← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§98.26-99.36

作为合生媒介的肉与对触觉单一性的批判

索福尼亚斯论证了肉并非触覚的本体器官,而是通往内部器官的合生媒介,指出了物体直接接触时无法被感知以及媒介无限后退的困难。进而他批判了从肉的单一性推导触觉单一性的循环论证与谬误,阐明了肉作为土性占优的混合物包裹着多种触觉器官的媒介机制。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2.11#3

οὕτως οὐδ’ ἂν εἴη διὰ ταῦτα τὸ πρῶτον τῆς ἁφῆς ἡ σὰρξ αἰσθητήριον, ἀλλὰ τὸ δι’ οὗ. ὃ γὰρ προσφυὲν ποιεῖ τὸ ἀλλότριον, μᾶλλον ἄν τὸ οἰκεῖον καὶ συμφυές. οὐδὲν γὰρ τὸ κωλῦον ἐντὸς μὲν εἶναι τὸ αἰσθητήριον, εἴτε καρδία τοῦτό ἐστιν, εἴτε καὶ ἕτερον, τὴν σάρκα δὲ εἶναι μεταξὺ περικειμένην καὶ συμφυῆ. εἰ γὰρ ἐκεῖ περὶ τὴν σάρκα παρατεινόμενος ὁ ὑμὴν εὐθὺς παρεῖχε τὸ ἅπτεσθαι, πόσῳ μᾶλλον θᾶττον διικνοῖτο ἂν ἡ αἴσθησις, εἰ συγγενὲς ὑποτεθείη τὸ μεταξύ. ἔτι οὐ πάνυ τοι ἀληθὲς καὶ τὸ τὰ ἁπτόμενα πάντα λέγειν διὰ μέσου τινὸς ἅπτεσθαι· ἐπ’ ἄπειρον γὰρ οὗτος ὁ λόγος βαδιεῖται. εἰ γὰρ ὁ ἀὴρ καὶ τὸ ὕδωρ ἁπτά (αἰσθανόμεθα γοῦν αὐτῶν ὡς θερμῶν καὶ ψυχρῶν), πότερον ἁπτομένων τούτων ἡμῶν ἐστί τι μεταξὺ ἢ οὔ; εἰ μὲν μὴ ἔστιν, ἔχομεν εὐθὺς ὃ ζητοῦμεν· εἰ δὲ ἔστιν, ἡμεῖς καὶ περὶ ἐκείνου ταῦτα εἴποιμεν, καὶ περὶ τοῦ μετ’ αὐτὸ καὶ ἔτι· καὶ οὐχ ἅψεταί τί τινος, πρὶν ἡμεῖς στῶμεν ἀπείρως τὸν λόγον διεξοδεύσαντες. θαυμαστὸν δὲ καὶ τὸ οἴεσθαι κινεῖν τῇ χειρὶ τὸν λίθον τῇ ἐπιπολαζούσῃ ὑγρότητι, ὅταν ἱδρῶμεν ἢ ὕδατι νίζωμεν, τῷ οὕτω φαύλῳ καὶ μαλακῷ τόσον ὄγκον μετὰ βαρύτητος καὶ στερρότητος. καὶ πρὸς τούτοις τῷ κυρίως αἰσθητηρίῳ τὸ αἰσθητὸν ἐν χρῷ ἐπιθέμενον κατέχει ἀναίσθητον, καίπερ τοσούτου ἐναπειλημμένου ἀέρος τῷ μεταξύ, ὅσος κἀν τῇ ἁφῇ. εἰ γάρ τις τὸ λευκὸν θείη ἐπὶ τοῦ ὄμματος ἔσχατον ἢ τὸ ψοφοῦν ἐπ’ αὐτὴν τὴν ἀκοήν, οὐκ αἰσθήσεται. λείπεται οὖν ἐντὸς εἶναι τὸ αἰσθητήριον, ᾧ ἄν προσθησόμενα οὐκ αἰσθήσεται, ταῦτα δέ, γλῶσσα καὶ σάρξ, εἶναι δι’ ὧν, ὥσπερ ὁ ἀὴρ καὶ τὸ ὕδωρ πρὸς τὴν ὄψιν καὶ τὴν ἀκοὴν καὶ τὴν ὄσφρησιν. ἀλλ’ οὗτοι μὲν οἱ λόγοι ἰδιαζόντως ἑκατέρῳ τῶν προβλημάτων ἐπήχθησαν· οἱ δὲ κοινοὶ καὶ διάλληλον δεῖξιν ἔχοντες καὶ παρὰ μέρος τὰ ζητούμενα ὡς ὁμολογούμενα προσλαμβάνοντες,1 ἔτι δὲ ὡς τοῖς πρώτοις ἐπιχειροῦντες ἀμφότερα οὗτοι. εἰ τῆς μιᾶς αἰσθήσεως ἓν καὶ τὸ αἰσθητήριον, ἓν δὲ ἁφῆς αἰσθητήριον (ἓν γὰρ ἡ σάρξ), μία ἄρα καὶ ἡ ἁπτικὴ αἴσθησις. τούτου δὲ ἔνστασις πρῶτον μὲν ὅτι οὐ καλῶς λαμβάνει. ὃ γὰρ ἀποδειχθῆναι ἔδει προσείληπται ὡς ὁμολογούμενον. ἀδήλου γάρ, εἰ ἡ σὰρξ αἰσθητήριον, αὐτόθεν ἠξίωται. εἶτα πῶς ἕν; εἰ μὲν τῇ συνεχείᾳ, οὐδὲν κωλύει πολλὰ εἶναι· τῇ δυνάμει καὶ διάφορα αἰσθητήρια παρ’ ἑαυτῇ κατέχειν τῶν διαφόρων αἰσθήσεων· εἰ δὲ καὶ τῇ δυνάμει, τίς ἡ ἀνάγκη; ἡ γὰρ αὐτὴ σὰρξ καὶ λευκὴ καὶ μαλακή, καὶ θερμὴ καὶ ὑγρά· καὶ οὐ δήπου ταῦτα πάντα ἕν. εἰ δὲ μὴ δῆλα μηδὲ τόπῳ χωρίζεται, οὐδὲν πρᾶγμα. ὡς γὰρ ἂν εἰ κύκλῳ ἡμῖν περιεπεφύκει ὁ ἀήρ, ἑνὶ ἂν ἐδοκοῦμεν αἰσθάνεσθαι ὀσμῆς καὶ ψόφου καὶ χρώματος, καὶ μίαν τινὰ αἴσθησιν εἶναι ὄψιν τε καὶ ἀκοὴν καὶ ὄσφρησιν, νυνὶ δὲ τῷ κεχωρισμένον εἶναι, δι’ οὗ αἱ κινήσεις γίνονται, ἡ τῶν αἰσθητηρίων ἑτερότης γινώσκεται, οὕτω καὶ ἐπὶ σαρκὸς ἔχει καὶ τῆς ἁπτικῆς αἰσθήσεως. τῷ γὰρ κύκλῳ εἶναι καὶ συμφυὲς τὸ τῶν διαφόρων ἁφῶν αἰσθητήριον ἡ σὰρξ τὸ πλείους εἶναι τὰς ἁπτικὰς αἰσθήσεις ἄδηλον τίθεται.2 ὃ δὲ αἴτιον τοῦ δι’ ὧν μὲν αἱ ἄλλαι χωριστὰ εἶναι, προσπεφυκὸς δὲ δι’ οὗ ἡ ἁφή· ἐπεὶ γὰρ ἀδύνατον ἐξ ἑνὸς τῶν ἁπλῶν ἀέρος ἢ ὕδατος ἢ πυρὸς συστῆναι τὸ ἔμψυχον σῶμα (δεῖ γὰρ στερεὸν εἶναι τὸ διατρῖψον ἐν γῇ), λείπεται ἐκ γῆς καὶ τῶν τοιούτων εἶναι μικτόν, οἷον βούλεται εἶναι ἡ σὰρξ ἢ τὸ ἀνάλογον, ἐφ’ οἷς μὴ ἔχει σάρκα τῶν ζώων. συντέθειται μὲν οὖν ἐκ πάντων, εἰδοπεποίηται δὲ κατὰ τὴν τοῦ ἑνὸς ἐπικράτειαν· στερεὸν γὰρ καὶ ἀντιτυπές, ὅτι μᾶλλον γήινον. ὥστ’ ἀνάγκη τὸ σῶμα μεταξὺ εἶναι τοῦ ἁπτικοῦ προσπεφυκός, δι’ οὗ πλείους οὖσαι αἱ τῆς ἁφῆς αἰσθήσεις γενήσονται. ὅτι δὲ οὐδὲ ταῦτα κινεῖν ἀδύνατον, δηλώσει τὰ παρὰ πόδας.

这样,出于这些理由,肉也不会是触觉的最初感觉器官,而是感觉借以发生的媒介。因为外来的东西在附着生长时所做的事,自身的且合生的东西更会去做。因为没有任何东西阻止感觉器官处于内部——无论这是心脏还是别的什么——而肉则是环绕在周围且与之合生的中介物。因为如果在那个例子中,延展在肉周围的薄膜立即提供了接触[的感知],那么若假设中介物是同类的,感知穿透得又该快多少呢?此外,说一切相触之物都是通过某种中介而触碰,这也不完全真实;因为这个论点将走向无限后退。因为如果空气和水是可触知之物(至少我们感知它们为热和冷),那么当我们触碰它们时,中间是否有某种东西?如果没有,我们立即得到了我们所寻求的;但如果有,我们关于那中介也会说同样的话,关于其后的以及更之后的亦是如此;而在我们无限遍历这一论证并停下来之前,没有任何东西能触碰任何东西。而且,若以为当我们出汗或用水洗涤时,用浮在手表面的水分——以如此微不足道且柔软之物——就能推动具有重量与坚硬的如此庞大体量的石头,这也是令人惊异的。除此之外,当感觉对象紧贴着放置在严格意义的感觉器官表面时,器官保持无感觉,尽管中间封存着与触觉中一样多的空气。因为如果有人把白色的东西放在眼睛的最外表,或者把发声之物放在听觉器官本身上,他将感知不到。因此,剩下的结论是:一旦有物贴放其上便无法感知的真正感觉器官处于内部,而这些东西,即舌和肉,则是感觉借以发生的媒介,正如空气和水对于视觉、听觉和嗅觉一样。然而,这些论证是分别针对这两个难题提出的;而那些共有的、具有互证性质的、交替把所寻求之物当作公认前提来采纳的、并且进一步把两者都作为首要出发点来论辩的论证,则是如下这些。如果对于一种感觉只有一个感觉器官,而触觉的感觉器官是一个(因为肉是一个),那么触觉也是单一的。对此的反驳首先在于它假定得不妥当;因为本应被证明的事情,却作为公认的前提被附带采纳了。因为在肉是否为感觉器官尚不明确时,这已被直接当作前提要求承认了。其次,它在何种意义上是一?如果是由于连续性而为一,没有任何东西阻止它在潜能上是多的,并在自身之中保有针对不同感觉的不同感觉器官;但如果它在潜能上也是一,又有何必然性呢?因为同一块肉既白且软,又热且湿;而这些决不可能全都是同一个东西。即使它们不显明且不在空间上分隔,也无伤大雅。因为正如假使空气环绕我们生长,我们似乎会用一个器官感知气味、声音和颜色,而视觉、听觉和嗅觉似乎是某种单一的感觉,然而现在由于运动借以发生的中介是分离的,感觉器官的相异性得以被认识,在肉和触觉上也是如此。因为由于各种不同触觉的感觉器官是环绕且合生的,肉使触觉有多重这一事实变得不显明。至于为何其他感觉借以发生的中介是分离的,而触觉借以发生的中介是附着合生的,其原因在于:既然有灵魂的身体不可能由单一的简单元素构成,无论是空气、水还是火(因为在地上生活的物体必须是坚固的),剩下的就是由土及此类元素混合而成,正如肉所要求的那样,或者在那些没有肉的动物中相应的部分那样。因此,它由所有元素合成,但根据某一元素的优势而获得形式;因为它是坚固且抗拒的,因为它更多地带有土性。所以,身体作为触觉能力的附着合生之中介是必然的,触觉的各种感知虽为多数,却将通过它而产生。然而,即使是这些论点也并非不可能动摇,接下来的论述将表明这一点。

语法注2 条
  1. 3.2.11διάλληλον δεῖξιν ἔχοντες καὶ παρὰ μέρος τὰ ζητούμενα ὡς ὁμολογούμενα προσλαμβάνοντες

    该句说明了相互论证(循环论证,διάλληλος δεῖξις)的结构。παρὰ μέρος 作副词用,意为“交替地”“轮流地”,指代在辩证过程中把两个尚未证明的探究对象(肉是器官还是媒介,触觉是单一还是多重)轮流作为已公认的前提,从而互为推导的论证手段。

  2. 3.2.11τῷ γὰρ κύκλῳ εἶναι καὶ συμφυὲς τὸ τῶν διαφόρων ἁφῶν αἰσθητήριον ἡ σὰρξ τὸ πλείους εἶναι τὰς ἁπτικὰς αἰσθήσεις ἄδηλον τίθεται

    主句的主语是靠近末尾的 ἡ σάρξ,主要谓词是 ἄδηλον τίθεται(被置于不显明状态/使…不显明)。与格的冠词不定词短语 τῷ ... εἶναι 表示原因或手段,带有副词性的 κύκλῳ(环绕)和补足语 συμφυές。整句的骨架在于:肉作为环绕并合生的存在,使得触觉是多重的这一事实(τὸ πλείους εἶναι τὰς ἁπτικὰς αἰσθήσεις,作宾语名词从句)变得不显明。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:98.26-99.36