← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§101.9-102.19

触觉特性的还原与作为中庸的触觉器官

索福尼亚斯梳理了除规定元素的基本触觉对立(温冷、湿干)之外其余六对触觉差异的定义与归类,阐明触觉器官如何以潜能具备对象性质并作为中庸来判别过度与不足,区分了触觉的中庸与其他感觉的不同,并总结了对各感觉的概括论述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2.11#5

φανερὸν οὖν ὡς μόνα τῶν ἁπτῶν θερμὸν καὶ ξηρὸν καὶ τὰ ἀντικείμενα τῶν τε στοιχείων ὁριστικὰ καὶ τῷ δρᾶν καὶ πάσχειν τἄλλα πάντα καὶ γεννῶσι καὶ φθείρουσι· τῶν δ’ ὑπολοίπων ἓξ συζυγιῶν τῶν ἁπτῶν αἱ μὲν ὡς μηδὲν ποιοῦσαι πρὸς ἀλλήλας ἢ πάσχουσαι οὐδὲν πρὸς γένεσιν ἢ φθορὰν συνεισφέρουσιν, αἱ δὲ ταῖς εἰρημέναις συγκλείονται. αὗται δὲ κουφότης καὶ βαρύτης, λειότης καὶ τραχύτης, λεπτότης καὶ παχύτης, πυκνότης καὶ μανότης, σκληρότης 〈καὶ〉 μαλακότης, γλισχρότης καὶ κραυρότης. ἔστι δὲ ὑγρὸν μὲν τὸ τῷ οἰκείῳ ὅρῳ δυσόριστον, τῷ δὲ ἀλλοτρίῳ εὐόριστον· ξηρὸν δὲ τὸ ἔμπαλιν· καὶ θερμὸν μὲν τὸ τὰ ὁμογενῆ καὶ ἑτερογενῆ διακρῖνον, ψυχρὸν δὲ τὸ συγκρῖνον ἀμφότερα· καὶ λεῖον μὲν καὶ μαλακὸν τὸ μὲν οὗπερ ἐξ ἴσου τὰ τῆς ἐπιφανείας συνάπτονται μόρια, τὸ δὲ ὃ εὐένδοτον δι’ ὑγρότητα· γλίσχρον δὲ καὶ λεπτὸν καὶ πυκνὸν τὸ μὲν ὃ μετὰ πάθους ἔχει ὑγρότητα, τὸ δὲ ὃ τῶν πόρων ἀναπληστικὸν διὰ τὴν τῶν μερῶν σμικρότητα καὶ διαίρεσιν, τὸ δὲ οὗ τὰ μόρια σύνεγγυς· τοῖς δὲ ἐναντίοις τὰ ἐναντία. καὶ γλίσχρον μὲν καὶ μαλακὸν τῷ ὑγρῷ συνυπάγονται, ξηρῷ δὲ τὰ ἀντικείμενα. βαρὺ δὲ καὶ κοῦφον τὸ μὲν ἐπὶ τὸ μέσον φέρεται, τὸ δὲ ἀπὸ τοῦ μέσου. ταῦτα δὲ καὶ τῶν ἄλλων κοινότατα· ἅπαν γὰρ σῶμα βαρὺ ἢ κοῦφον. μήποτε δὲ μόνῃ τῇ τοῦ μέσου πρὸς τὸ πέριξ σχέσει καὶ τῇ παρὰ τόπον θέσει τὸ βαρὺ καὶ τὸ κοῦφον γνωρίζεται. ἡ γὰρ πρὸς τὸ κάτω καὶ τὸ ἄνω καὶ ἡ ἐκ τῶν οἰκείων πρὸς τοὺς ἀλλοτρίους τόπους τῶν σωμάτων μετάβασις τὸ βαρὺ καὶ τὸ κοῦφον ἐγγέννησε· τὸ γὰρ ἐν τοῖς οἰκείοις μένον καὶ μὴ κινούμενον οὔτε κοῦφον οὔτε βαρύ ἐστιν. ἁπτὰ μὲν οὖν ταῦτα· τὸ δὲ αἰσθητήριον αὐτῶν τὸ ἁπτικόν, ἐν ᾧ ἡ καλουμένη ἁφὴ ὑπάρχει πρώτως, τὸ δυνάμει τοιοῦτόν ἐστι μόριον. τὸ γοῦν ποιοῦν ἐνεργείᾳ αὐτὸ αἰσθητικὸν δυνάμει ὂν τὸ αἰσθητόν ἐστι. πάσχει δὲ οὐδὲν ὑπὸ τοῦ πάντη ὁμοίου· τὸ δὲ ἅπτεσθαι καὶ αἰσθάνεσθαι πάσχειν τί ἐστιν. οὐκ ἔσται ἄρα τῶν ὁμοίων ἁφή. διὸ τοῦ ὁμοίως θερμοῦ ἢ ψυχροῦ ἢ σκληροῦ ἢ μαλακοῦ οὐκ αἰσθανόμεθα, ἀλλὰ τῶν ὑπερβολῶν ἢ τῶν ἐνδειῶν· ὑγιαίνοντες γὰρ καὶ τοῦ περιέχοντος μήτε καύμασιν ἰσχυροῖς μήτε κρυμοῖς ὑπερβάλλοντος καὶ ἐν ἰσότητι τῆς ἐκτὸς οὔσης τῇ ἐν σώματι κράσει οὔτ’ οἰκείας οὔτ’ ἀλλοτρίας ψυχρότητος ἢ θερμότητος αἰσθοίμεθ’ ἄν. εἰ δ’ ἢ τῶν ἐν σώματι στοιχείων ἑτέρου ἕτερον ὑπερβάλοι ἢ ὁ ἀὴρ ἀνωμάλως πρὸς τὸ σῶμα ἕξει, αἰσθοίμεθ’ ἄν· πυρέττοντες γὰρ ἡμᾶς αὐτοὺς θερμοτέρους συνέγνωμεν, ὡς ἑνὸς τῶν χυμῶν προελθόντος θερμότητι, κἀν τοῖς ἀλεεινοτέροις δὲ ἢ κρυμωδεστέροις γεγονότες τόποις ἢ καταστάσεσιν, ὅπως ὁ ἀὴρ ἔχει, διέγνωμεν καὶ ἐπὶ τῶν ἄλλων οὕτως, ὡς ἂν τοῦ αἰσθητηρίου διὰ τὴν αἴσθησιν οἷον μεσότητός τινος ὄντος τῆς ἐν τοῖς αἰσθητοῖς ἐναντιώσεως καὶ διὰ τοῦτο κρίνοντος τὰ αἰσθητὰ εἰς ἑκάτερον κλίναντα.1 τὸ γὰρ μέσον κριτικόν· γίνεται γὰρ πρὸς ἑκάτερον αὐτῶν θάτερον τῶν ἄκρων, θερμὸν πρὸς τὸ ὑπερβάλλον ψυχρότητι, ψυχρὸν δ’ αὖ πρὸς τὸ πλεονάσαν θερμότητι. οὐχ ὁμοίως δὲ τὸ μέσον ἐπὶ τῆς ἁφῆς καὶ τῶν ἄλλων αἰσθήσεων. αἱ μὲν γὰρ οὐκ ἐξ ὧν ἄκρων αἰσθάνονται κέκρανται· οὐδὲ γὰρ ὄψις ἐκ λευκοῦ καὶ μέλανος, οὐδ’ ἐξ ὀξέος καὶ βαρέος ἡ ἀκοή· μῖξις δὲ θερμοῦ καὶ ψυχροῦ καὶ τῶν ἄλλων ἡ ἁπτική, ἣν ἄν τις καὶ κυρίως προσείποι μεσότητα. ὥσπερ δὲ τοῦ τε ὁρατοῦ καὶ ἀοράτου ἦν πως τὸ κρῖνον ἡ ὄψις, ὁμοίως δὲ καὶ αἱ ἄλλαι τῶν ἀντικειμένων, οὕτω καὶ ἡ ἁφὴ τοῦ ἁπτοῦ καὶ ἀνάπτου· ἄναπτον δὲ τό τε μικρὰν ἔχον πάμπαν διαφορὰν τῶν ἁπτῶν, οἷον πέπονθεν ὁ εὔκρατος ἀήρ, καὶ αἱ ὑπερβολαὶ τῶν ἁπτῶν· ἄναπτοι γὰρ ὥσπερ τὰ φθαρτικά. φανερὸν οὖν ὡς διττῶς μεσότης ἅπασα αἴσθησις· τὸ μὲν ὅταν ἕξις ἄμφω τὰ ἀντικείμενα ἔχουσα, τὸ δὲ ὅταν ἕξιν καὶ στέρησιν.2 καθ’ ἑκάστην μὲν οὖν αἴσθησιν εἴρηται ὡς τύπῳ εἰπεῖν.

因此显而易见,在可触知之物中,唯有热与干以及与其对立者规定着各元素,并且通过作用与受动而生成并毁灭其他一切;而在其余六对可触知的对立中,一些因彼此之间既不施加也不承受任何作用而对生成或毁灭毫无贡献,另一些则被包含在上述对立之中。它们是轻与重、滑与粗、细与粗大、密与稀、硬与软、粘与脆。湿是难以由自身的界限规定却易于由他者的界限规定的;干则相反;热是分离开同类之物与异类之物的,冷则是将二者聚合在一起的;滑与软,前者是其表面的部分等平地衔接之物,后者是因湿润而易于屈服之物;粘、细与密,第一种是带有受动性质地具有湿润之物,第二种是由于各部分的细小与分割而能充填孔隙之物,第三种则是其部分彼此紧邻之物;对于相反者,则有相反的规定。粘与软归属于湿,与它们对立者则归属于干。重与轻,前者向中心运移,后者从中心背离而运移。这些也是在所有差异中最普遍的;因为每一个物体要么是重的要么是轻的。但或许重与轻仅仅是通过中心相对于周边的关联以及相对于位置的陈设而被认识的。因为朝向下与朝向上的运移,以及物体从自身固有之处所向外在处所的过渡,才产生了重与轻;因为留在固有之处所中而不运动的物体,既非轻也非重。 可触知之物就是这些;而它们的感觉器官即触觉器官,即所谓的触觉最原初内在的部分,乃是潜能上就是如此的部分。无论如何,使潜能上是感觉者的器官成为现实上的感觉者的,乃是可感觉对象。但没有任何事物会受到与自身完全相同者的作用;而触碰与感知乃是一种受动。因此,不会有对相同之物的触觉。所以,对于同等热或冷、或硬或软之物,我们感知不到,而是感知到过度或不足;因为当我们健康,且周围环境既不因剧烈炎热也不因严寒而过度,外部情况与体内的混合相均等时,我们既不会感知到自身的也不会感知到外来的冷或热。但如果体内的某一元素超过了另一元素,或者空气相对于身体呈现不均等状态,我们就会感知到;因为发烧时我们意识到我们自身更热,乃是因为体液之一在热上发生了过度;而在我们置身于更温暖或更寒冷的处所或状况中时,我们判定了空气处于何种状态;在其余性质上亦是如此,因为感觉器官由于具有感觉,乃是感觉对象中间对立状态的某种中庸,且由此判别朝向任一侧倾斜的感觉对象。因为中庸是具有判别性的;因为它相对于它们每一方都成为另一方的极端,相对于在冷上过度者成为热,相对于在热上过量者又成为冷。然而,触觉中的中庸与其余诸感觉中的中庸并非处于同一方式。因为其余的感觉并不是由它们所感知的两极端混合而成的;视觉并非由白与黑构成,听觉也非由高音与低音构成;但触觉能力乃是热与冷及其他性质的混合,人们完全可以在本义上将其称为中庸。而正如视觉在某种意义上是可见者与不可见者的判别者,其他感觉对其对立者亦是如此,触觉同样是可触知者与不可触知者的判别者;不可触知者既包括仅具有可触知之物的极微小差异者(如调和良好的空气所具有的状态),也包括可触知之物的过度;因为它们正如毁灭性之物一样是不可触知的。因此显而易见,一切感觉在双重意义上是中庸:一种是具有两种对立作为肯定性状态时,另一种则是具有肯定性状态与缺失时。关于每一种感觉,大体上就说这么多。

语法注2 条
  1. 3.2.11ὡς ἂν τοῦ αἰσθητηρίου διὰ τὴν αἴσθησιν οἷον μεσότητός τινος ὄντος τῆς ἐν τοῖς αἰσθητοῖς ἐναντιώσεως καὶ διὰ τοῦτο κρίνοντος τὰ αἰσθητὰ εἰς ἑκάτερον κλίναντα

    连词 ὡς ἄν 与属格绝对结构(τοῦ αἰσθητηρίου ... ὄντος ... καὶ ... κρίνοντος)相结合,用以说明前述经验事实(如感知到发烧或环境气温变化)的内在根据。κρίνοντος 为与 τοῦ αἰσθητηρίου 一致的现在分词属格,支配 τὰ αἰσθητὰ εἰς ἑκάτερον κλίναντα 作为其直接宾语(“向任一侧倾斜的感觉对象”)。

  2. 3.2.11τὸ μὲν ὅταν ἕξις ἄμφω τὰ ἀντικείμενα ἔχουσα, τὸ δὲ ὅταν ἕξιν καὶ στέρησιν

    由对应词 τὸ μέν ... τὸ δέ 构成的省略性名词句。各分句中均省略了系动词(如 ἐστί 或 ᾖ)。前半句的 ἕξις 保持主格(未如后半句的 ἕξιν 那样变为宾格),但结构上表达了对称的界定:“一种情况是具有两种对立项作为肯定状态时,另一种情况则是具有肯定状态与缺失时”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:101.9-102.19