- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:103.22-104.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
尤斯特拉提乌斯注释了《后分析篇》第二卷第七章的总结部分(92b32–38),阐明不存在能把名称与所指连接起来的证明,定义不同于推论,定义完全不作证明或指出,且事物的本质(是什么)既不能通过定义也不能通过证明得知。
" Ἔτι οὐδεμία ἀπόδειξις εἴη ἂν ὅτι τοῦτο τοὔνομα τουτὶ δηλοῖ· οὐδ’ οἱ ὁρισμοὶ τοίνυν τοῦτο προσδηλοῦσιν." Ἔστω δή, φησί, καὶ ταὐτὸν σημαινέτω ὁ ὁρισμὸς τῷ ὀνόματι. ὥσπερ οὖν οὐκ ἔστιν ἀπόδειξις δεικνύουσα ὅτι τόδε τὸ ὄνομα τοῦδε τοῦ πράγματός ἐστι δηλωτικόν, οὕτως οὐδ’ ὁρισμοὶ τοῦτο προσδηλοῦσιν, ἤτοι συνεμφαίνουσιν ἐν ταῖς ἀποδόσεσιν ὅτι ὅδε ὁ ὁρισμὸς τοῦδέ ἐστι τοῦ ὁριστοῦ,1 καὶ οὐκ ἄλλου τινός. ὅτι δὲ οὐκ ἐνδέχεται εἶναι ἀπόδειξιν δεικνύουσαν ὅτι τοῦδέ ἐστι τοῦ σημαινομένου τὸ ὄνομα καὶ οὐκ ἄλλου, δῆλον ἔκ τε τοῦ κατὰ συνθήκην εἶναι τὰ ὀνόματα, καὶ ἐκ τοῦ πολλοῖς ἐνίοτε κατ’ εἶδος διαφέρουσι τὸ αὐτὸ κεῖσθαι ὄνομα, ὃν τρόπον ἔχουσι τὰ ὁμώνυμα, καὶ ἐκ τοῦ πολλὰ ὀνόματα τῷ αὐτῷ κεῖσθαι πράγματι. ὧν οὐδὲν ὑπῆρχεν ἄν, εἰ ἀπόδειξις ἦν ὅτι τοῦδε καὶ οὐχ ἑτέρου τόδε τὸ ὄνομα. ὃ γάρ τις ἐπίσταται, οὐ δυνατὸν ἄλλως ἔχειν, ὡς εἴρηται ἐν τῷ πρὸ τούτου βιβλίῳ.
“此外,不可能有任何证明来表明这名称表明这事物;因此定义也不附加地表明这一点。” 他说,那么就假定定义与名称意指同一事物吧。因此,正如没有证明能指出该名称表明该事物一样,定义也不附加地表明这一点,即在表述中并不连带指明该定义属于该被定义项,而不属于任何其他事物。而不可能会有证明指出该名称属于该被意指者而不属于其他事物,这一点从名称出于约定是明显的,从同一名称有时被赋予在形式上有差异的许多事物——正如外延歧义事物那样——也是明显的,以及从许多名称被赋予同一事物也是明显的。如果存在一个证明表明该名称属于此物而不属于他物,那么这些情况就无一会成立。因为正如在这之前的一卷中所说,凡人所确知的事物,不可能处于不同状态。
"Ἐκ μὲν τοίνυν τούτων οὔτε ὁρισμὸς καὶ συλλογισμὸς φαίνεται ταὐτὸν ὂν οὔτε ταὐτοῦ συλλογισμός τε καὶ ὁρισμός." Τοῦτο συγκεφαλαίωσις τῶν εἰρημένων ἐστίν. ὅτι δὲ οὐ ταὐτὸν συλλογισμὸς καὶ ὁρισμός, ἔστι μὲν καὶ ἀπὸ τῶν ὁρισμῶν γνῶναι· ἄλλος γὰρ ἑκατέρου λόγος ὁ τὸ τί ἦν εἶναι δηλῶν· ἔδειξε δὲ καὶ αὐτός, ὅτε ἐδείκνυ μὴ ταὐτὸν ὂν τὸ τῷ συλλογισμῷ καὶ τὸ τῷ ὅρῳ δεικνύμενον. ὅτι γὰρ οὐ τοῦ αὐτοῦ συλλογισμὸς καὶ ὁρισμός, δέδεικται πολλαχῶς, καὶ ὅτι τοῦ μὲν ὅρου τὸ τί ἐστι, τοῦ δὲ συλλογισμοῦ τὸ ὅτι ἔστιν·2 ἔδειξε γὰρ ἐξ ἀρχῆς ὅτι οὐκ ἐνδέχεται τὸ ὑφ’ ἑτέρου τούτων δεικνύμενον ὑπὸ τοῦ ἑτέρου δείκνυσθαι.
“因此,从这些来看,定义与推论既不显得是同一事物,推论与定义也不显得属于同一事物。” 这是对所言诸事的总括。推论与定义不是同一事物,这固然也可以从各自的定义中得知;因为表明各自是其所是的言述是不同的。而且他本人在指出由推论所表明者与由定义所表明者并非同一事物时,也指出了这一点。因为推论与定义并不属于同一事物,这已通过多种方式得到了证明,并且[已证明]定义的对象是“是什么”,而推论的对象是“存在”;因为他从一开始就指出,由这两者之一所指出的内容不可能由另一者来指出。
"Πρὸς δὲ τούτοις οὔτε ὁρισμὸς οὐδὲν οὔτε ἀποδείκνυσιν οὔτε δείκνυσιν." Εἰ γὰρ οὔτε τὸ εἶναι τὸ πρᾶγμα, οὗ τὸ τί ἐστιν ἀποδίδοται, ὁ ὁρισμὸς δείκνυσιν, οὔτε ὅτι ἐκείνου ἐστὶν ἐφ’ ᾧ ἀποδίδοται, ἀλλ’ οὐδὲ τὸ τί ἐστι τὸ ὁριστόν, ὡς αὐτὸς εἴρηκε, τί ἂν ἕτερον δείξαι; ὡς ἄλλο δὲ ὂν τοῦ ἀποδεικνύναι τὸ δεικνύναι καὶ ἀμφότερα τέθεικε· τὸ μὲν γὰρ τὸ ἐπιστημονικῶς τε καὶ ἀναγκαίως,3 καὶ ὅσα περὶ ἀποδείξεως ἐν τῷ πρὸ τούτου βιβλίῳ διώρισται· τὸ δὲ δεικνύναι ἔστι καὶ ἁπλῶς καὶ χωρὶς τῶν τοιούτων προσδιορισμῶν.
“此外,定义完全既不证明也不指出任何事物。” 因为如果定义既不指出正在给出其是什么的该事物之存在,也不指出它属于给出了它的那一对象,甚至正如他本人所说的那样,也不指出被定义项是什么,那么它还能指出什么别的东西呢?正是由于指出不同于证明,他才把两者都列了出来。因为前者是指具有科学性且出于必然性的指出,涉及在这之前的一卷中关于证明所规定的一切;而指出也可以是单纯的,无需此类附加限定。
"Οὔτε τὸ τί ἐστιν οὔθ’ ὁρισμῷ οὔτε ἀποδείξει ἔστι γνῶναι." Δέδεικται καὶ ταῦτα ὁρισμῷ μὲν μὴ δείκνυσθαι τὸ τί ἐστιν· οὔτε γὰρ ὅτι ὁρισμὸς τοῦτό ἐστι τὸ ἀποδοθέν, ἐκ τῆς ἀποδόσεως δῆλον γίνεται, οὔτε ὅτι τούτου ἐστίν οὔτε ὅλως ἐστὶ τὸ ὁρισθὲν προσδηλοῦται τῷ ὁρισμῷ· διὰ τοῦτο μηδὲ τὸ τί ἐστι δείκνυται. ἀποδείξει δέ, ὅτι ἀρχὴ ὁ ὅρος τῆς ἀποδείξεως, διὸ ὑπ’ αὐτῆς οὐ δείκνυται, καὶ εἴ τι ἕτερον περὶ τούτων εἴρηται.4
“无论是通过定义还是通过证明,都无法认识是什么。” 这也是已经被指出的,即通过定义不能指出“是什么”;因为既不能从表述中显明所给出的这言述就是一个定义,也不能在定义中附加地表明它属于此物,或者被定义项根本就是存在的;因此,“是什么”也未被指出。而通过证明[不能认识],是因为定义是证明的本原,因而不能被证明所指出,以及如果关于这些还说了什么其他内容的话。
- 1.118οὐδ’ ὁρισμοὶ τοῦτο προσδηλοῦσιν, ἤτοι συνεμφαίνουσιν ἐν ταῖς ἀποδόσεσιν ὅτι ὅδε ὁ ὁρισμὸς τοῦδέ ἐστι τοῦ ὁριστοῦ
由 ἤτοι 引领的短语是对 προσδηλοῦσιν(“附加地表明”)的同位解释。ὅτι 引导的从句(ὅτι ὅδε ὁ ὁρισμὸς...)充当 συνεμφαίνουσιν 的宾语从句,阐明引文中的 τοῦτο(“这名称表明这事物”)在定义语境下相应地指“该定义属于该被定义项”。
- 1.119ὅτι γὰρ οὐ τοῦ αὐτοῦ συλλογισμὸς καὶ ὁρισμός, δέδεικται πολλαχῶς, καὶ ὅτι τοῦ μὲν ὅρου τὸ τί ἐστι, τοῦ δὲ συλλογισμοῦ τὸ ὅτι ἔστιν
两个由 ὅτι 引导的从句与 δέδεικται(“已被指出/证明”)并列。在第二个 ὅτι 从句(καὶ ὅτι τοῦ μὲν ὅρου...)中,省略了系动词或相应的名词性表述(如 δεικνύμενον),需补充理解为:“[已指出]定义的对象是‘是什么’,而推论的对象是‘存在’”。
- 1.120τὸ μὲν γὰρ τὸ ἐπιστημονικῶς τε καὶ ἀναγκαίως
以 τὸ μέν(前者,即 ἀποδεικνύναι“证明”)为主语,其表语部分省略了 δεικνύναι(“指出”)等不定式动词。结合后文与 τὸ δὲ δεικνύναι ἔστι... 的对比,应理解为“前者是指具有科学性且出于必然性地[指出]”。
- 1.121ἀποδείξει δέ, ὅτι ἀρχὴ ὁ ὅρος τῆς ἀποδείξεως, διὸ ὑπ’ αὐτῆς οὐ δείκνυται, καὶ εἴ τι ἕτερον περὶ τούτων εἴρηται
句首的 ἀποδείξει δέ 承接前句(Δέδεικται... ὁρισμῷ μὲν μὴ δείκνυσθαι τὸ τί ἐστιν),省略了[δέδεικται μὴ δείκνυσθαι / γινώσκεσθαι]这一动词短语,属于极度紧缩的省略结构(brachylogy),意即“而通过证明[不能显明/认识],是因为……”,其后的 ὅτι 从句阐述其原因。
