- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:107.14-108.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥考察了亚历山大关于为何通过定义推导定义不是论证而仅仅是逻辑(辩证)推论的观点,随后注解了亚里士多德如何借助四种探求问题(事实、原因、是否存在、是什么)过渡到通过论证探求定义。
τοῦτον δὴ τὸν τρόπον τὸν δι’ ὁρισμοῦ συλλογιζόμενον ὁρισμὸν1 ἔφησε καὶ πρότερον καὶ νῦν αὖθις λέγει μὴ εἶναι ἀπόδειξιν, ἐπεὶ λαμβάνει ὃ βούλεται ἀποδεῖξαι· ὁρισμὸν γάρ τινος δεῖξαι βουλόμενος ὁρισμὸν αὐτοῦ λαμβάνει· ἀλλ’ ἔστι, φησί, λογικὸς συλλογισμὸς τοῦ τί ἐστι. λογικὸν δέ φησι συλλογισμὸν τὸν ἐξ ἐνδόξων συλλογιζόμενον, ἢ ὅπερ οἰκειότερον ἐνταῦθα, τὸν δεικνύντα μὲν διὰ μέσου τινὸς τὸ ἕτερον κατὰ τοῦ ἑτέρου τῶν ἄκρων, μὴ μέντοι γε φυλάττοντα καὶ τὰ εἰρημένα τῆς ἀποδείξεως παρατηρήματα. ἀλλ’ εἰ μὲν τὸν αὐτὸν ἐδείκνυεν ὁρισμὸν ὃν καὶ προσελάμβανε, φησὶν ὁ Ἀλέξανδρος, τὸ ἐν ἀρχῇ ἂν ᾐτεῖτο· εἰ δὲ ἄλλον μὲν λαμβάνει ἄλλον δὲ δείκνυσιν, οὐκέτι αἰτεῖται τὸ ἐν ἀρχῇ, ἐπεὶ καὶ ὁ ὑπάρχον τί τινι ἀποδεικνὺς ὑπάρχον λαμβάνων ὑπάρχον ἀποδείκνυσιν, ἀλλ’ οὐ διὰ τοῦτο τὸ ἐν ἀρχῇ λαμβάνει, ἐπεὶ μὴ τὸ αὐτὸ δείκνυσιν ὑπάρχον, ὃ καὶ λαμβάνει, ἀλλ’ ἕτερον μὲν λαμβάνει, ἕτερον δὲ δείκνυσιν. ἀλλ’ εἰ μὲν δώσομεν πλείους εἶναι τοῦ αὐτοῦ ὁρισμούς, οὐδὲν ἔσται ἄτοπον, ἄλλον δι’ ἄλλου δείκνυσθαι· εἰ δὲ μὴ εἶεν πλείους, τοῦτ’ ἂν εἴη τὸ αἴτιον τοῦ μὴ εἶναι ἀπόδειξιν. ἢ τοῦτο μὲν ἐνδιδόντος ἐστὶ τῇ ἀπορίᾳ2 καὶ τὸν Ἀριστοτέλη λέγοντος μὴ καλῶς εἰπεῖν τὴν αἰτίαν τοῦ μὴ εἶναι τοῦτο τοῦ τί ἐστιν ἀπόδειξιν τὸ δι’ ἑτέρου δείκνυσθαι τί ἐστιν, ἀλλ’ εἶναι λογικὸν συλλογισμόν, ὅτι ὃ ἐζήτησεν εἴληφεν. ἔπειτα οὐδ’ ἂν ὅλως εἴη περὶ ὅρου συλλογισμός, εἰ μή ἐστι μέσον λαβεῖν ὁρισμὸν ἑνὸς ὄντος τοῦ ὁρισμοῦ· ὥστε οὐ μόνον οὐκ ἔσται ἀπόδειξις, ἀλλ’ οὐδὲ λογικὸς συλλογισμός, ὡς οὗτός φησι περὶ ὁρισμοῦ,3 ὅτι οὐκ ἔστι μέσον εὑρεῖν, εἴ γε τῶν τί ἐστι τὸ μέσον τί ἐστι καὶ τῶν ἰδίων ἴδιον. ἀλλὰ καὶ δύο τί ἐστι τοῦ αὐτοῦ ὡμολόγηται· τοῦ γὰρ θυμοῦ τί ἐστιν ἑκάτερον, τό τε ζέσις τοῦ περικαρδίου αἵματος καὶ τὸ ὄρεξις ἀντιλυπήσεως. πῶς οὖν ἐροῦμεν; ἢ ἴσως ὅτι κυρίως μὲν ὁρισμοὺς τοῦ αὐτοῦ πλείους εἶναι οὐκ ἂν δοίημεν, μὴ κυρίως δὲ δοίημεν ἄν. ἐπεὶ τοίνυν ἄμφω οὗτοι μὲν συντιθέμενοι καὶ τὸ εἶδος τοῦ θυμοῦ παριστῶσι καὶ ἀντιστρέφουσιν, ἰδίᾳ δ’ ἑκάτερος οὐχί, λογικὸς ἂν εἴη συλλογισμὸς ὁ διὰ τοῦ ἑτέρου περαίνων τὸν ἕτερον, ὅτι μὴ ἀληθῆ ὁρισμὸν ἀλλὰ δοκοῦντα συνάγει. ἢ καὶ ζητουμένου τίς ἐστιν ὁρισμὸς τοῦ θυμοῦ, ὁρισμὸν εἴληφε τοῦ θυμοῦ· οὐ γὰρ ἤδη δεδομένου ὅτι ὁρισμὸς τοῦ θυμοῦ ἡ ὄρεξις τῆς ἀντιλυπήσεως ἡ ζήτησις γίγνοιτ’ ἄν, τί ἐστιν ὁρισμὸς τοῦ θυμοῦ, ἀλλὰ μήπω δήλου ὄντος, τί ἐστιν αὐτοῦ ὁρισμός· ὥστε οὕτως ἀδήλου ὄντος τοῦ πράγματος καὶ ζητουμένου ὁ λαμβάνων ὁρισμὸν ὃ ἐζήτησεν εἴληφεν, ὥσπερ καὶ εἰ ἐζητεῖτο, εἰ ἔστι τι ὑπάρχον, ὁ λαμβάνων ὑπάρχον ὃ ἐζητεῖτο ἐλάμβανεν ὄν. τοῦτον μὲν δὴ ἕνα τρόπον φησί, δι’ οὗ ὁρισμὸν συλλογιστικῶς μέν, οὐκ ἀποδεικτικῶς δὲ εὑρεθῆναι ἐνδέχεται, καὶ ὁρισμὸν οὐχ ἁπλῶς ἀλλά τινα ὁρισμόν. Ἐπεὶ δὲ δι’ ἀποδείξεως ἐζητεῖτο εἰ δυνατόν ἐστιν εὑρίσκεσθαι ὁρισμόν, καὶ τοῦτον κυρίως ὡς ἐν τῷ τί ἐστιν εἶναι καὶ ἴδιον, μεταβαίνει ἐφ’ ἕτερον τρόπον, καθ’ ὃν ἐνδέχεται, φησί, δι’ ἀποδείξεως εὑρίσκεσθαι ὁρισμόν, ὡς μὴ τοῦτο ἐνὸν διὰ τοῦ προτέρου. μέτεισι δὲ πάλιν τὰ ἐξ ἀρχῆς περὶ τῶν τεσσάρων προβλημάτων παραδοθέντα, ὡς κἀν τῷ προκειμένῳ αὐτῷ χρησιμεύοντα. ἄρχεται δὲ πάλιν ἀπὸ τῶν ἡμῖν γνωριμωτέρων· ταῦτα δ’ ἐστὶ τὰ σύνθετα προβλήματα, λέγω δὴ τὸ ὅτι καὶ τὸ διότι· καί φησιν ἀναλόγως τούτοις ἔχειν καὶ τὰ ἁπλᾶ, ἤτοι τὸ εἰ ἔστι καὶ τί ἐστιν. ἀλλὰ διέλωμεν πρότερον. πᾶν γὰρ ζήτημα ἢ πρᾶγμά τι ζητεῖ ἢ αἰτίαν πράγματος, καὶ πρᾶγμα ἢ ὡς καθ’ ἑαυτὸ θεωρούμενον ἢ ὡς ἐν ἑτέρῳ ἔχον τὸ εἶναι. καὶ αἰτίαν πράγματος ὡσαύτως ἢ ὄντος καθ’ ἑαυτὸ ἢ ἐν ἑτέρῳ τὸ εἶναι ἔχοντος.
通过定义推论出定义的这一方式,他此前曾说过,现在又再次说它不是论证,因为它假定了它意图论证的东西;因为想要展示某物的定义,它却假定了该物的定义;但是他说,这是关于“是什么”的逻辑推论。而他所说的“逻辑推论”,是指从通识出发进行推论,或者在这里更贴切的意思是,通过某种中项展示两端项之一述说另一端项,却并未遵守上述论证诸要求的推论。但是亚历山大说:如果它所展示的恰好是它所额外假定的同一项定义,它就会是在乞题;但如果它假定其一而展示另一,就绝不再是乞题,因为论证某属性属于某物的人,也是假定了从属者而论证从属者,但他并不因此而乞题,因为他所展示的从属属性并不是他所假定的那一个,而是假定了一个,展示了另一个。但是如果我们承认同一事物有多个定义,通过一者展示另一者就毫无荒谬之处;但如果没有多个,这就会是它不是论证的原因。或者说,这属于屈服于疑难者的态度,这种态度声称亚里士多德把“通过另一‘是什么’展示‘是什么’不是‘是什么’的论证而是逻辑推论”的原因说成“因为假定了所探求之物”说得不恰当。此外,如果定义只有一个且不可能取定义为中项,那么关于定义的推论根本就不会存在;因此不仅不会有论证,甚至也不会有这位思想家关于定义所说的那种逻辑推论,因为无法找到中项——如果“是什么”的中项必须是“是什么”,固有属性的中项必须是固有属性的话。然而,同一事物的两个“是什么”是被一致承认的:因为两者各自都是愤怒的“是什么”,既是心脏周围血液的沸腾,也是报复痛苦的欲望。那么我们该怎样说呢?也许是,严格意义上我们不会承认同一事物有多个定义,但在非严格意义上我们会承认。因此,既然这两者结合在一起既呈现愤怒的形式又换位,而单独各自却并非如此,那么通过其一推导出另一的推论就会是逻辑推论,因为它推论出的不是真实的定义,而是看似真实的定义。或者也因为,在探求什么是愤怒的定义时,人们已经假定了愤怒的定义;因为探求“什么是愤怒的定义”并不是在已经承认报复痛苦的欲望是愤怒的定义时发生,而是在尚未清楚它的定义是什么时发生的;所以当事情如此不明朗且处于被探求中时,假定定义的人就假定了所探求之物,正如如果探求某物是否存在从属性,假定从属性的人就将所探求之物假定为存在一样。他说,这就是通过推论性而非论证性的方式能够找到定义、并且不是单纯的定义而是某种定义的一种方式。但是,既然所探求的是否能够通过论证找到定义,而且是严格意义上在“是什么”之中并且是固有属性的定义,他就过渡到了另一种方式;他说,按照这种方式是能够通过论证找到定义的,这是鉴于通过前一种方式不可能做到这一点。他再次重温了起初关于四种探求问题所阐明的学说,将其视为在当前论题中对他也同样有用。他又从对我们而言更熟知的事物开始;这些就是复合的探求问题,我是指“事实”与“原因”;他说,单纯的探求问题,即“是否存在”与“是什么”,也与这些问题成比例对应。但是让我们先进行划分。因为一切探求要么探求某物,要么探求某物的原因;而事物要么被视为就其自身而言的,要么是在另一物之中具有其存在。事物的原因亦是如此,要么是就其自身存在之事物的原因,要么是在另一物中具有其存在之事物的原因。
- 1.122τοῦτον δὴ τὸν τρόπον τὸν δι’ ὁρισμοῦ συλλογιζόμενον ὁρισμὸν
该句为宾格,作为宾格加不定式结构(μὴ εἶναι ἀπόδειξιν)的主语。在语法上它亦可被视为 ἔφησε 的直接宾语,但由于否定词 μή 直接修饰不定式 εἶναι,将其视为不定式从句的主语在句法上更为自然一致。
- 1.122ἢ τοῦτο μὲν ἐνδιδόντος ἐστὶ τῇ ἀπορίᾳ
属格分词 ἐνδιδόντος 与系动词 ἐστί 连用,构成表特征或从属的述语属格(“这是屈服于……之人的特征/态度”)。厄斯特拉齐奥在此批判性地评判先行注释家亚历山大的论证缺陷。
- 1.122ὥστε οὐ μόνον οὐκ ἔσται ἀπόδειξις, ἀλλ’ οὐδὲ λογικὸς συλλογισμός, ὡς οὗτός φησι περὶ ὁρισμοῦ
从句 ὡς οὗτός φησι 中的指示代词 οὗτος 指代前句提及的亚里士多德。此处表明归谬法推论的结果:如果定义只有一个,那么不仅不会有论证,就连亚里士多德关于定义所说的“逻辑推论”也不可能成立。
