← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§102.7-103.21

名称与定义在本质表明与偶适表明上的差异

厄斯特拉齐奥针对名称与定义是否意指同一事物的疑难进行了解决,论证了定义是按其自身(本质地)表明事物的实体,而名称则仅基于伴随特征与约定习惯偶适地表明事物,从而消解了二者完全等同的荒谬性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.117#2

ἔτι ἢ σημαίνει τὰ ὀνόματα ἢ οὔ. εἰ μὲν οὖν 〈οὐ〉 σημαίνει, μάτην εἴληπται καὶ οὐχ ἕξει τέλος, οὗ ἕνεκα τέθειται. ἀλλὰ καὶ οἱ ὁρισμοὶ ἐξ ὀνομάτων συγκείμενοι ἀσήμαντοι ἔσονται· καὶ οὔτε ὀνόματα οὔτε ὅροι οἱ ὅροι καὶ τὰ ὀνόματα, οὐδ’ ἔστιν οἷς πρὸς ἀλλήλους ἡμεῖς τὰ πράγματα δηλώσομεν, εἰ μὴ δι’ ὀνομάτων καὶ λόγων τοῦτο ποιεῖν δυνάμεθα. ἀλλ’ ἄτοπα ταῦτα· δηλοῖ ἄρα τι τὰ ὀνόματα, καὶ ἢ τὰ πράγματα, ἃ δὴ καὶ ὑπὸ τῶν ὁρισμῶν δηλοῦσθαι λέγεται, ἢ ἕτερ’ ἄττα παρ’ αὐτά· καὶ εἰ μὲν ἕτερα, πάλιν καὶ οἱ ὁρισμοὶ ἐξ ὀνομάτων συγκείμενοι ἕτερα σημανοῦσιν, οὐχὶ τὰ πράγματα. οἷον εἰ τὸ ζῷον οὐ τὴν οὐσίαν τοῦ ζῴου σημαίνει καὶ τὸ λογικὸν οὐ τοῦ λογικοῦ καὶ τὸ θνητὸν οὐ τοῦ θνητοῦ, ἀλλ’ ἕκαστον ἄλλο, οὐδὲ ὁ ἐκ τούτων συγκείμενος λόγος τὴν ἐκ τούτων σύνθετον οὐσίαν δηλώσει, ἀλλ’ ἕτερόν τι. ἄλλων δή τινων δεησόμεθα, ἵνα ταῦτα δηλώσωμεν, καὶ ἢ φωνῶν ἐνάρθρων ἢ νευμάτων ἢ ψόφων ἀγραμμάτων. καὶ εἰ μὲν τούτων, ἄμεινον οὐδὲν θηρίων διακεισόμεθα, εἰ δὲ ἐκείνων, ὁμοίως κωφοῖς καὶ ἀλλήλοις ἕξομεν·1 εἰ δὲ φωνῶν ἐνάρθρων, καὶ ἐπ’ ἐκείνων τὰ αὐτὰ ἐρησόμεθα καὶ εἰς ἄπειρον, καὶ ὑπ’ οὐδενὸς τὰ πράγματα σημανθήσεται. τί δὲ ἄλλο εἰ μὴ τὸ ἐφ’ ᾧ κεῖται δηλώσει τὸ ὄνομα, οὐκ ἔστιν εἰπεῖν. πῶς δὲ καὶ οἱ ὅροι ἀποδίδονται ἐρωτωμένου μετὰ τῶν ὀνομάτων τοῦ τί ἐστιν;2 ἢ δῆλον ὡς ἐκεῖνο δηλούντων τῶν ὀνομάτων, ὃ καὶ οἱ ὅροι τί ἐστι ἐπεξίασι· πλὴν ὅτι ἐπεὶ συνεπτυγμένως καὶ ἀθρόως τὸ ὄνομα, τῶν ὅρων εἰς ἐξάπλωσιν καὶ διασάφησιν τῆς οὐσίας δεόμεθα. ἢ οὐδὲ τὸ σημαίνειν ταὐτὸν τὸν ὁρισμὸν καὶ τὸ ὄνομα λέγεται ἁπλῶς, ἀλλ’ ὁ μὲν ὁρισμὸς καθ’ αὐτό, κατὰ συμβεβηκὸς δὲ τὸ ὄνομα, ὅτι τεθειμένον ἐπί τινος δηλοῖ ἐκφωνούμενον τοῖς συνήθως ἔχουσι συνιέναι τῆς ἐκφωνήσεως ὅτι τόδε ἐστὶ τὸ λεγόμενον, τῆς συνηθείας ἀπαγούσης αὐτῶν τὴν διάνοιαν πρὸς τὴν τοῦ πράγματος ἔννοιαν. εἰ γὰρ ἦν καθ’ αὑτὸ σημαντικὸν τοῦ ὄντος τὸ ὄνομα, ὥσπερ δὴ καὶ ὁ ὁρισμός, οὐκ ἂν καὶ μὴ οὖσιν ὀνόματα ἐτέθειτο οὐδ’ ἂν πολλὰ τῷ αὐτῷ ὀνόματα ἔκειτο, οὐδὲ μὴν πολλοῖς πράγμασιν ὄνομα τὸ αὐτό. νῦν δὲ ὁρισμὸς μὲν τοῦ αὐτοῦ κατὰ τὸ αὐτὸ εἷς καὶ οὐ πολλοί (εἰ γὰρ καὶ διάφοροι ἐνίοτε λόγοι τοῦ αὐτοῦ ἀποδίδονται, ἀλλ’ εἷς ἑκάστου ὁ κυρίως ὁρισμός, ὃς τῷ γένει τῶν εἰδητικῶν συνερχομένων διαφορῶν ἀποτελεῖται, ἐπεὶ καὶ φύσις μία καὶ εἶδος ἓν τὸ ὑπὸ τοῦ λόγου δηλούμενον), ὀνόματα δὲ πολλὰ τοῦ αὐτοῦ εἶναι ἐνδέχεται ἀπό τινων μὲν παρεπομένων αὐτῷ τιθέμενα, ἐπίσης δὲ ἀλλήλοις δηλοῦντα τὸ ὑποκείμενον τοῖς συνήθως ἔχουσι τῶν ὀνομάτων. ἄνθρωπος γὰρ καὶ μέροψ καὶ βροτὸς τὸ αὐτό, τὸ μὲν ὅτι ἄνω ἀθρεῖ τὸν ὦπα, τὸ δ’ ὅτι μερίζει τὴν ὄπα, τὸ δ’ ὅτι φθαρτός ἐστι, καὶ ἐξ ἄλλων ἄν τις ἴσως ἑπομένων αὐτῷ εὑρήσει κείμενα ὀνόματα· ὁρισμὸς δ’ ὁ κυρίως εἷς. τὸ γὰρ ζῷον πεζὸν δίπουν ἐπεὶ ἐκ τῶν ὑλικῶν σύγκειται, οὐ κυρίως, καὶ τὸ ζῷον ἄπτερον ὑπόπουν δίπουν ὡσαύτως· τὸ δὲ ζῷον λογικὸν θνητὸν ἐπεὶ τὰς εἰδητικὰς ἔχει διαφοράς, κυρίως ἐστὶν ὁρισμός. ἀλλὰ καὶ ὁρισμὸς ὁ αὐτὸς οὐκ ἄν ποτε τεθείη τοῖς διαφόροις κατ’ εἶδος, ὄνομα δὲ τὸ αὐτὸ πολλάκις τοῖς κατ’ εἶδος διεστηκόσιν, ὡς κύων κατ’ εἶδος ἕτερος ὁ ἀστὴρ καὶ ὁ χερσαῖος καὶ ὁ θαλάττιος, ὅπερ οὐκ ἂν ἦν, εἰ καθ’ αὑτὸ τὰ ὀνόματα ὥσπερ οἱ ὁρισμοὶ ἐδήλουν τὰ πράγματα. καὶ μεταθείη ἄν τις τὸ τοῦδε εἰς ἕτερον ὄνομα, ὁρισμὸν δ’ οὔχι. καὶ ἐκ τῆς τῶν ὀνομάτων δὲ ἐτυμότητος καταμάθοι ἄν τις ὡς κατὰ συμβεβηκὸς δηλοῦσι τὰς τῶν πραγμάτων ὀντότητας· ἐκ γὰρ τῶν παρεπομένων ταῖς φύσεσι λαμβανόμενα ἐξ ἐκείνων τε τὰς ἐτυμότητας δέχεται, καὶ ἐκεῖνα καθ’ αὑτὸ δηλοῦν ἐπαγγέλλεται. ἐπεὶ οὖν καθ’ αὑτὸ τοῖς ὁρισμοῖς τῶν πραγμάτων ἡ δήλωσις, κατὰ συμβεβηκὸς δὲ τοῖς ὀνόμασι, καὶ τῶν ὄντων ἐξ ἀνάγκης οἱ ὁρισμοί, ὀνόματα δὲ καὶ μὴ ὄντων ἐστί, καὶ ἀμετάθετοι μὲν οἱ ὁρισμοί, μετατίθενται δὲ τὰ ὀνόματα, καὶ πολλὰ τοιαῦθ’ ἕτερα, πῶς οὐκ ἄτοπον ἰσοδυναμεῖν λέγειν ἁπλῶς τοῖς ὁρισμοῖς τὰ ὀνόματα; κἂν ὁρισμὸς δὲ ῥηθείη τὸ ὄνομα, οὕτως ἂν λέγοιτο ὡς κατὰ συμβεβηκὸς δηλοῦν τὸ αὐτὸ ὅπερ ὁ ὁρισμὸς καθ’ αὑτό.

此外,名称要么有所意指,要么没有意指。如果说它们没有意指,那么它们就被白白采纳了,并且不会达到它们被设定的目的。而且由名称组成的定义也将是无意义的;定义和名称将既非定义也非名称,如果我们不能通过名称和言述来做到这一点,我们就没有任何东西可以用来向彼此表明事物。但这些都是荒谬的;因此名称确实表明某种事物,要么表明那些确实也被称为由定义所表明的事物本身,要么表明除它们之外的某些其他事物。如果表明其他事物,那么由名称组成的定义反过来也将意指其他事物,而不是事物本身。例如,如果“动物”不意指动物的实体,“理性的”不意指理性者的实体,“可死的”不意指可死者的实体,而是各自意指别的东西,那么由这些组成的言述也将不表明由这些复合而成的实体,而是表明某种别的东西。于是我们将需要某些其他东西来表明这些事物,或者需要清晰分节的话语,或者需要手势,或者需要不成文字的声响。如果是后者[声响],我们的处境将毫不优于野兽;如果是前者[手势],我们彼此之间将处于如同聋人的状态;而如果是清晰分节的话语,我们对它们也将问出同样的问题并陷入无限倒退,事物将不会被任何东西所意指。如果不是被赋予的对象,名称还能表明什么别的东西,这是无法说出的。而且,当连同名称一起询问“是什么”时,定义又是如何给出的呢?难道不明显的是,名称表明的那一事物正是定义作为“是什么”所详细阐发的——除了因为名称是以浓缩且总括的方式表明,我们需要定义来展开和清晰阐述实体这一区别之外?抑或,定义与名称意指同一事物并非单纯而言,而是定义按其自身如此意指,名称则是偶适地如此意指,因为设定于某一事物之上的名称在被发音出来时,向那些习惯于理解该发音的人表明所说的就是此物,他们的习惯将其理智引向该事物的概念。因为如果名称像定义那样按其自身意指存在者,那么就不会对不存在者设定名称,也不会对同一事物设定许多名称,更不会对许多事物设定同一名称。而事实上,同一事物在同一方面所具有的定义只有一个而非多个(因为即便对于同一事物有时会给出不同的言述,但每一事物严格意义上的定义只有一个,它是通过种属差异与属相汇合而完成的,因为由该言述所表明的自然本性是一个,形式也是一个);相反,同一事物却可能具有许多名称,它们是从伴随于它的某些特征中设定的,但在习惯于这些名称的人看来,它们彼此同等地表明其基质。例如,“人”、“发音者”和“终有一死者”是同一事物:前者是因为他将目光向上看,次者是因为他分节发音,后者是因为他是可朽坏的;人们或许还能从伴随于他的其他特征中找到被设定的名称;但严格意义上的定义只有一个。因为“两足步行动物”由于是由质料性成分组成的,并非严格意义上的定义,“无翼两足有足动物”亦同样如此;而“理性的终有一死动物”由于包含了种属差异,因而是严格意义上的定义。此外,同一定义决不会被赋予在种形式上有差异的事物,而同一名称却经常被赋予在形式上分离的事物,例如“狗”——星宿、陆生动物与海生动物——在形式上彼此不同;如果名称像定义那样按其自身表明事物,这种情况是不会发生的。并且人们可以将此物的名称转移给另一物,但对定义则不能如此。此外,从名称的词源人们也可以看出,它们是偶适地表明诸事物的实在实体的;因为它们是从伴随于诸自然本性的事物中抽取的,它们从这些事物中获得词源,并声称要按其自身表明这些事物。因此,既然对事物的表明按其自身属于定义,而偶适地属于名称,并且定义必然属于存在者,而对于不存在者亦有名称,且定义是不可更改的,名称则是可转换的,以及有许多其他类似的区别,那么单纯地说名称与定义具有同等效力,怎能不是荒谬的呢?即便名称被称为定义,那也是因为它偶适地表明了定义按其自身所表明的同一事物。

语法注2 条
  1. 1.117καὶ εἰ μὲν τούτων, ἄμεινον οὐδὲν θηρίων διακεισόμεθα, εἰ δὲ ἐκείνων, ὁμοίως κωφοῖς καὶ ἀλλήλοις ἕξομεν

    指示代词对前文列举“清晰分节的话语(φωνῶν ἐνάρθρων)、手势(νευμάτων)或不成文字的声响(ψόφων ἀγραμμάτων)”的指代关系。近指代词 τούτων 指代紧邻的最后一项“不成文字的声响”(与“如同野兽 θηρίων”相关联),而远指代词 ἐκείνων 指代中间项“手势”(与“如同聋人 κωφοῖς”相关联)。剩余的第一项则紧接着在“εἰ δὲ φωνῶν ἐνάρθρων”中单独讨论。

  2. 1.117ἐρωτουμένου μετὰ τῶν ὀνομάτων τοῦ τί ἐστιν

    属格独立结构。逻辑主语是实质化的疑问短语“是什么(τὸ τί ἐστιν)”的属格形式 τοῦ τί ἐστιν,与分词 ἐρωτωμένου 构成搭配,意为“当连同名称一起询问‘是什么’时”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:102.7-103.21