- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:104.21-106.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《后分析篇》卷二第8章开头(93a1)对定义与证明关系的重新考察,欧斯特拉提乌斯将此前各章的否定性质难重新定位为仅在特定角度成立的真理,并借助基于质料的定义与基于形式的定义之划分,阐明定义如何能够通过中项和推论得到展示。
" Πάλιν δὲ σκεπτέον, τί τούτων λέγεται καλῶς καὶ τί οὐ καλῶς, καὶ τί ἐστιν ὁρισμός, καὶ τοῦ τί ἐστιν ἆρά πώς ἐστιν ἀπόδειξις καὶ ὁρισμὸς ἢ οὐδαμῶς." Τὰ εἰρημένα συγκεφαλαιωσάμενος προστίθησι τὰ ἑξῆς, περὶ ὧν εἰπεῖν τε καὶ δεῖξαι βούλεται. ἐρεῖ γὰρ πρῶτον μὲν ὅτι οὐ πάντῃ καλῶς ἤτοι οὐκ ἀληθῶς ἔχει τὰ εἰρημένα, ἀλλ’ ἔστιν οὗ διαπέπτωκεν. αὐτίκα τὸ μὴ δύνασθαι τὸ αὐτὸ δι’ ὁρισμοῦ γινώσκεσθαι καὶ ἀποδείξεως, ἔπειτα καὶ τὸ μὴ δύνασθαι δεῖξιν ὁρισμοῦ δι’ ἀποδείξεως ἢ ὅλως διὰ συλλογισμοῦ γίνεσθαι. τούτων γὰρ ἑκάτερον ἁπλῶς μὲν λεγόμενον οὐκ ἀληθές, πῇ δὲ λεγόμενον ἀληθές, ὥσπερ δηλονότι καὶ τὰ τούτοις ἀντικείμενα· οὔτε γὰρ τὸ δύνασθαι τὸ αὐτὸ δι’ ὁρισμοῦ γινώσκεσθαι καὶ δι’ ἀποδείξεως ἁπλῶς ἀληθὲς οὔτε τὸ μὴ δύνασθαι, ἀλλὰ πῇ ἑκάτερον, ὡς προϊοῦσι φανήσεται. ὡσαύτως καὶ δύνασθαι ἢ μὴ δύνασθαι δεῖξιν ὁρισμοῦ γίνεσθαι· καὶ τούτων γὰρ πῇ ἀληθεύει ἑκάτερον καὶ πῇ οὐκ ἀληθεύει, ὡς ἔσται καὶ τοῦτο δῆλον. ὡσαύτως δὲ τούτοις καὶ τὸ δύνασθαι ὁρισμὸν δι’ ὁρισμοῦ δείκνυσθαι· καὶ τοῦτο γάρ ἐστι μὲν οὗ, ἔστι δ’ ὅπῃ οὔ. ὥστε περὶ τῶν ἐν μέρει ἀληθευόντων ὁ ἁπλῶς ἀποφαινόμενος ἢ ἐπιχειρῶν πῇ μὲν καλῶς φησι, πῇ δ’ οὐ καλῶς. ἐπεὶ δὲ περὶ ὁρισμοῦ λόγος αὐτῷ κεκίνηται, πῇ τε διέστηκεν ἀποδείξεως καὶ πῇ ταύτῃ φαίνεται κοινωνῶν, ἔδει καὶ τί ἐστιν ὁρισμὸς ἀποδοῦναι, ὥσπερ καὶ πρότερον περὶ ἀποδείξεως λέγων τί ἐστιν ἀπόδειξις ἀποδέδωκεν, καὶ πρὸ αὐτῆς περὶ συλλογισμοῦ μέλλων λέγειν τί ἐστι συλλογισμός. τῷ ὄντι γὰρ ἄτοπον κατὰ Πλάτωνα, λέγειν περί τινος ἀγνοοῦντα περὶ ὅτου λόγος ἐστί. πρότερον οὖν δεικνὺς ὡς οὐδαμῶς ἐστιν ὁρισμοῦ ἀπόδειξις τοὺς τρόπους ἐλάμβανε καθ’ οὓς οὐκ ἐνδέχεται τὸν ὁρισμὸν ἀποδείκνυσθαι· ἐπεὶ δ’ ἔστι τις τρόπος ἐκείνων ἕτερος, ᾧ ὁρισμὸν δι’ ἀποδείξεως ἐνδέχεται γίνεσθαι, τοῦτον ἑξῆς παραδοὺς τὸν περὶ τούτου λόγον τέλειον ἀπεργάσεται, πρότερον μὲν πῶς οὐ γίνεται δείξας, ἔπειτα δ’ ὅπως γίνεται. καλῶς δ’ οὕτω πεποίηκεν, ἵνα κατὰ προκοπὴν αὐτῷ ὁ λόγος προβαίνῃ, μὴ κατὰ ὕφεσιν, καὶ κατὰ γένεσιν, μὴ κατὰ φθοράν, ἐξ ἀποφάσεως εἰς κατάφασιν, κἀκ τοῦ μὴ ὄντος εἰς τὸ ὄν, ἀλλ’ οὐκ ἀνάπαλιν, ἐπεὶ καὶ μιμεῖται τὴν φύσιν ἡ ὁριστικὴ μέθοδος. ὡς 〈γὰρ〉 ἐκείνη τὰ εἴδη τῇ ὕλῃ ἐφαρμόζουσα τὰς ἐν κινήσει οὐσίας ἀποτελεῖ, ὧν εἶναι ἀρχὴ λέγεται, οὕτως αὕτη τῷ γένει τὰς διαφορὰς προστιθεῖσα καὶ τὴν τῶν ὁριστῶν γνῶσιν οὕτω παρέχουσα.1 Εἰπὼν δὴ ταῦτα τοὺς τρόπους ἐκτίθεται, καθ’ οὓς ὁρισμὸν ἐνδέχεται δι’ ἀποδείξεως γινώσκεσθαι. χρῆται δὲ τοῖς προαποδεδειγμένοις, ἐν οἷς ἔλεγε ταὐτὸν εἶναι τὸ εἰδέναι τί ἐστι καὶ τὸ εἰδέναι τὸ αἴτιον τοῦ εἰ ἔστιν. ἐλέγομεν γὰρ ὅτι ἐπεὶ εἶδος ὁ ὁρισμός, τὸ δὲ εἶδος αἴτιον, δῆλον ὅτι καὶ ὁ ὁρισμὸς αἴτιον. αἴτιον δὲ τίνος; ἢ πάντως τοῦ εἶναι τὸ πρᾶγμα, οὗ ὁ ὁρισμὸς ὁρισμός ἐστιν. αἰτίαν οὖν τοῦ δύνασθαι ὁρισμὸν διὰ μέσου τινὸς δείκνυσθαι ταύτην ἀποδίδωσιν ἐκ διαιρέσεως οὕτω προβαίνουσαν· τῶν γὰρ ὡς ὁρισμῶν αἰτίων, φησί, τὸ μὲν ταὐτόν ἐστιν ἐκείνῳ οὗ ἐστιν αἴτιον, τὸ δὲ ἐκείνου ἕτερον. εἶτα πάλιν ὑποδιαιρεῖ καί φησιν ὅτι τὸ ἕτερον ἢ ἀποδεικτὸν ἢ ἀναπόδεικτον. εἰσὶ γάρ τινες τῶν λόγων, ὡς προϊοῦσιν ἐκ τῶν παραδειγμάτων φανήσεται, οἳ μὴ ἀντιστρέφουσι πρὸς τὸ ὁριστόν, διὸ καὶ δοκούντως ὁρισμοὶ ἀλλ’ οὐ κυρίως εἰσί· καὶ τούτων οἱ μὲν ἐκ τῆς ὕλης, οἱ δὲ ἐκ τοῦ εἴδους λαμβάνονται. ὅσοι μὲν οὖν ἐκ τῆς ὕλης λαμβάνονται καὶ μὴ ἀντιστρέφουσιν, οὗτοι ἀποδεικτοὶ διὰ μέσων τῶν ἐκ τοῦ εἴδους, ὅσοι δὲ ἐκ τοῦ εἴδους, οὗτοι ἀναπόδεικτοι, διὰ τὸ μηδὲν αὐτῶν καὶ τῶν ὁριστῶν εὑρίσκεσθαι μέσον. ἐὰν οὖν ὁρισμὸς τοιοῦτος ᾖ, ὡς ἐκ τῆς ὕλης λαμβάνεσθαι καὶ μὴ ἀντιστρέφειν πρὸς τὸ ὁριστόν, διὰ ταῦτα ἄλλο μέν ἐστι τοῦ ὁριστοῦ, δύναται δὲ διὰ μέσου δείκνυσθαι. ληφθέντος γὰρ μέσου τοῦ ἐκ τοῦ εἴδους λαμβανομένου, ὃς καὶ αὐτὸς οὐκ ἀντιστρέφει μὲν πρὸς τὸ ὁριστόν, ἀμέσως δὲ ὑπάρχει αὐτῷ, γίνεται συλλογισμὸς ἐν πρώτῳ σχήματι ὁρισμὸν συνάγων δι’ ὁρισμοῦ κατὰ τοῦ ὁριστοῦ, ἐπεὶ καθόλου τε καὶ καταφατικὸν τὸ δεικνύμενόν ἐστι, τοῦτο δὲ ἐν ἄλλῳ οὐκ ἐνδέχεται ἀλλ’ ἢ ἐν τῷ πρώτῳ σχήματι2 δείκνυσθαι.
“但我们必须重新考察,这些说法中哪些说得好,哪些说得不好,以及定义是什么,并且关于‘是什么’,是否存在某种论证与定义,抑或根本不存在。” 在总括了已谈过的内容之后,他附加上了后文的内容,即他既想要论述又想要证明的事项。因为他首先将说明,已谈过的内容并非在一切方面都好,也就是说并非完全为真,而是在某些地方出现了疏漏。例如,同一事物不能既通过定义又通过论证被认识,其次,定义的展示根本不能通过论证或通过推论产生。因为这两者各自在被单纯断言时都不是真的,但在某个方面被断言时则是真的,显然与它们对立的命题也是如此。因为同一事物既能通过定义又能通过论证被认识,与它不能被如此认识,这两者都不是单纯为真的,而是正如在后文中将表明的那样,各自在某个方面为真。同样地,关于定义的展示能够产生还是不能产生也是如此;因为正如这一点也将变明显那样,关于这些,各自也在某个方面为真,在某个方面不为真。与这些类似,定义能够通过定义被展示也是如此;因为这也是在某个方面成立,在某个方面不成立。因此,关于部分为真的事物做出单纯断言或尝试证明的人,在某个方面说得好,但在另一个方面说得不好。既然关于定义的论说已被他引出,即在何种方面它有别于论证,又在何种方面看似与论证具有共通之处,那么正如他先前在论及论证时给出了论证是什么,以及在论证之前将要论及推论时给出了推论是什么一样,给出定义是什么也是必要的。因为按照柏拉图的说法,一个人在不知所谈何物的情况下谈论某物,确实是荒谬的。因此,先前他在证明根本不存在对定义的论证时,采纳了定义不可能被论证的诸种方式;但既然存在某种不同于那些方式的途径,通过它定义能够经由论证而产生,那么他接下来通过传授这种途径,就将使关于此事的论述达到完满,即先前指出了它如何不产生,继而指出它如何产生。他如此做是极佳的,以便他的论述是按进益而非按衰退、按生成而非按毁灭、从否定到肯定、从非存在到存在(而不是反过来)向前推进的,因为定义的方法也是在摹仿自然。因为正如自然将形式应用于质料,从而生成〔自然〕被称为其本原的处于运动中的实体一样,这种方法也是通过在属上附加种差[来生成定义],并以此方式提供对被定义项的认识。在说了这些之后,他便列出了定义能够通过论证被认识的诸种方式。他运用了先前已被论证的前提,在其中他曾说过,知道是什么与知道‘是否存在’的原因是同一回事。因为我们曾说过,既然定义是形式,而形式是原因,显然定义也是原因。然而它是何物的原因?必定是该定义作为其定义的那个事物的存在的原因。因此,他给出了定义能够通过某个中项被展示的原因,此原因通过划分按如下方式推进:他说,在作为定义的原因中,一种与其作为其原因的事物同一,另一种则与它有别。接着他又再次细分并说,有别的原因要么是可论证的,要么是不可论证的。因为正如在后文中将从示例中表明的那样,存在某些言述,它们与被定义项并不换位,因此它们看似是定义,但并非严格意义上的定义;在这些言述中,有的取自质料,有的取自形式。因此,凡取自质料且不换位者,这些是通过取自形式的中项可论证的;而凡取自形式者,这些则是不可论证的,因为在它们与被定义项之间找不到任何中项。因此,如果一个定义是取自质料且不与被定义项换位的,由于这些缘故,它固然有别于被定义项,但却能够通过中项被展示。因为一旦将取自形式者取为中项(其本身虽不与被定义项换位,但无中介地属于它),就会产生一个第一格的推论,通过定义对被定义项推论出定义,因为被展示的内容既是全称的又是肯定的,而这除了在第一格中之外是不可能被展示的。
- 1.122οὕτως αὕτη τῷ γένει τὰς διαφορὰς προστιθεῖσα καὶ τὴν τῶν ὁριστῶν γνῶσιν οὕτω παρέχουσα
此句(οὕτως αὕτη ...)与前面的比较从句 ὡς 〈γὰρ〉 ἐκείνη ... ἀποτελεῖ(正如自然……生成一样)相对应,主动词(ἀποτελεῖ 或类似词)被省略。αὕτη 指代前文的 ἡ ὁριστικὴ μέθοδος(定义的方法),分词 προστιθεῖσα 与 παρέχουσα 则表述主句动作的方式或手段。
- 1.122ἀλλ’ ἢ ἐν τῷ πρώτῳ σχήματι
接在否定词 οὐκ 后的习惯表达 ἀλλ' ἤ(“除……之外不”),与前面的 ἐν ἄλλῳ 相互呼应,表达排他性限定,即“除了在第一格中之外不可能在其他格中被展示”。
