← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§99.36-101.9

触觉的一与多及第一触觉对象

作者批评了关于肉是器官还是媒介以及触觉为一还是为多的无休止辩难,调和地提出感觉与器官在某种意义上既是一又是多,并进而阐明了触觉的本来对象(冷热湿干四种性质)及其相互作用与受动的特质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2.11#4

εἰ μὲν γὰρ πολλὰ τὰ αἰσθητήρια μιᾶς οὔσης τῆς σαρκὸς ζητοῦμεν, τίς αὐτοῖς ἡ διάκρισις καὶ πόθεν οὗτοι κατέλαβον; εἰ δ’ ἄδηλα τῷ δι’ ἀλλήλων ἥκειν καὶ πάντα πάντων ἀντιλαμβάνεσθαι, κατ’ αὐτὸ μάταιον· τί γὰρ ἔδει πολλῶν, ἀρκοῦντος ἑνός, εἴπερ ἡ φύσις τῆς χρείας καὶ φεύγει τὸ περιττόν; ἑνὶ γὰρ μᾶλλον ὀργάνῳ ἐνεργείαις πλείοσι προσχρήσαιτο ἢ πολλοῖς πρὸς μίαν. τὰ αὐτὰ δήπου καὶ ἐπὶ τῶν ἁφῶν, εἰ πλείους. εἰ μὲν γὰρ ἑκάστη αἴσθεται τὰ πασῶν, ἀπόχρη μία· εἰ δὲ ἄλλη ἄλλων, καὶ διάφορον ἴσχουσι τὴν ἐνέργειαν, τίς ἡ ἀπόδειξις; γελοῖος δὲ καὶ ὁ συμφυὴς ἀὴρ εἰς ὑπόδειγμα· οὐ γὰρ ὥσπερ ἡ σὰρξ καὶ δι’ ὅλου τοῦ αὐτοῦ καὶ κατὰ τὸ αὐτὸ τῶν ὅλων ἐφήπτετο, κἀκεῖνος ἂν ἀπὸ παντὸς ἑαυτοῦ ἢ διὰ τοῦ αὐτοῦ πάσαις παρεῖχεν αἰσθάνεσθαι, ἀκοῇ λέγω καὶ ὄψει καὶ ὀσφρήσει, ἀλλ’ ἡ κατ’ εὐθὺ πρὸς ἕκαστον αἰσθητήριον προσβολὴ καὶ τότε τὴν κρίσιν ἐτίθετο, ὡς οὐδὲν μᾶλλον πρότερον ἢ ὕστερον διακεκριμένα τὰ αἰσθητήρια. ἀλλ’ εἰ καθάπαξ τοῖς λόγοις λόγους εἰσφέρομεν καὶ τοῖς δευτέροις τοὺς πρώτους ἐκκρούομεν, λήσομεν ἑαυτοὺς εἰς οὐδὲν τὴν σχολὴν κατατρίβοντες· οὐ γὰρ ἔσται πέρας, παντὸς τοῦ προσληφθέντος ἐν τοῖς μέσοις τῶν πραγμάτων καὶ τὸν ἀντίθετον συνεισφέροντος. μήποτε δὲ καὶ μίαν καὶ πολλὰς δεῖ λέγειν1 τὴν ἁπτικὴν αἴσθησιν καὶ τὰς ἄλλας, καὶ τὴν σάρκα ἔστιν ὡς αἰσθητήριον ἔστιν ὡς μεταξὺ καὶ τἄλλα· ἐζήτηται δὲ οἰκείως ἐν τῇ ἁφῇ ὡς ἐκδηλοτέρᾳ πρὸς τοῦτο καὶ τῶν ἄλλων ὑλικωτέρα. εἰ γὰρ ἡ ψυχὴ μᾶλλον ἓν οὖσα τὸν μερισμὸν οὐκ ἐκπέφευγε (πῶς γὰρ ἂν ἅμα, εἰ μὴ ἁπλοῦν καὶ ἀμέριστον, κατὰ τὸ αὐτὸ τὸν τοῦ λευκοῦ καὶ μέλανος ἐπεσκόπει λόγον;) καὶ τῷ τῷ ὄγκῳ συνεκτετάσθαι τοῦ σώματος μεμέρισταί πως,2 ὡς κἂν ὁ τοῦ σχήματος πάθοι λόγος ἑνοειδὴς ὢν δήπου καὶ καθόλου καὶ ἀδιάστατος, τοῖς δὲ καθ’ ἕκαστα καὶ αἰσθητοῖς σώμασι μερίζεται διιστάμενος, οὕτω δ’ ἂν καὶ τὰς τῆς ψυχῆς δυνάμεις ἔχειν οὐδὲν κωλύει τάς τε αἰσθητικὰς καὶ τὰς ζωτικὰς καὶ διαφερόντως τὴν ἁπτικήν. καὶ τί δεῖ τοῦτο ἐπὶ τῆς ἀλόγου διαπορεῖν, ὅπου γε ἡ λογικὴ ψυχὴ ὡς πρὸς ἑστῶτα τὸν νοῦν ἐξεταζομένη μερίζεται καὶ πρός τι χρονικὴν ὑπομένει τὴν κίνησιν; καὶ περὶ μὲν ἁφῆς τοσαῦτα. Ἁπτὰ δέ εἰσιν αἱ διαφοραὶ τοῦ σώματος ᾗ σῶμα, αὗται δὲ αἷς τὰ στοιχεῖα εἰδοποιεῖται καὶ διορίζεται, αἱ δύο μόναι συζυγίαι τῶν ἁπτῶν ἀντιθέσεων, θερμὸν ψυχρόν, ὑγρὸν ξηρόν, περὶ ὧν καὶ πρότερον εἴρηται ἐν τοῖς περὶ στοιχείων, ὡς ἐπὶ παντὸς ἥκουσαι σώματος καὶ δρῶσαι πρὸς ἀλλήλας καὶ πάσχουσαι καὶ κατ’ αὐτὰς τὰ στοιχεῖα· ὅθεν φθορᾶς ἁπάσης καὶ γενέσεως αἴτια. εἰσὶ μὲν γὰρ καὶ αἱ τῶν χρωμάτων καὶ τῶν ψόφων διαφοραί, ἔτι δὲ καὶ τῶν ἄλλων αἰσθήσεων ἐν τοῖς σώμασιν, ἀλλ’ οὐ, καθὸ σῶμα, χρῶμα ἔχει (οὐ γὰρ ἅπαν), ἀλλ’ ᾗ ὁρατόν, καὶ γευστὸν καὶ ἀκουστὸν καὶ ὀσφραντὸν ὁμοίως· καὶ οὔτε τι πρὸς ἀλλήλας ἢ δρῶσιν ἢ πάσχουσιν οὔθ’ ὑπ’ αὐτῶν τὸ σῶμα, ἀλλ’ αἱ τῆς ἁφῆς μόνης, καὶ πρὸς αὐτὰς ἰδίως καὶ πρὸς τὴν σάρκα κοινῶς. καὶ τούτων οὐχ ὁμοίως πᾶσαι· οὔτε γὰρ τὸ ἁπτικὸν αἰσθητήριον ὑπὸ πάσης ἁπλοϊκῆς ὁμοίως ποιοῦται αἰσθήσεως, οὔτε ἴσην τὴν ἐπ’ ἀλλήλαις δρᾶσιν ἢ πεῖσιν ἔχουσιν. οὔκουν ὑπὸ βαρύτητος ἢ κουφότητος, οὐδὲ λεαίνεται ἢ τραχύνεται τοιούτοις ὁμιλοῦσα ἡ σάρξ, ἀλλ’ ἢ γνωστικῶς αὐτῶν μόνα τὰ εἴδη δέχεται·3 θερμοῦ δὲ προσβαλόντος ἢ ὑγροῦ ἢ ψυχροῦ καὶ ξηροῦ ἅμα τε ἔπαθεν ὑλικῶς διατεθεῖσα, θερμανθεῖσα καὶ ψυχρανθεῖσα, καὶ τὸ εἶδος ἐγνώρισε· καὶ τὸ μὲν ὡς φυσικὸν σῶμα τοῖς ἐξ ὧν συνέστηκε συμπαθές, τὸ δὲ ὡς αἴσθησις κριτική. τί δὲ καὶ κουφότης πάθοι ὑπὸ βαρύτητος; οὐδενὸς γὰρ μεταδοίη τοῖς παρακειμένοις ἑκάτερον. κατὰ ταῦτα καὶ αἱ λοιπαί.

因为如果我们在肉为单一的情况下探求多种感觉器官,它们的区别何在,他们又是从何处把握这一点的呢?但如果器官因为相互穿透且一切感知一切而成为不显明的,这本身就是徒劳的;因为如果自然满足需要并规避多余,既然一个就已足够,为何还需要多数呢?因为自然宁愿将一个工具用于多重活动,也不愿为一种活动使用多个工具。如果触觉感知是多数,这些道理自然同样适用于它们。因为如果每一种触觉都感知一切触觉对象,一种就足够了;但如果不同的触觉感知不同的对象并拥有各异的活动,论证又何在呢?将合生的空气作为范例也是可笑的;因为并不像肉通过同一个整体且以同一方式触及各个整体那样,空气也会从其整个自身或通过同一种东西为所有感觉——我指听觉、视觉和嗅觉——提供感知;相反,朝向各个感觉器官的笔直撞击在那时也会作出判别,因而感觉器官绝非在先前比在之后更有区分。然而,如果我们一概以论证对抗论证,并用后来的论辩击破先前的论辩,我们将在不知不觉中徒然消耗闲暇;因为不会有终点,既然在中介性的事物中,每一个被附带采纳的前提都会同时引入其对立面。或许应该说,触觉以及其他诸感觉既是一又是多,而肉在某种意义上是感觉器官,在某种意义上则是媒介等等;而在触觉中探讨这一点是恰当的,因为它在这方面更为显明,且比其他感觉更具质料性。因为如果灵魂本身更具单一性却未曾逃避划分(因为如果它不是单纯且不可分的,它怎能在同一时刻于同一基质上考察白与黑的定义呢?),且由于与身体的体量共同延展而以某种方式被划分——正如形状的定义本身当然具有单一形相、普遍且无广延,却在个别的感性身体中因延展而受到划分——那么没有任何东西阻止灵魂的能力,包括感觉能力和生命能力,尤其是触觉能力,也处于这种状态。既然即使理性灵魂在相对于静止的理智受到考察时也会被划分并承受某种时间性的运动,为何还需要在非理性灵魂上对此产生困惑呢?关于触觉,就说这么多。 可触知之物乃是身体作为身体的差异,而这些差异正是元素借以成形和被规定的差异,即仅有的两对触觉对立:热与冷、湿与干。关于它们,早先在论元素的著作中也已说过,它们及于每一个身体,相互作用并受动,元素亦依凭它们而存在;因此它们是一切毁灭与生成的根源。因为颜色和声音的差异,以及其他感觉在身体中的差异固然存在,但身体并非因其为身体而具有颜色(因为并非所有身体都具有),而是因其为可见者;可尝、可听与可嗅之物亦是如此;它们既不彼此相互作用或受动,身体也不受它们的作用,唯有触觉的差异既特殊地相互作用,又共同地对肉产生作用与受动。而在这些差异中,并非所有都相同;因为触觉器官并非被每一种单纯的感知同样地赋予性质,它们在彼此之间的作用或受动也非同等。肉决不会受到重或轻的影响,与此类事物接触也不会变得光滑或粗糙,而只是在认识上仅仅接受它们的形式;但当热或湿、冷或干撞击时,它同时一方面因受到安置而被质料性地影响——被加热和冷却,另一方面也认识其形式:前者是作为与其构成要素相共感的自然身体,后者则是作为判别性的感觉。轻又怎会受到重的影响呢?因为二者都不会向邻近之物分赋任何东西。其余的差异依据这些亦是如此。

语法注3 条
  1. 3.2.11μήποτε δὲ καὶ μίαν καὶ πολλὰς δεῖ λέγειν

    μήποτε 搭配直陈式(δεῖ),用以表达审慎的断言或委婉的推测(“或许应该说……”或“难道不应当说……”)。它在修辞上缓和了论断的语气,而非引导目的或畏惧从句。

  2. 3.2.11καὶ τῷ τῷ ὄγκῳ συνεκτετάσθαι τοῦ σώματος μεμέρισταί πως

    τῷ τῷ 的连用并非排印错误;第一个 τῷ 是支配整个不定式短语(συνεκτετάσθαι...)以表示原因或方式的与格冠词,第二个 τῷ 则是修饰 ὄγκῳ 的定冠词。结构为“因与身体的体量共同延展(τῷ [τῷ ὄγκῳ συνεκτετάσθαι τοῦ σώματος])而以某种方式被划分”。

  3. 3.2.11ἀλλ’ ἢ γνωστικῶς αὐτῶν μόνα τὰ εἴδη δέχεται

    ἀλλ' ἤ 承接前面的否定分句(οὐ... οὐδὲ...),构成习语,意为“除……之外不”或“仅仅/唯独”。此处将肉体受到的物理影响(变得光滑或粗糙)与仅仅在认知层面接受其形式形成对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:99.36-101.9