← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§108.23-109.30

认识存在的在先性与本质定义的探求

厄斯特拉提欧在四种探求问题的框架下论述了对事物存在的认识先于对其本质和原因的认识,并指出关于存在的认识是基于本质属性还是基于偶性,决定了人们如何被导向确立其本质的定义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.122#4

ὅταν μὲν οὖν ὡς ἕτερον ἐν ἑτέρῳ ζητεῖται τὸ ὅτι καὶ τὸ διότι, πρόβλημα γίνεται τὸ μὲν τοῦ πράγματος ζητουμένου, τὸ δὲ τῆς αἰτίας αὐτοῦ· ὅταν δὲ ὡς καθ’ ἑαυτὸ θεωρούμενον, τὸ εἰ ἔστι καὶ τί ἐστι, τὸ μὲν κἀνταῦθα ζητουμένου τοῦ πράγματος, τὸ δὲ τῆς αἰτίας τοῦ πράγματος. ὥσπερ τοίνυν ἐπὶ τῶν προτέρων οὐκ ἂν τὴν αἰτίαν ζητήσαιμεν τοῦ πράγματος ἀγνοουμένου τοῦ εἶναι αὐτό,1 οὕτω δὴ καὶ ἐπὶ τῶν δευτέρων, λέγω δὴ τῶν ἁπλῶν· καὶ ὥσπερ ἐκεῖ ἅμα μὲν ἐνδέχεται γνῶναι τὸ ὅτι καὶ τὸ διότι, πρότερον δὲ τοῦ ὅτι τὸ διότι γνῶναι ἀδύνατον, οὕτω κἀνταῦθα ἅμα μὲν τὸ εἶναι καὶ τὸ τί ἦν εἶναι γνῶναι ἐνδέχεται, πρότερον δὲ τοῦ εἶναι τὸ τί ἦν εἶναι ἀδύνατον, ἐπεὶ κἀκεῖ κἀνταῦθα εὔηθες καὶ ζητεῖν τὴν αἰτίαν τοῦ πράγματος ἀγνοουμένου τοῦ εἶναι ὅλως αὐτό. εἰ γὰρ καὶ τὸ αἴτιον φύσει πρότερον τοῦ οὗ ἐστιν αἴτιον, ἀλλὰ τῇ καθ’ ἡμᾶς γνώσει ἐκ τῶν ἀτελῶν προβαινούσῃ ἐπὶ τὰ τέλεια ἡ τοῦ εἶναι τὸ πρᾶγμα γνῶσις περιγίνεται πρότερον, εἶθ’ οὕτως καὶ ἡ τῆς αἰτίας αὐτοῦ, ἢ δὴ καὶ ἅμα ἐνίοτε, ἀνάπαλιν δὲ οὐδέποτε. οὐ γὰρ ἄν τις τὴν αἰτίαν τινὸς εἰδὼς ὅτι αἰτία τούτου ἐστὶ ζητήσαι ποτὲ εἰ ἔστιν ἐκεῖνο,2 εἴ γε καὶ ὅτε αὐτὸ ζητεῖ, τὴν αἰτίαν αὐτοῦ ζητεῖ, εἰ ἔστι τις αἰτία τοῦ εἶναι αὐτό, εἴτε τῶν ἐν ἑτέροις τοῦτο εἴτε τῶν καθ’ αὑτὰ θεωρουμένων ἐστίν. εὑρὼν δὲ ὅτι ἔστι τις αἰτία τοῦ εἶναι αὐτὸ ζητεῖ ἐντεῦθεν, ἥτις αὕτη ἐστίν· οὕτω γὰρ ἐξ ἀρχῆς εἴρηται. ἀλλ’ οὖν γε ὥσπερ μάταιον ζητεῖν ἰδιότητα πράγματος ἀγνοουμένου τοῦ εἶναι αὐτό, οὕτω δὴ μάταιον ζητεῖν τὴν ἰδίαν αἰτίαν τινὸς ἀγνοουμένου, εἰ ἔστιν ὅλως αἰτία αὐτοῦ. Τούτων οὕτως ἐχόντων ἐπεὶ τὸ εἰ ἔστι καὶ ἡ τούτου γνῶσις προηγεῖται τοῦ τί ἐστι καὶ τῆς αὐτοῦ γνώσεως, ὡς ἔχομεν παρασκευῆς ἐν τῇ τοῦ εἰ ἔστι γνώσει, οὕτω καὶ πρὸς τὸ τί ἐστι ποδηγούμεθα. εἰ μὲν ἀπὸ συμβεβηκότων τινῶν καὶ ἃ μὴ τῆς οὐσίας τοῦ ζητουμένου μέρη ἐστί, τὸ εἶναι αὐτὸ γινώσκομεν, ἐπιπόλαιός τε ἡ γνῶσις αὐτοῦ καὶ ἐγγύς που τοῦ μηδὲ γνῶσις εἶναι, διὸ δὴ καὶ ἡ ἐκ ταύτης τοῦ τί ἐστι κατάληψις ἀμυδρά τις καὶ ὡς εἰπεῖν ἀφαυρά· εἰ δὲ ἐξ οὐσιωδῶν τινων καὶ ἃ μέρη τῆς οὐσίας ἐστὶ τοῦ πράγματος τὴν τοῦ εἰ ἔστιν ἔχομεν γνῶσιν, ῥᾷον ἤδη ἐντεῦθεν καὶ πρὸς τὴν ἀτελῆ τοῦ τί ἐστι γνῶσιν ὁδοποιούμεθα. οἷον εἰ περὶ βροντῆς ζητοῦμεν ἢ τῆς ἐκλείψεως, τί τούτων ἐστὶν ἑκάτερον, ἂν περὶ τοῦ εἶναι αὐτὰ οὕτως ἔχωμεν γνώσεως ὅτι3 τὸ μὲν ψόφος τίς ἐστι νεφῶν, τὸ δ’ ὅτι φωτὸς στέρησίς τις, ὡσαύτως καὶ ἄνθρωπον ὅτι ζῷόν τι, καὶ ψυχὴν ὅτι αὐτὸ αὐτὸ κινοῦν, ἐπεὶ ταῦτα οὐσιώδη ἐστὶ τοῖς ληφθεῖσι, ῥᾷον ἀπὸ τούτων καὶ πρὸς τὸ τί ἐστιν ἕκαστον τούτων ἥξομεν. εἰ δὲ περὶ τῆς βροντῆς μὲν ὅτι τινὲς ἐμβρόντητοι γίνονται, περὶ δὲ τῆς ἐκλείψεως τῆς σελήνης ὅτι πανσέληνος οὖσα καὶ ὑπὸ νέφους μὴ ἐπισκοτουμένη ἄφνω ἀφανὴς γίνεται, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως, ἐὰν ἐκ τοιούτων τοῦ εἶναι τὴν γνῶσιν ἔχωμεν, οὐδὲν ἐντεῦθεν πρὸς τὸ τί ἐστι μεθοδεύειν ἔστιν, ὅτι μηδὲ αὐτὸ τὸ εἶναι γινώσκεται ἐκ τοιούτων δοκοῦν γινώσκεσθαι, τούτου δὲ μὴ γινωσκομένου ζητεῖν τὸ τί ἐστι μηδὲ ζητεῖν ἐστι. καλῶς ἄρα εἴρηται ὅτι ὡς ἔχομεν περὶ τοῦ εἶναι οὕτως ἔχομεν καὶ περὶ τοῦ τί ἦν εἶναι. οὐ πάντα δὲ οὐδὲ τὰ ἀπὸ τοῦ πράγματος λαμβανόμενα ὁμότιμά ἐστιν, ἀλλὰ τὰ μὲν ἐγγυτέρω, τὰ δὲ πορρωτέρω, καὶ ἡ ἐκ τούτων πρὸς τὸν ὁρισμὸν ποδηγία τῇ αὐτῶν πρὸς τὸ πρᾶγμα οἰκειώσει ἀνάλογος. λαμβάνει τοίνυν παραδείγματα τῶν εἰρημένων, καὶ πρῶτον μὲν ἐφ’ ὧν γνῶσις οὐσιώδης τοῦ ὅτι ἔστι, δι’ ἧς καὶ εἰς τὸ τί ἐστι ποδηγούμεθα, εἶτα δὲ καὶ τῆς κατὰ συμβεβηκὸς τοῦ εἰ ἔστι γνώσεως λήψεται παράδειγμα καὶ δείξει διὰ τούτου, ὡς οὐδὲν ἡμῖν ἡ τοιαύτη γνῶσις πρὸς τὸν ὁρισμὸν συντελεῖ.

因此,当“事实”与“原因”作为另一物中的另一物而被探求时,探求问题在一方面成为对事物的探求,在另一方面成为对其原因的探求;而当“是否存在”与“是什么”作为就其自身而言被考察的事物而被探求时,在此同样一方面是对事物的探求,另一方面是对事物原因的探求。正如在前一种情况下,当事物的存在尚属未知时,我们绝不会去探求其原因一样,在第二种情况下,即在单纯问题的情况下,也完全如此。正如在那一情况下有可能同时认识“事实”与“原因”,但不可能在认识“事实”之前认识“原因”一样,在此同样有可能同时认识存在与本质,但在认识存在之前认识本质却是不可能的;因为无论在那一情况还是在此处,在事物是否存在全属未知时连去探求其原因也都是愚蠢的。因为即使原因在自然上优先于其作为原因的事物,但就从不完全走向完全的对于我们而言的认识而言,对事物存在的认识也是在先获得的,然后才是对其原因的认识,或者有时确实同时获得,但绝不会颠倒。因为任何知道某物的原因、知道它是此事原因的人,决不会去探求那件事物是否存在——既然即便他在探求该事物本身时,也是在探求其原因,即探求它是否存在某种存在的原因,无论这属于在另一物之中的事物,还是属于就其自身而言被考察的事物。而一旦发现它存在某种存在的原因,他此后便探求这原因究竟是什么;因为起初就是这样说的。但无论如何,正如在事物的存在尚属未知时去探求事物的固有属性是徒劳的一样,在根本不知道某物是否存在原因时去探求其固有原因,同样是徒劳的。 既然这些情况如此,又因为“是否存在”及其认识先于“是什么”及其认识,那么我们关于“是否存在”的认识具有怎样的准备程度,我们便同样如何被导向“是什么”。一方面,如果我们根据某些偶性以及不属于所探求事物之实体的部分的事物来认识它的存在,我们对它的认识就是肤浅的,几乎接近于根本算不上认识,因此由此得出的关于“是什么”的把握也是微弱的,可以说是无力的;另一方面,如果我们根据某些本质性的事物以及属于事物实体之部分的事物而具有关于“是否存在”的认识,我们便能由此更容易地走向关于“是什么”的不完全认识。例如,如果我们探求关于雷或蚀这二者各自是什么,若关于它们的存在我们处于这样一种知识状态,即一者是云的某种响声,另一者是光的某种缺失,同样关于人知道是一种动物,关于灵魂知道是自我运动之物,既然这些对于所选取的对象而言是本质性的,我们便更容易从这些出发达到它们各自的“是什么”。但如果关于雷只知道有人被雷击昏,关于月蚀只知道在满月且未被云层遮蔽时突然变暗,其他事物亦是如此,若我们从这类事物中获得存在的认识,就绝不可能由此有方法地走向“是什么”,因为从这类事物中甚至连存在本身都没有被认识(尽管看似被认识了),而在存在尚未被认识时去探求“是什么”,甚至根本算不上在探求。因此,所谓“我们关于存在处于怎样的状态,关于本质也就处于怎样的状态”,是说得极好的。并且,从事物中取得的一切也并非具有同等价值,而是有些更近,有些更远,由此导向定义的引导与它们自身对事物的贴近程度成比例。因此,他举出了所说诸事的例子:首先是那些在其中具有关于“它存在”的本质性认识、且通过这种认识我们被导向“是什么”的例子;然后他也将举出关于“是否存在”的附属性认识的例子,并通过这一例子表明,这类认识对于我们确立定义毫无裨益。

语法注3 条
  1. 1.122ἀγνοουμένου τοῦ εἶναι αὐτό

    属格独立结构。被动分词 ἀγνοουμένου 的逻辑主语是带定冠词的不定式短语 τοῦ εἶναι αὐτό(“它存在”),该短语作为中性单数属格与分词在性、数、格上一致。宾格 αὐτό 是不定式 εἶναι 的逻辑主语。

  2. 1.122οὐ γὰρ ἄν τις τὴν αἰτίαν τινὸς εἰδὼς ὅτι αἰτία τούτου ἐστὶ ζητήσαι ποτὲ εἰ ἔστιν ἐκεῖνο

    分词 εἰδώς 所带补足语从句中出现的先取(prolepsis)结构。本应在从句中作谓词或主语成分的 τὴν αἰτίαν τινός 被前置为 εἰδώς 的宾格宾语,其后跟随名词从句 ὅτι αἰτία τούτου ἐστί(“即它是此物的原因”)。全句的主要谓语动词是表示潜在可能的 ἄν ... ζητήσαι(希求法)。

  3. 1.122ἂν περὶ τοῦ εἶναι αὐτὰ οὕτως ἔχωμεν γνώσεως ὅτι

    副词 οὕτως 与动词 ἔχω 结合并接表示状态或程度的属格 γνώσεως 的惯用表达(“如果我们在知识方面处于这样一种状态”)。连接词 ὅτι 引出同位或说明性从句,具体阐明该知识状态的内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:108.23-109.30