← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§109.30-110.38

作为原因的中项与对事实和原因的同时间把握

厄斯特拉齐奥考察了月食与三角形的例子,在这些例子中,通过中项(地球的遮蔽、直角的定义)能够同时把握“是否存在”与“是什么”或“事实”与“原因”,并讨论了中项如何不仅作为三段论的连接项,而且作为事物本身的原因(形式因或动力因)在论证中发挥作用。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.122#5

τὸ δὲ παράδειγμα αὐτῷ τῆς τοῦ εἰ ἔστι γνώσεως τῆς ἐχούσης τι τοῦ τί ἐστιν, ἔστι τόδε· μείζονα ὅρον τὴν ἔκλειψιν τίθεται, ὅπερ ἐστὶ τὸ Α, τὴν σελήνην ἐλάττονα, ὅπερ ἐστὶ τὸ Γ, μέσον τῆς γῆς ἀντίφραξιν, ὅπερ ἐστὶ τὸ Β. ὅταν οὖν ζητῶμεν, φησί, πότερον ἐκλείπει ἢ οὔ, τοῦτο ζητοῦμεν, ἆρα ἔστι τὸ Β ἢ οὔ, ταὐτὸν δ’ εἰπεῖν ἆρά ἐστιν αἴτιόν τι τῆς ἐκλείψεως τῆς σελήνης ἢ οὔ. καὶ ἐὰν ᾖ τὸ αἴτιον, ἔστι δηλονότι καὶ τὸ αἰτιατόν· ὄντος γὰρ τοῦ ὑπὸ γῆς ἀντιφράττεσθαι,1 ὅπερ ἦν τὸ Β, ἔσται καὶ τὸ Α ἐξ ἀνάγκης, ὅπερ τὸ ἐκλείπειν ἐστί· λόγος γὰρ καὶ αἰτία τῆς ἐκλείψεως ἡ τῆς γῆς ἐστιν ἀντίφραξις. ἅμα οὖν ἐν τούτῳ ἥ τε τοῦ εἶναι τὴν ἔκλειψιν γνῶσις γίνεται καὶ τοῦ αἰτίου αὐτῆς· τοῦτο δὲ ἦν τὸ τί ἐστιν. ὥστε οὕτως ἡ ἐπιστημονικὴ τοῦ εἰ ἔστι γνῶσις ἑαυτῇ τὸ τί ἐστι συμπαρίστησιν. ἐπιφέρει καὶ ἕτερον παράδειγμα, τὸ ἔχειν δύο ὀρθὰς τὸ τρίγωνον· δύο γὰρ οὐσῶν ἀποφάνσεων ἀντικειμένων ἀλλήλαις κατὰ ἀντίφασιν ζητοῦμεν ὁποτέρας τούτων ἐστὶν αἴτιον, πότερον τῆς λεγούσης ἔχειν δύο ὀρθὰς τὸ τρίγωνον ἢ τῆς λεγούσης μὴ ἔχειν. εὑρόντες οὖν τῆς λεγούσης ἔχειν τὸ αἴτιον, ἴσμεν ὅτι τε ἔχει δύο ὀρθὰς καὶ διότι ἔχει δύο ὀρθάς· ὄντος γὰρ τοῦ δυσὶ ταῖς ἐφεξῆς ἴσας εἶναι τὰς τοῦ τριγώνου γωνίας τὸ αἴτιον εὕρομεν τοῦ εἶναι αὐτὰς δυσὶν ὀρθαῖς ἴσας. ἅμα οὖν ἐν τούτῳ τῷ λόγῳ τό τε ὅτι ἐστὶ καὶ διότι ἐστὶ λαμβάνομεν. καὶ ἴσως τὸ δεύτερον παράδειγμα οὐ διὰ τὸ δύνασθαι γνῶναι ὁρισμὸν δι’ ἀποδείξεως εἴληπται, ἀλλὰ πρὸς πλείονα πίστωσιν τοῦ ἐνδέχεσθαι ἅμα τὸ ὅτι καὶ τὸ διότι γινώσκεσθαι· ἔστι μὲν γὰρ δυνατὸν ἐν πλείοσι τοῦτο γίνεσθαι, οὐ μὴν δ’ ἀναγκαῖον ἴσως, ἔνθαπερ εὑρίσκεται, εἰς ὁρισμοῦ συντελεῖν εὕρεσιν. ἢ δὴ κἀνταῦθα τὸ μέσον καὶ αἴτιον ὁρισμόν τις ἐρεῖ, εἴ γε ὀρθῆς γωνίας οὗτός ἐστιν ὅρος· τί γάρ ἐστιν ὀρθὴ γωνία ἀποδιδόντες φαμὲν ‘ὅταν εὐθεῖα ἐπ’ εὐθεῖαν σταθεῖσα τὰς ἐφεξῆς γωνίας ἴσας ἀλλήλαις ποιῇ’, ἢ καὶ οὕτως ‘ἡ γινομένη ἐκ τοῦ ἵστασθαι εὐθεῖαν ἐπ’ εὐθείας, ὡς καὶ τὰς ἐφεξῆς γωνίας ἴσας ἀλλήλαις ποιεῖν’. τοῦτο οὖν ἐν τῷ Β θέμενοι ἤτοι τῷ μέσῳ ποιούμεθα τὴν ἀπόδειξιν ‘τοῦ τριγώνου αἱ τρεῖς γωνίαι δυσὶ ταῖς ἐφεξῆς ἴσαι εἰσί· δύο δ’ ἐφεξῆς δυσὶν ὀρθαῖς ἴσαι εἰσίν· τοῦ τριγώνου ἄρα αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν’. ἅμα οὖν τό τε ὅτι ἔχομεν καὶ τὸ διότι, ἂν διὰ μέσων ᾖ τῶν κυρίως μέσων· κυρίως δὲ μέσοι εἰσίν, εἰ μὴ τοῦ συμπεράσματος μόνον ἀλλὰ καὶ τοῦ πράγματος αἴτιοι. τοῦτο δέ ἐστιν, ὅταν ὁ μέσος τοιοῦτος ᾖ, ὡς μὴ μόνον διὰ τὸ ἐν συλλογισμῷ ληφθῆναι ἀναγκαίως ἔχειν ἑπόμενον τὸ συμπέρασμα, ἀλλ’ ὅτι καὶ αἴτιος ἐστι τοῦ κατηγορουμένου ἐν τῷ συμπεράσματι εἴτε ὡς ὁρισμὸς αὐτοῦ εἴτε ὡς ἄλλο τι τῶν αἰτίων, ὡς ἔστιν ἐπὶ τοῦ τριγώνου ἰδεῖν. τὸ γὰρ ὅταν εὐθεῖα ἐπ’ εὐθείας σταθεῖσα τὰς ἐφεξῆς γωνίας ἤτοι δύο ὀρθὰς ποιῇ ἢ δυσὶν ὀρθαῖς ἴσας αἴτιόν ἐστιν ὡς λόγος τοῦ εἶναι τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας.2 τὸ γὰρ τί ἐστι τῆς ὀρθῆς γωνίας τοῦτό ἐστι, τὸ γίνεσθαι ἐκ τοῦ ἵστασθαι εὐθεῖαν ἐπ’ εὐθείας, εἰ μή τις ὡς ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως αἴτιον εἴποι διὰ τὸ καὶ ποιεῖν λέγεσθαι, ὡς ἂν σταθῇ εὐθεῖα ἐπ’ εὐθείας, ἤτοι δύο ὀρθὰς ἢ δυσὶν ὀρθαῖς ἴσας τὰς ἐφεξῆς γωνίας ποιεῖ. ἀπόδειξις γὰρ οὐ μόνον ἡ μέσον τὸ ὡς εἶδος αἴτιον ἔχουσα, ἀλλὰ καὶ ἡ τὶ ἄλλο τῶν αἰτίων, ὡς Ἀριστοτέλης ἐρεῖ προϊών. Τάχα δὲ οὐ μόνον τό τε ὅτι ἔχομεν καὶ τὸ διότι ἐκ τούτων, ἀλλὰ καὶ τὸ εἰ ἔστι καὶ τί ἐστι. καθὸ μὲν γὰρ τῶν ἐν ἑτέρῳ ἐχόντων τὸ εἶναι ἐστὶ τὸ ζητούμενον, σύνθετόν τε τὸ πρόβλημα καὶ τοῦ ὅτι καὶ διότι· καθὸ δὲ ὡς ἄδηλον ἔτι ζητεῖται, οἷον ἔκλειψις ἢ δύο ὀρθαί, καὶ διὰ μέσου ὁρισμοῦ τὸ εἶναι δείκνυται, τοῦ εἰ ἔστι καὶ τί ἐστι.3

在他看来,包含“是什么”的某些成分的关于“是否存在”的认识的例子如下:他将食(即Α)设为大项,将月亮(即Γ)设为小项,将地球的遮蔽(即Β)设为中项。他说,因此当我们探求它是否发生食时,我们探求的就是:Β是否存在,换句话说,月食是否存在某种原因。若原因存在,结果显然也存在;因为当被地球遮蔽(这曾是Β)存在时,食(这是Α)也必然存在;因为食的说明与原因正是地球的遮蔽。因此,在此事中,食的存在之认识与其原因之认识同时产生;而这一[原因]正是“是什么”。这样,关于“是否存在”的科学认识便将“是什么”附随于自身。 他又引入了另一个例子,即三角形具有两直角。因为存在着两个在矛盾关系上彼此对立的陈述,我们探求这两者中哪一者存在原因:是说三角形具有两直角的陈述,还是说它不具有的陈述。当我们找到了说它具有两直角的陈述的原因时,我们既知道了它具有两直角(事实),又知道了它为何具有两直角(原因);因为由于三角形的各角等于两个邻角这一事实存在,我们找到了它们等于两直角的原因。因此,在这一论说中,我们同时把握了“事实”与“原因”。 或许这第二个例子并非因为能够通过论证认识定义而被采用,而是为了进一步证实“事实”与“原因”有可能被同时认识;因为这确实可能在更多情况下发生,但在任何发现它的地方,它未必一定有助于发现定义。或者,若这正是直角的定义,有人在这里也会将中项和原因称为定义;因为在给出直角是什么时,我们说“每当一直线立于一直线上并使相邻各角彼此相等时[的角]”,或者也可以这样说:“由于一直线立于一直线上从而使相邻各角彼此相等所产生的[角]”。因此,我们将此置于Β即中项,从而进行论证:“三角形的三个角等于两个邻角;而两个邻角等于两个直角;因此三角形的三个角等于两个直角”。所以,若是通过严格意义上的中项,我们便同时拥有“事实”与“原因”;而如果中项不仅是结论的原因,更是事物本身的原因,它们就是严格意义上的中项。这种情况发生在:中项不仅因为在三段论中被采纳而使结论必然相随,而且它本身就是结论中所断定属性的原因,无论作为其定义还是作为其他某种原因,正如在三角形的例子中所见的那样。因为“每当一直线立于一直线上使相邻各角成为两直角或等于两直角”这一事实,作为定义的说明,是三个角等于两直角的原因。因为直角的“是什么”正是这个:由一直线立于一直线上而产生——除非有人因其也被说成是“产生”,而将其称为运动始源意义上的原因[动力因],因为一旦一直线立于一直线上,它就使相邻各角成为两直角或等于两直角。因为论证不仅包括以形式因作为中项的论证,也包括以其他某种原因作为中项的论证,正如亚里士多德在下文所要讲的那样。 或许从这些出发,我们不仅拥有“事实”与“原因”,也拥有“是否存在”与“是什么”。因为就所探求的事物属于在另一物中具有存在的事物而言,该问题是复合的,属于“事实”与“原因”;但就它仍作为某种不明显的事物而被探求(例如食或两直角),并且通过作为定义的中项表明其存在而言,[该问题]属于“是否存在”与“是什么”。

语法注3 条
  1. 1.122ὄντος γὰρ τοῦ ὑπὸ γῆς ἀντιφράττεσθαι

    属格独立结构,以带冠词不定词 τοῦ ὑπὸ γῆς ἀντιφράττεσθαι 作为主语,意为“当被地球遮蔽这一状态存在时”。

  2. 1.122τὸ γὰρ ὅταν εὐθεῖα ἐπ’ εὐθείας σταθεῖσα τὰς ἐφεξῆς γωνίας ἤτοι δύο ὀρθὰς ποιῇ ἢ δυσὶν ὀρθαῖς ἴσας αἴτιόν ἐστιν ὡς λόγος τοῦ εἶναι τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας

    句首的中性冠词 τό 将其后整个 ὅταν 从句(“每当一直线立于一直线上……”)名词化,作为主句的主语,连接述谓名词 αἴτιόν ἐστιν。属格 τοῦ εἶναι... 依存于 αἴτιον,作宾格性属格。

  3. 1.122καθὸ δὲ ὡς ἄδηλον ἔτι ζητεῖται, οἷον ἔκλειψις ἢ δύο ὀρθαί, καὶ διὰ μέσου ὁρισμοῦ τὸ εἶναι δείκνυται, τοῦ εἰ ἔστι καὶ τί ἐστι

    并列承前省略结构,呼应前文的 σύνθετόν τε τὸ πρόβλημα καὶ τοῦ ὅτι καὶ διότι(“问题是复合的,且属于事实与原因”)。末尾的属格 τοῦ εἰ ἔστι καὶ τί ἐστι 承前补出[τὸ πρόβλημά ἐστι],即“[问题]属于是否存在与是什么[的问题]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:109.30-110.38