← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§97.18-98.26

触觉中作为中介的肉与知觉的产生机制

探讨肉本身是感觉器官还是中介媒介这第二个问题,分析了物体间直接接触的不可能性、盾牌的比喻以及感知活动的无时间性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2.11#2

καὶ τὸ μὲν πρῶτον τῶν ἠπορημένων οὕτως εὐθύνθη τοῖς λόγοις. πότερον δὲ ἡ σὰρξ αἰσθητήριον ἢ δι’ οὗ; τοῦτο γὰρ ζητηθῆναι προβέβληται δεύτερον. πῶς μὲν οὖν θεωροῦσι τοῦτο ἐσεῖται πρῶτον, πῶς δ’ οὔ. εἰ μὴ γὰρ ἡ σὰρξ πρῶτον αἰσθητήριον, † ἥττονος ἔδει ἢ ἀχρόνως τὴν ἅψιν γίνεσθαι. οὐ γὰρ ἐπ’ ἀκοῆς οὕτως· οὐ γὰρ ἅμα τῷ πληγῆναι τὰ νέφη τὸν ψόφον ἠκούσαμεν, ἀλλ’ ἦν τις μεταξὺ καὶ χρόνος καὶ κίνησις, ὅσον ἡ βροντὴ τῆς ἀστραπῆς καθυστέρησεν· ἅμα γὰρ τὸ πλῆξαν πνεῦμα τῇ τε ῥήξει τὸν ἦχον καὶ τῇ πυρώσει τὴν λάμψιν ἐποίησεν, ὅρασις δὲ ἀκοῆς καὶ ψόφου φῶς ταχινώτερα. τί δ’ ἄν τις καὶ ἄλλο εἴποι ταύτην παρείς; οὐ γὰρ ἕτερον ὁρῶμεν ἔξω σαρκός. ἔτι δ’ ἄν τις καὶ ἐπ’ ἄλλων ἴδοι παρατηρήσας καὶ κοινὸν ταῖς αἰσθήσεσι, τὸ μὴ ποιεῖσθαι ἄμεσον τὴν ἐνέργειαν, τοῦτο καὶ ἐπὶ τῆς σαρκὸς ὄψεται· οὐ γὰρ ἄμεσος ταύτῃ τῶν ἁπτῶν ἡ θίξις, ἀλλ’ ἔστι τὸ μεταξὺ ἢ ὕδωρ ἢ ἀήρ. ὡς γάρ, εἰ βάψαις ἐν ὕδατι ἢ ἐν ἐλαίῳ τὸν δάκτυλον, εἶτα τοῦ λίθου ἅπτῃ, ἐστί τι μεταξὺ αὐτὸ δὴ τὸ ὑγρόν, οὕτω τοι καὶ ἐπὶ τῶν ἐν ἀέρι ἁπτομένων πάντων ἀὴρ ἐν μέσῳ δι’ ὅλου συνείληπται, καὶ ὕδωρ τοῖς ἁπτομένοις ἐν ὕδατι, εἰ καὶ λανθάνει τὴν αἴσθησιν τῇ βραχύτητι. τοῦτο δὲ καὶ τοῖς πάλαι ἠπόρηται, ὅπως ἅψις γίνεται, καὶ εἰ διεροῦ διερόν ἐστι κυρίως ἁπτόμενον· εἰ γὰρ ἅπαν σῶμα βάθος ἔχει, τοῦτο δ’ ἐστὶ τὸ τρίτον μέγεθος, ὧν δ’ ἐστὶ δύο σωμάτων μεταξὺ σῶμα, ταῦτ’ ἀδύνατον ἀλλήλων ἅπτεσθαι,1 τὸ δὲ ὑγρὸν ἄνευ σώματος οὐκ ἔστιν οὐδὲ τὸ διερόν, ἀλλ’ ἀναγκαῖον ἢ ὕδωρ εἶναι ἢ ὕδωρ ἔχειν, οὐκ ἂν εἴη διεροῦ διερὸν κυρίως ἁπτόμενον. ὡς δὲ καὶ τὰ ἁπτόμενα ἀλλήλων ἐν τῷ ὕδατι μὴ ξηρῶν τῶν ἄκρων ὄντων ἀναγκαῖον ὕδωρ ἔχειν μεταξύ, οὗ ἀνάπλεα τὰ ἔσχατα, εἰ δὲ τοῦτο, ἀδύνατον ἄλλο ἄλλου ἐν ὕδατι ἅψασθαι, τὸν αὐτὸν τρόπον καὶ ἐν ἀέρι. ὁμοίως γὰρ ἔχει ὁ ἀὴρ πρὸς τὰ ἐν αὐτῷ ὥσπερ τὸ ὕδωρ πρὸς τὰ ἐν αὐτῷ τῷ ὕδατι. λανθάνει δὲ ἡμᾶς ἥ τε ἅψις τῶν ἐν τῷ ὕδατι ζῴων καὶ δοκεῖ ἄμεσος καὶ μᾶλλον ἡ τῶν ἐν ἀέρι διὰ τὴν τοῦ μέσου βραχύτητα καὶ λεπτότητα. καὶ τοῦ σκληροῦ οὖν καὶ τοῦ μαλακοῦ δι’ ἑτέρου ἂν αἰσθανοίμεθα, ὥσπερ δήπου καὶ τοῦ ὁρατοῦ καὶ τοῦ ψόφον ἔχοντος· ἀλλ’ ὅτι τὰ μὲν πόρρωθεν ἐναργές, τὰ δὲ διὰ τὸ λίαν ἐγγὺς λανθάνει. καὶ ὥσπερ καὶ δι’ ὑμένος περιπεφυκότος τῇ σαρκὶ ἁπάντων ἂν αἰσθανοίμεθα τῶν ἁπτῶν, καὶ εἰ τὸ διεῖργον ἐλάνθανεν, οὕτως ἔχει ἐπὶ τῆς γεύσεως καὶ ἁφῆς ἐν ἀέρι καὶ ὕδατι· δοκοῦμεν γὰρ αὐτῶν θιγγάνειν καὶ μηδὲν εἶναι μέσον διὰ τὸ πολὺ τῆς ἐγγύτητος. πλὴν διαφέρει τοῖς μέσοις τὰ ἁπτὰ τῶν ὁρατῶν καὶ ψοφητικῶν, ὅτιπερ ἐκείνων ᾐσθανόμεθα τῷ τὸ μεταξὺ πάσχειν τι, εἶτα ποιεῖν εἰς ἡμᾶς, τῶν μέντοι ἁπτῶν καὶ γευστῶν οὐχ ὑπὸ τοῦ μεταξὺ πάσχοντος ἢ ποιοῦντος ἀντιλαμβάνομεν, ἀλλ’ ἅμα σὺν τῷ μεταξύ, ὥσπερ οἱ διὰ τῆς ἀσπίδος πληγέντες· οὐ γὰρ ἡ ἀσπὶς πληγεῖσα ἐπάταξεν, ἀλλ’ ἅμα ἀμφοῖν συνέβη παθεῖν. ἧττον δὲ καὶ οὗτοι τῶν λόγων ἀκίνητοι· εἰ γὰρ διὰ τοῦτο ἡ σὰρξ αἰσθητήριον, διὰ τὴν ἄχρονον αἴσθησιν, τί μᾶλλον ἐπὶ ἁφῆς τοῦτο δεῖ λέγειν ἢ ἐπὶ ὄψεως; ἀμφοῖν γὰρ ἡ αἴσθησις ἄχρονος, ὥσπερ δήπου καὶ ἐπὶ πάσης ἡ γένεσις. οὐ γὰρ ἔστιν αἰσθήσεως γένεσις· οὐ γὰρ κατὰ μικρὸν καὶ ἐν παρατάσει τὸ τέλειον, ἀλλ’ ἅμα τε ᾔσθετο καὶ αἰσθάνεται καὶ ὁρᾷ καὶ ἑώρακε,2 καὶ ὁ μὲν χρόνος παρατείνας ἠλλοίωται, αἴσθησις δὲ ἡ αὐτὴ τῇ φύσει τῇ προτέρᾳ ἡ δευτέρα· ἐν μέντοι τῇ γενέσει οὐ ταὐτὸν οὐσίᾳ τοῖς ὑστέροις τὰ ἐν ἀρχῇ. καὶ πρὸς τούτοις εἴ τις ὑμένα προσφύσει περὶ τὸν δάκτυλον, οὐδὲν ἧττον ἅμα τῇ θίξει τῶν ὑποκειμένων αἰσθήσεται, καὶ οὐ δήπου κἀν τῷ ὑμένι τὸ αἰσθητήριον.

诸难点中的第一个便通过这些论证得到了判明。然而,肉是感觉器官,还是感觉借以发生的媒介?因为这被提出来作为第二个需要探究的问题。那么,对于怎样看待的人而言这会是首要的,对于怎样的又不是呢?因为如果肉不是最初的感觉器官,接触就应当在更少的时间内或无时间地发生。实际上在听觉中并非如此;因为我们并不是在云层被击打的同时就听到了声音,而是在中间有某种时间和运动,其长短恰如雷鸣滞后于闪电;因为击打的精气同时通过破裂产生了声音,并通过点燃产生了闪光,但视觉快于听觉,光快于声音。而如果弃肉于不顾,人们还能说出别的什么器官呢?因为我们在肉之外并没有看到别的东西。此外,如果有人观察其他感觉而看到各感觉共有之物,即不发生直接无媒介的活动,他也会在肉上看到这一点;因为对肉而言触觉对象的接触并非无媒介的,而是在中间有水或空气。因为正如如果你把手指浸入水中或油中,然后触碰石头,那液体本身就作为某种东西处于中间,所以在空气中触碰的一切物体之间,中间也通体夹杂着空气;对于在水中触碰的物体而言中间也夹杂着水,即使由于极其微小而避过了感觉。这也是古人曾探讨过的难题:接触如何发生,以及潮湿之物是否真正严格地触碰潮湿之物;因为如果一切物体都有深度,而这是第三个量度,且中间有物体的两个物体不可能彼此触碰,而湿气不能脱离物体存在,潮湿之物亦不能,反而必然是水或含有水,那么潮湿之物就不可能真正触碰潮湿之物。正如在水中相互触碰的物体,由于其边缘不是干燥的,必然有水处于中间,其最末端亦充斥着水——如果这是事实,那么在水中一物触碰另一物就是不可能的——在空气中也完全是同一方式。因为空气对于处于其中的物体,正如同水对于处于水本身的物体一样。但水中的动物之间的接触避过了我们的感知,显得是直接无媒介的,空气中的动物之间的接触由于媒介的微小和纤薄更显得是直接的。因此,我们对于硬和软也是通过另一种媒介来感知的,正如对于可见之物和具有声音之物一样;只不过后者从远处看是显明的,而前者由于极其接近而避过了感知。而且正如即使透过一层环绕肉体生长的薄膜,我们也会感知到所有的触觉对象,即使隔开的东西避过了感知也是如此;在空气和水中的味觉与触觉亦是如此;因为由于极度的接近,我们似乎直接触碰它们,并以为中间没有任何东西。只是触觉对象在媒介方面不同于可见对象和发声对象,因为我们感知那些对象是因为中介媒介受到了某种作用,继而作用于我们;然而对于触觉对象和味觉对象,我们并不是由于中介媒介受到作用或施加作用而领会的,而是与中介媒介一同同时领会的,正如同隔着盾牌被击中的人一样;因为并不是盾牌被击中后再击打[人],而是两者同时承受了打击。然而这些论证同样不是不可动摇的;因为如果肉是感觉器官是因为这个缘故,即因为无时间的感知,那为什么关于触觉比关于视觉更应当这样说呢?因为两者的感知都是无时间的,正如在每种感觉中其发生也都是如此。因为并不存在感知的生成;因为完满的状态不是逐渐产生或在时间的延展中的,而是在同一瞬间已经感知且正在感知,已经看见且正在看见;延展的时间虽然变化了,但后继的感知在本性上与先前的感知是同一的;然而在生成中,开端之物与后继之物在实体上并非同一。此外,如果有人使一层薄膜附着生长在手指上,他在触碰基底对象的同时感知得毫无减弱,但显然感觉器官绝不在薄膜之中。

语法注2 条
  1. 3.2.11ὧν δ’ ἐστὶ δύο σωμάτων μεταξὺ σῶμα, ταῦτ’ ἀδύνατον ἀλλήλων ἅπτεσθαι

    关系从句 ὧν δ’ ἐστὶ δύο σωμάτων μεταξὺ σῶμα 置于主句的指示代词 ταῦτα(主语)之前。关系代词 ὧν 受支配属格的前置词 μεταξὺ 所支配,结构为:“在两者之间存在第三个物体的两个物体,这些物体不可能相互接触”。

  2. 3.2.11ἅμα τε ᾔσθετο καὶ αἰσθάνεται καὶ ὁρᾷ καὶ ἑώρακε

    通过不定过去时/完成时(ᾔσθετο, ἑώρακε)与现在时(αἰσθάνεται, ὁρᾷ)的并置,在句法上表达了感知作为一种现实活动(energeia)而非历时性的运动或生成所具有的无时间性:在同一瞬间既已达到完满,又正处于现实活动之中。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:97.18-98.26