὶ τὸ εἰ ἔστι, τί δέ ἐστιν ἔκλειψις οὐκ ἴσμεν. ὡς γὰρ εἴρηται, ὡς ἔχομεν παρασκευῆς πρὸς τὸ εἰ ἔστιν,3 οὕτω καὶ πρὸς τὸ τί ἐστιν ὁδοποιούμεθα. ἐπεὶ οὖν παρακολούθημά τι καὶ συμβαῖνον τῇ ἐκλείψει πρὸς τὸ γνῶναι ὅτι ἔστιν αὕτη ἐλάβομεν, καὶ τοῦτο μέσον θέμενοι ταύτην συνεπεράναμεν, οὐδὲν δὲ οὐσιῶδες εἰς τὴν γνῶσιν τοῦ εἶναι αὐτὴν παρελάβομεν, διὰ τοῦτο ἐξ ἀνάγκης οὐδ’ εἰς γνῶσιν τοῦ τί ἐστιν ὡδηγήμεθα, οὐδέ τι ἡμῖν ἡ ἀπόδειξις εἰς τὸν ὁρισμὸν συνετέλεσεν. ὅταν τοίνυν οὕτως ἀτελῆ τὴν γνῶσιν ἔχωμεν τοῦ πράγματος οὗ ἄλλο παρ’ αὐτὸ τὸ αἴτιόν ἐστι, χώρα ὑπολείπεται ζητεῖν διότι ἐστί. τὸ δὲ ζητεῖν διότι ὑπάρχει οὗ τὸ ὅτι ὑπάρχει χωρὶς τῆς αἰτίας ἔσχομεν, οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ ζητεῖν τὸν μέσον τί ἐστιν, οἷον ὡς ἐφ’ οὗπερ εἴπομεν παραδείγματος· δήλου γὰρ ὄντος ὅτι ἐκλείπει ἡ σελήνη ἐκ τοῦ ἐν πανσελήνῳ σκιὰν μὴ γίνεσθαι μηδενὸς ὄντος μεταξὺ φανεροῦ, οἷον νέφους ἤ τινος ἄλλου, ἐπεὶ μὴ τὴν αἰτίαν ἔχομεν δι’ ἣν τοῦτό ἐστι, ζητοῦμεν τὸ διότι. τὸ δὲ τοῦτο ζητεῖν, οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ μέσον τί ἐστιν, ἤγουν τὸ αἴτιον τῆς ἐκλείψεως, πότερον ἀντίφραξις ἢ στροφὴ τῆς σελήνης, ὡς τοῦ πεφωτισμένου μέρους αὐτῆς ἀναστραφέντος ἐπὶ θάτερα καὶ τοῦ ἀφωτίστου πρὸς ἡμᾶς γεγονότος, ἢ ἀπόσβεσις τοῦ προσόντος αὐτῇ φωτός. τοῦτο δ’ ὅπερ ἄν τις ἀποδῷ, οὐδὲν ἄλλο ἐστὶν ἢ λόγος καὶ ὁρισμὸς τοῦ ἑτέρου ἄκρου τῶν ἐν τῷ συμπεράσματι εἰλημμένων, ἤγουν τοῦ μείζονος, ὃς ἦν ἡ ἔκλειψις. ἔστι γὰρ ἔκλειψις ἀντίφραξις ὑπὸ γῆς. τὸ αὐτὸ δὴ καὶ ἐπὶ τῆς βροντῆς ἐρεῖς· ἐπεὶ γὰρ καὶ αὐτὴ τῶν ἐν ἑτέρῳ ὑφισταμένων ἐστίν (ἐν γὰρ τῷ νέφει) καὶ τοῦ ἐν νέφει ψόφου τὸ αἴτιον ἄλλο παρ’ αὐτόν ἐστι, ὅταν ἴσμεν ὅτι ἐστὶ χωρὶς τοῦ αἰτίου, ζητοῦμεν τὸ διότι· καὶ τοῦτο ζητοῦντες οὐδὲν ζητοῦμεν ἕτερον ἢ τί ἐστι τὸ μέσον, καὶ τὸ διότι εὑρόντες τὸν λόγον εὑρήσομεν καὶ τὸν ὁρισμὸν τῆς βροντῆς. διὰ τί γὰρ ὁ ψόφος ἐν τῷ νέφει γίνεται, ἤτοι διὰ τί βροντή ἐστιν; ὅτι πῦρ ἐν τῷ νέφει ἀποσβέννυται. τί ἐστι βροντή; πυρὸς ἀπόσβεσις ἐν νέφει. Πρὸς παράστασιν δὲ τοῦ πράγματος πλείονα λάβωμεν καὶ μετὰ τῶν στοιχείων, ἵνα καὶ δῆλον ᾖ πῶς προβαίνει ἡ τὴν αἰτίαν ἔχουσα ἀπόδειξις.

因为先前关于“是否存在”的认识——若是通过本质属性产生的——有助于“是什么”的说法,适用于一切可定义的事物,既包括自立存在的事物,也包括在另一物中具有存在的事物;因此那里的例子是混杂选取的:食、雷、人、灵魂。但是,通过论证揭示出定义并不适用于一切事物,而仅适用于在另一物中被观察到的事物。因此,在关于这一点的讨论中所选取的例子正是这一类:食、雷、两直角。正是由于这个原因,他有时将该问题称为“事实如此”,有时称为“是什么”:前者是由于结合关系,后者则是因为所断定属性的存在正被探求。 他说,因此,如果三段论是通过不仅是结论的原因、而且也是事物本身的原因的此类中项产生的,我们就同时拥有这两种认识,即关于“事实”的认识与关于“原因”的认识;但如果不是通过此类中项,我们固然拥有“事实”,却没有“原因”。因为,设两极端项仍为原样:月亮为Γ,食为Α;中项Β设为在满月时、在我们与它之间没有任何可见物阻隔的情况下不产生阴影。设Γ为小项即月亮,中项Β为在没有任何可见物阻隔的情况下满月时无法产生阴影。而属于此项即中项Β的,是发生食这一属性Α。于是Α属于Γ,即发生食属于月亮。结论确实依此被推导出来,并且它发生食这一事实已变得明显,但它为何发生食并未因此而变得明显,这是由于事物本身的原因未被作为中项采纳。我们知道食存在(这正是“是否存在”),但食是什么我们却不知道。因为正如已经说过的,我们对于“是否存在”处于何种准备状态,我们也同样被引导走向“是什么”。所以,既然我们为了认识它存在而选取了食的某种伴随特征和附属性质,并将此置为中项而推导出结论,却未在对它存在的认识中引入任何本质性的东西,因此必然地我们也没有被引导至对“是什么”的认识,论证也丝毫没有对我们获得定义起到作用。 因此,当我们对自身之外另有原因的事物持有如此不完全的认识时,就留有探求它为何存在的余地。而对于我们在没有原因的情况下已知其“事实属于”的事物,探求它“为何属于”,无非就是探求中项是什么,正如在我们所举的例子中那样。因为,由于在满月时没有任何可见物(如云或其他东西)阻隔而没有阴影产生,月亮发生食这一事实既然已经清楚,但由于我们没有使这件事成立的原因,我们便探求“原因”。而探求这一点,无非就是[探求]中项是什么,即食的原因是什么:究竟是遮蔽,还是月亮的旋转(即其受光部分转向另一侧,未受光部分朝向我们),抑或是其固有光芒的熄灭。无论有人将此回答为什么,这无非是结论中所取的两极端项之一、即大项(它曾是食)的说明与定义。因为食正是地球的遮蔽。 关于雷,你也完全可以这样说。因为雷本身也是存在于另一物中的事物(因为它在云中),而云中响声的原因与响声本身是不同的;当我们脱离原因而知其“事实存在”时,我们便探求“原因”;在探求这一点时,我们所探求的无非是中项是什么,而一旦找到了“原因”,我们也就找到了雷的说明与定义。因为响声为何在云中产生,也就是说为何有雷?因为火在云中熄灭。雷是什么?火在云中的熄灭。为了使这一问题更加明了,让我们也用字母来考察,以便清楚包含原因的论证是如何进行的。

语法注3 条
  1. 1.122ὑπαρχέτω δὴ τὸ μὲν Γ τῷ ἐλάττονι ἤτοι τῇ σελήνῃ, τὸ δὲ Β ὁ μέσος τὸ μὴ δύνασθαι σκιὰν ποιεῖν

    在命令式 ὑπαρχέτω 引导的结构中,字母符号 Γ 与其同格说明“小项即月亮”、以及 Β 与“中项即无法产生阴影”分别作为同一指称并列。这与后续的分句“τούτῳ δὲ ... τὸ Α”及“τὸ δὴ Α ὑπάρχει τῷ Γ”相连,规定了该三段论的大前提、小前提与结论的形式配置。

  2. 1.122τὸ δὲ τοῦτο ζητεῖν, οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ μέσον τί ἐστιν

    以带定冠词不定式短语 τὸ δὲ τοῦτο ζητεῖν 为主语,系表结构 οὐδὲν ἄλλο ἐστὶν ἢ 之后省略了动词不定式 ζητεῖν,直接接间接疑问节 τὸ μέσον τί ἐστιν(“中项是什么”)。其中名词 τὸ μέσον 被前置提引(prolepsis)在疑问代词 τί 之前。

  3. 1.122ὡς ἔχομεν παρασκευῆς πρὸς τὸ εἰ ἔστιν

    动词 ἔχω 搭配属格 παρασκευῆς 构成表示状态的惯用表达(属格表示性质或程度),意为“处于……的准备状态中”。它与相关副词 ὡς... οὕτω... 相应,构成比例关系:“正如我们对于‘是否存在’处于何种准备状态,我们也同样向着‘是什么’……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:110.38-112.8