← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§106.4-107.14

定义的分类与愤怒定义的论证结构

厄斯特拉提奥斯将定义细分为形式性的与质料性的、换位的与不换位的,并以愤怒的定义为例,阐明质料性且不换位的定义如何能通过形式性且无中介的定义作为中项而被论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.122#2

Ταῦτα τοίνυν οὕτως εἰπόντες ποιήσωμεν διὰ παραδειγμάτων τὸν λόγον σαφέστερον, διελόντες πρότερον ἀκριβέστερον. τῶν γὰρ ἀποδιδομένων λόγων περί τινων ὁριστῶν οἱ μὲν ἐκ τῶν γενῶν εἰσι καὶ τῶν εἰδοποιῶν διαφορῶν συνιστάμενοι, οἱ δὲ ἐκ τῶν γενῶν μὲν ἴσως, οὐ μὴν καὶ τῶν εἰδοποιῶν διαφορῶν, ἀλλ’ ἐκ τῶν τῇ ὕλῃ προσόντων λαμβάνονται. οἷον ὁ μὲν ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν τὸν ἄνθρωπον εἶναι λέγων ἐκ τοῦ εἴδους τὰς διαφορὰς εἴληφεν ἢ πάσας ἢ τὰς πλείους· ὁ δὲ λέγων ζῷον ὀρθοπεριπατητικὸν πλατυώνυχον γελαστικὸν ἐκ τῶν τῇ ὕλῃ προσόντων συντέθειται. τούτων δ’ αὖθις ἑκατέρων οἱ μὲν ἀντιστρέφουσι πρὸς τὸ ὁριστόν, ὡς οἱ εἰρημένοι ἄμφω, οἱ δὲ οὐκ ἀντιστρέφουσιν· οἷον ἐξ ὕλης μὲν λαμβανόμενος καὶ μὴ ἀντιστρέφων ὁ τὸν θυμὸν ζέσιν εἶναι λέγων τοῦ περὶ τὴν καρδίαν αἵματος, ἐξ εἴδους δὲ καὶ μὴ ἀντιστρέφων ὁ τὸν θυμὸν φάσκων ὄρεξιν ἀντιλυπήσεως. οὔτε γὰρ πᾶσα ζέσις τοῦ περικαρδίου αἵματος θυμός ἐστιν, ἀλλ’ ἐνδέχεται καὶ μὴ θυμουμένου τινὸς ζέειν τὸ περὶ τὴν καρδίαν αἷμα (τῶν γὰρ ἐφ’ ὑγροῖς πυρεσσόντων1 ζέει τὸ αἷμα τὸ περικάρδιον, οὐ μὴν καὶ θυμοῦνται διὰ τοῦτο) οὔτε δὲ πᾶσα ὄρεξις ἀντιλυπήσεως θυμός· ἐνδέχεται γάρ τινα ἀντιλυπήσεως ὀρεγόμενον ἠρεμεῖν καὶ μηδεμίαν ταραχὴν ὑπομένειν θυμοῦ· ἐν γὰρ ταῖς προχειρίσεσι τῶν ὀρέξεων ἢ κατὰ φαντασίαν γινομέναις ἢ κατ’ ἐνέργειαν αἱ τῶν ὑποκειμένων κινήσεις πεφύκασι γίνεσθαι, οὐ μὴν καὶ ἐκ τοῦ ἁπλῶς ἐν αὐταῖς κεῖσθαι, ἀλλὰ δεῖ ἄμφω συνδραμεῖν, ἵνα θυμὸς γένηται. κυρίως μὲν οὖν ὁρισμοὶ οἱ καὶ ἄμφω ἔχοντες, τό τε ἐκ τοῦ εἴδους λαμβάνεσθαι καὶ τὸ ἀντιστρέφειν· οἱ δὲ θατέρου τούτων λειπόμενοι οὐ κυρίως, πολλοῦ γε δεῖν οἱ ἀμφοῖν. τὸν μὲν οὖν ἐκ τοῦ εἴδους καὶ ἀντιστρέφοντα ὁρισμὸν τὸ αὐτό φησιν εἶναι τῷ οὗ ἐστιν αἴτιος, τὸν δέ γε μὴ ἀντιστρέφοντα ἕτερον, εἴτε ἐκ τοῦ εἴδους εἴτε ἐκ τῆς ὕλης ἐστί. καίτοι κἀκεῖνος ὡς αἴτιον ἕτερόν ἐστι τοῦ οὗ ἐστιν αἴτιον, ἀλλ’ ἐπείπερ ἀντιστρέφει καὶ ἐξισάζει καὶ τὸ εἶδος παρίστησιν, κατά γε τοῦτο ταὐτὸν πρὸς ὃ ἀντιστρέφει καὶ ἐξισάζει, ἢ ὡς μὲν ὄντος ἁπλῶς ἕτερον, ὡς δὲ τόδε ὄντος ταὐτόν.2 καὶ ὁ ὅρος αἴτιον τῷ ὄντι τοῦ τόδε εἶναι· κατὰ γὰρ τὸν ὅρον τῷ τόδε ὄντι τὸ τί ἐστιν. ὅτι δὲ οὗτος μόνος κυρίως ὁ ὁρισμὸς δῆλον, εἴ γε οἰκειότατον ὁρισμοῦ τὸ ἴδιον εἶναι καὶ ἐν τῷ τί ἐστιν οὗ ὁρισμός ἐστιν. εἰ οὖν πᾶς οὕτως, ὁ μὴ οὕτως οὐχ ὁρισμός. τοῦτον μὲν δὴ οὕτως, τὸν δ’ ἐκ τῆς ὕλης καὶ μὴ ἀντιστρέφοντα ἕτερόν τέ φησιν, ἐπεὶ μηδὲ ἀντιστρέφει, καὶ ἔμμεσον ὡς διὰ μέσου τοῦ ἐκ τοῦ εἴδους λαμβανομένου ἀποδεικνύμενον. τὸν δ’ ἐκ τοῦ εἴδους μέν, μὴ μέντοι γε ἀντιστρέφοντα ἕτερον καὶ αὐτὸν τοῦ οὗ ἐστιν αἴτιον, ἄμεσον δὲ καὶ διὰ τοῦτο μηδὲ δεικνύμενον. ὅτι γὰρ ὁ θυμὸς ζέσις τοῦ περικαρδίου αἵματος, δειχθείη ἂν διὰ μέσου τοῦ ὄρεξις ἀντιλυπήσεως· ὅτι δὲ ὄρεξις ἀντιλυπήσεως, οὐκ ἂν δειχθείη, διὰ τὸ ἄμεσος εἶναι τῷ θυμῷ· τοῦτο γὰρ προηγεῖται, ἐκεῖνο δὲ ἕπεται. πρότερον γὰρ ὀρέγεταί τις ἀντιλυπῆσαι, εἶτα ζέει αὐτοῦ τὸ περικάρδιον αἷμα ἐνδιδόντος τῇ ὀρέξει καὶ ἤδη φερομένου πρὸς ἀνταπόδοσιν· ὥστε ἐκεῖνο μὲν οὐ διὰ μέσου τινὸς τῷ θυμῷ, τοῦτο δὲ διὰ μέσου ἐκείνου· διὸ καὶ ὁ τοιοῦτος ὁρισμὸς συμπέρασμα ἀποδείξεως ἐν τῷ πρὸ τούτου βιβλίῳ ἐλέγετο, ὡς διὰ μέσου τοῦ ἐκ τοῦ εἴδους λαμβανομένου κατά τινος συναγόμενος. ἐπὶ τῶν τοιούτων δεῖ ἄμφω συνδραμεῖν, ἵν’ ἀντιστρέψῃ καὶ ὁρισμὸς τέλειος γένηται ‘θυμός ἐστι ζέσις τοῦ περὶ καρδίαν αἵματος δι’ ὄρεξιν ἀντιλυπήσεως’· ἰδίᾳ δ’ ἑκάτερον οὔτε ἀντιστρέφει, ὡς εἴρηται, οὔτε κυρίως ὁρισμός ἐστι. τοῦτον μὲν ἕνα τρόπον φησὶ τοῦ δείκνυσθαι τὸ τί ἐστι δι’ ἄλλου, ὄντος δηλονότι κἀκείνου τί ἐστιν. ἀνάγκη γὰρ τὸ τί ἐστιν, εἰ μέλλοι δείκνυσθαι, διὰ μέσου τί ἐστι δείκνυσθαι, ὥσπερ καὶ τὸ ἴδιον διὰ μέσου ἰδίου, ὡς τὸ μὲν εἶναι δεικτικὸν τὸ δὲ μή.3

既然我们已经这样说了这些,那么就让我们在预先更严格地划分之后,通过实例使论述更加明晰。因为在针对某些被定义项所给出的言述中,有的由属和种差构成,有的虽然也许由属构成,但并非由种差构成,而是取自属于质料的属性。例如,称人是“有理性的、会死的、能接受理智与科学知识的动物”的人,是将全部或大部分种差取自形式;而称“直立行走的、扁指甲的、能笑的动物”的人,则是从属于质料的属性中构成〔这一言述〕的。而在这些言述中,每一类又各有一些与被定义项换位(正如上述两个例子那样),另一些则不换位:例如,取自质料且不换位的是称愤怒为“心脏周围血液的沸腾”,而取自形式且不换位的是称愤怒为“报复痛苦的欲望”。因为并非心脏周围血液的一切沸腾都是愤怒,一个人在不发怒时心脏周围的血液也可能沸腾(因为因体液引起发热的人,其心脏周围的血液会沸腾,但他们并不因此而发怒),也并非一切报复痛苦的欲望都是愤怒;因为一个人完全可能在渴望报复痛苦时保持平静,而不承受愤怒的任何扰动。因为主体的运动通常是在欲求被激发的状态下(无论是在表象中还是在现实活动中产生)自然形成的,而不是仅仅由于单纯处于这些欲求之中;为了产生愤怒,两者必须结合在一起。因此,严格意义上的定义是两者兼备的,既取自形式又换位;而缺少其中之一的就不是严格意义上的定义,更不用说两者皆缺的了。因此他说,取自形式且换位的定义,与其作为其原因的事物是同一的;而不换位的定义,无论是取自形式还是取自质料,都与它有别。尽管前者作为原因也与其作为其原因的事物有别,但既然它换位、外延相等并呈现形式,至少在这方面它与其换位且外延相等的事物是同一的;或者说,就事物单纯地存在而言是有别的,但就事物作为这个特定之物存在而言则是同一的。而定义确实是事物成为这个特定之物的原因;因为按照定义,“是什么”属于作为这个特定之物的事物。显然,唯有这种定义才是严格意义上的定义,如果定义的至为固有的特征在于它是固有属性且在其作为其定义的事物的“是什么”之中。因此,如果每一个[严格的定义]都是如此,那么不如此的就不是定义。他这样规定了前者,而关于取自质料且不换位的定义,他说它不仅是有别的(因为它根本不换位),而且是有中介的(因为它是通过取自形式的中项被论证的)。但关于取自形式却不换位的定义,他说它本身也与其作为其原因的事物有别,但它是无中介的,因此也不能被展示。因为愤怒是心脏周围血液的沸腾,这能够通过“报复痛苦的欲望”这一中项被展示;但它是报复痛苦的欲望,却不能被展示,因为这对愤怒而言是无中介的;因为后者在先,前者在后。因为一个人首先是渴望报复痛苦,接着在他顺从欲望并已冲向回击时,他心脏周围的血液才会沸腾;所以前者并非通过任何中项属于愤怒,而后者则是通过前者作为中项属于愤怒。因此,正如在本书的前一卷中所言,这种定义被称为“论证的结论”,因为它是通过取自形式的中项对某物被推论出来的。在这些事物上,两者必须结合起来,以便能够换位并成为完满的定义:“愤怒是由于报复痛苦的欲望而起的心脏周围血液的沸腾”;但单独而言,正如已指出的,两者各自既不换位,也不是严格意义上的定义。他说,这就是“是什么”通过另一者被展示的一种方式,而显然后者本身也是一个“是什么”。因为如果“是什么”将要被展示,必然是通过一个作为“是什么”的中项被展示,正如固有属性通过作为固有属性的中项被展示一样,从而一者是证明性的,而另一者则不是。

语法注3 条
  1. 1.122ἐφ’ ὑγροῖς πυρεσσόντων

    介词 ἐπί 支配与格 ὑγροῖς 表示原因或根据,意为“因体液而发热的人”(湿性热病患者),是医学语境中用来指明发热原因的常见表达。

  2. 1.122ἢ ὡς μὲν ὄντος ἁπλῶς ἕτερον, ὡς δὲ τόδε ὄντος ταὐτόν

    分词 ὄντος 是省略了主语的属格结构(表示视角或条件的独立属格用法),指代被定义的事物。结构 ὡς μὲν ... ὡς δὲ ... 对比了两个视角:“就其单纯存在而言”与“就其作为这个特定事物存在而言”。

  3. 1.122ὡς τὸ μὲν εἶναι δεικτικὸν τὸ δὲ μή

    连词 ὡς 配合不定式 εἶναι 构成结果或附加说明结构(“从而使得……”)。对比宾格 τὸ μὲν ... τὸ δέ 指代在论证中作为中项的“是什么”(或固有属性)与作为结论项的“是什么”(或固有属性),表明前者具有证明效力,而后者则是被证明的一方。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:106.4-107.14