← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§96.10-97.18

触觉的单一性与肉是器官还是媒介物的问题

索福尼亚斯提出了关于触觉的两个主要问题:触觉是单一感觉还是多种感觉,以及肉是感觉器官还是媒介物,并考察了触觉包含多重对立且缺乏单一属的论点,以及针对这些论点的反驳与解答。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2.11#1

Οὕτω διῃτημένων καὶ τῶν περὶ τῆς γεύσεως λέγειν περὶ ἁπτοῦ καὶ ἁφῆς ὑπολείπεται. δυσὶ δὲ προβλήμασι τὸν περὶ αὐτῆς πλεῖστον λόγον διεξοδεύσομεν,1 εἰ πολλαὶ καὶ μὴ μία, καὶ εἰ ἡ σὰρξ αἰσθητήριον. ἐπ’ ἄμφω δὲ τοὺς λόγους γυμνάσαντες, ἡμεῖς γοῦν τοῖς πιθανωτέροις ἑψόμεθα, καὶ τὰ πολλὰ τῷ δευτέρῳ πρὸς ἀπόδειξιν τοῦ προτέρου προσχρησόμεθα.2 οὕτω δὲ προάγομεν· πότερον μία αἴσθησις ἡ ἁφὴ ἢ πλείους; εἰ μὲν μὴ μία ἀλλὰ πλείους, ἀνάγκη καὶ τὰ ἁπτὰ πλείω αἰσθητὰ εἶναι. τί δὲ καὶ τὸ τοῦ ἁπτικοῦ αἰσθητήριον; πότερον ἡ σὰρξ καὶ ἐν τοῖς ἄλλοις τὸ ἀνάλογον, ἢ οὐ, ἀλλὰ τοῦτο μέν ἐστι τὸ μεταξύ, ὥσπερ ἐν ταῖς ἄλλαις τὸ διαφανὲς ἢ διηχὲς ἢ δίοσμον, τὸ δὲ πρῶτον αἰσθητήριον ἄλλο τί ἐστιν ἐντός, καὶ τοῦτο ἢ τὸ πνεῦμα, ὃ πασῶν κοινόν, ἢ τὸ τῆς ζωτικῆς ἀρχῆς μόριον. καὶ δὴ μίαν μὲν αἴσθησιν τὴν ἁφὴν λέγειν οὐκ ἀνάγκη, ὅτι περ μιᾶς ἐναντιώσεως μία δήπου καὶ αἴσθησις καὶ τὸ ἔμπαλιν· ὄψις γὰρ λευκοῦ καὶ μέλανος μόνη μόνης, καὶ ἀκοὴ βαρέος καὶ ὀξέος, καὶ τὸ μὲν πικρὸν τὸ δὲ γλυκὺ τὸ τῆς γεύσεως· πλείους δὲ τῆς ἁφῆς αἱ ἀντιθέσεις. ὀκτὼ γὰρ αἱ πᾶσαι καὶ οὐχ ὑπάλληλοι οὐδ’ ὑπὸ μίαν συνάγονται, θερμότης ψύξις, ξηρότης ὑγρότης, σκληρότης μαλακότης, κουφότης βαρύτης, καὶ αἱ λοιπαί. οὐκ ἄρα μία ἡ τῶν ἁπτῶν αἴσθησις. ἔτι τῇ μιᾷ αἰσθήσει ἓν καὶ τὸ ὑποκείμενον, ὄψει μὲν χρῶμα, ἀκοῇ δὲ ψόφος· περὶ ἓν γάρ τι γένος ἑκάτερον ἰδίως συμφέρεται· ἁφῇ δὲ οὔτι που τὸ γένος ὡρισμένον, εἰς ὃ καταγίνεται· οὐ γὰρ ἕν. οὐ μία δήπου οὐδὲ κατὰ τοῦτο ἡ ἁπτικὴ αἴσθησις. ἔτι δηλοῖ τὸ πλείους ἁφὰς εἶναι καὶ ἡ ἐπὶ τῆς γλώσσης ἁφή· ἁπάντων γὰρ τῶν ἁπτῶν, θερμοῦ ψυχροῦ καὶ τῶν ἄλλων αἰσθάνεται, ἔτι δὲ καὶ χυμοῦ κατὰ τὸ αὐτὸ μόριον· ὥστε καθάπερ ὧδε, εἰ μὲν καὶ ἡ ἄλλη σὰρξ χυμοῦ ᾐσθάνετο, μία ἂν ἐδόκει ἡ ἁφὴ καὶ ἡ γεῦσις (τίνι γὰρ διακρίνοιτο;) νυνὶ δὲ τῷ μὴ ἀντιστρέφειν κεχώρισται, οὕτω καὶ ἁφῆς διαφόρους εἶναι τὰς αἰσθήσεις οὐδὲν κωλύει, τῷ δὲ δι’ ἀλλήλων ἥκειν καὶ πάσας πάντων καὶ τῶν πασῶν ἑκάστην ἀντιλαμβάνεσθαι συγκεχύσθαι καὶ εἰς ἓν φύρεσθαι.3 οὕτω δὲ πρὸς ταῦτα ἀνθυποφέρεται· εἰσὶ γὰρ οἳ λέγουσιν ὡς εἰσί πως πλείους αἱ ἀντιθέσεις κἀν ταῖς ἄλλαις αἰσθήσεσιν. οὐ γὰρ μόνον ὀξύτης καὶ βαρύτης ἐν ἀκοῇ, ὥσπερ ἐλέγετο, ἀλλὰ καὶ μικρότης καὶ μέγεθος, καὶ φωνὴν λείαν καὶ τραχεῖαν ἠκούσαμεν, καὶ τοιαῦται διαφοραὶ ἕτεραι· καὶ περὶ ὄψιν δὲ οὐ μόνον χρῶμα λευκὸν καὶ μέλαν, ἀλλὰ καὶ σφοδρὸν καὶ ἀμυδρόν. εἰ δὲ ταῦτα, τί κωλύει, ὥσπερ ἐπ’ ἐκείνων μίαν συνεωρῶμεν ἐν πλείσταις ἐναντιώσεσιν αἴσθησιν, οὕτω τοι καὶ περὶ ἁφῆς τίθεσθαι; ἢ τοῦτο μὲν καὶ παραλογισμός ἐστιν· οὐ γὰρ κυρίως ἐπὶ φωνῆς τὸ λευκὸν ἢ τὸ μέλαν οὐδὲ τὸ μέγα καὶ μικρὸν λέγεται ἢ τραχὺ καὶ λεῖον, οὔτ’ ἐπὶ χρώματος τὸ σφοδρὸν καὶ ἀμυδρόν. μόνῃ γὰρ ἀκοῇ συγγενὴς ἡ τοῦ ὀξέος καὶ βαρέος ἀντίθεσις, ὄψει δὲ ἡ τοῦ λευκοῦ καὶ μέλανος. ἐκεῖνο δὲ δεῖ λέγειν, ὃ πρὸς τὸ δεύτερον ἀντιτίθεται, ὡς ἕν τι καὶ τὸ τῆς ἁφῆς ὑποκείμενον. εἰ δ’ ὅτι μὴ δῆλον, εἰ ἕν, μηδ’ ὠνόμασται, τί δεῖ μᾶλλον περὶ ἁφῆς ταῦτα ζητεῖν ἢ περὶ ὀσφρήσεως; προσβιάσαιτο δ’ ἄν τις κἀνταῦθα κοινόν πως τὸ ἀντιτυπὲς ὑποθέσθαι,4 μὴ τὸ ἀντιδιεσταλμένον τῷ μαλακῷ, ἀλλ’ ἁπλῶς τὸ τῷ μαθηματικῷ ὡς φυσικόν, ὥσπερ ἐκεῖ τὸ δίοσμον. ἔτι εἰ, διότι τὸ γευστικὸν καὶ ἅπτεται, ἔστιν ἐγχωροῦν καὶ ἁφὰς εἶναι πλείονας, οὐκ ἐπὶ γλώσσης μόνον τοῦτο προσίσταται, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων. ὡς γὰρ αὕτη μετὰ τοῦ ἰδίου καὶ τῶν τῆς ἁφῆς συναισθάνεται, καὶ ὀφθαλμὸς ὁρᾷ καὶ θερμαίνεται ἢ ψύχεται, καὶ ἀκοὴ δὲ ὁμοίως καὶ ὄσφρησις· κοινὸν γάρ τι τοῖς αἰσθητηρίοις τὸ ἁπτικόν, ὡς τούτῳ τὸ αἰσθητικὸν ἅπαν σῶμα συνέστηκε.

关于味觉的讨论也既已如此判定,余下的便是探讨触觉对象与触觉。我们将通过两个问题来展开关于它的大部分论述:触觉是否是多种而非一种,以及肉是否是感觉器官。在对两方面都进行了论证探讨之后,我们至少将遵循更为可信的观点,并在很多方面借用第二个问题来证明前一个问题。我们这样推进论证:触觉是一种感觉还是多种感觉?如果不是一种而是多种,那么触觉对象也必然是多种感觉对象。而触觉的感觉器官又是什么呢?是肉以及在其他动物中与之相应的部分,抑或不是,而是肉作为中介媒介,正如在其他感觉中透明物、传声物或传嗅物那样,而最初的感觉器官则是内部的另一种东西——这或者是所有感觉共有的精气,或者是生命原则所在的部分?事实上,并没有必然性说触觉是一种感觉,因为单对对立显然对应单一的感觉,反之亦然;因为唯独视觉对应黑白这唯一一对对立,听觉对应低音与高音,味觉的对象则是一方为苦、另一方为甜;但触觉的对立却是多种的。因为它们总共有八种,既不相互从属,也不能归结于单一对立之下:热与冷、干与湿、硬与软、轻与重以及其余诸种。因此,触觉对象的这一感觉并不是单一的。此外,对于单一感觉而言,基底也是单一的,对于视觉而言是颜色,对于听觉而言是声音;因为每种感觉都特异地关涉某一个属;但对于触觉而言,它所处理的属却绝非确定;因为它并不是一个。因此,显然即使在这方面触觉也不是单一的。此外,舌头上的触觉也表明触觉是多种的;因为它感知所有触觉对象——热、冷以及其他对象,而且在同一部位还感知滋味;因此,正如在此处,如果其他肉体也能感知滋味,触觉与味觉就会显得是单一的(因为用什么来区分它们呢?),但现在它们因不相逆转而相分离;同样,没有任何东西阻止触觉的诸感觉是彼此各异的,只是由于它们相互贯通,所有感觉都感知所有对象,并且所有感觉中的每一个都感知〔所有对象〕,因而被混同并融合成了一个。然而,针对这些论点有人提出了反驳:因为有些人说,在其他感觉中对立在某种程度上也是多种的。因为正如曾说过的,听觉中不仅有高音和低音,还有微弱与巨大,我们也能听到平滑和粗糙的声音,以及诸如此类的其他差异;在视觉方面不仅有白和黑的颜色,还有强烈与暗淡。如果这些是事实,那么正如在那些感觉中我们在极多对立中看到单一感觉一样,阻止我们对触觉也作同样设定的又是什么呢?或者说,这其实是一个谬误推理;因为无论白或黑、大或小、粗糙或平滑都不是在严格本义上用于声音的,强烈或暗淡也不是在严格本义上用于颜色的。因为高音与低音的对立唯独本然契合于听觉,而白与黑的对立则本然契合于视觉。然而必须指出针对第二个论点所提出的那一反驳,即触觉的基底也是某种单一的东西。如果仅仅因为不清楚它是否是单一的,甚至尚未命名,那为什么关于触觉比关于嗅觉更需要探讨这些问题呢?人们在此也可以强行假设某种共同的东西即抗阻性,不是指与软相对立的抗阻性,而是指作为自然物而与数学实体相对立的单纯抗阻性,正如那里的传嗅物一样。此外,如果因为味觉器官也能接触,触觉就有可能是多种的,那么这种困难不仅出现在舌头上,也出现在其他器官上。因为正如舌头除了自身特有的对象之外还共同感知触觉对象,眼睛既看见也被加热或冷却,听觉和嗅觉亦同样如此;因为触觉性质对于各感觉器官是某种共同的东西,因为整个感觉身体都是由它构成的。

语法注4 条
  1. 3.2.11δυσὶ δὲ προβλήμασι τὸν περὶ αὐτῆς πλεῖστον λόγον διεξοδεύσομεν

    δυσὶ προβλήμασι 是表方式或工具的与格,修饰动词 διεξοδεύσομεν(“我们将进行/详述”)。τὸν περὶ αὐτῆς πλεῖστον λόγον(“关于它的大部分论述”)为其直接宾语。

  2. 3.2.11τὰ πολλὰ τῷ δευτέρῳ πρὸς ἀπόδειξιν τοῦ προτέρου προσχρησόμεθα

    τὰ πολλὰ 为副词性宾格(“在很大程度上/在多数方面”)。τῷ δευτέρῳ 是动词 προσχρησόμεθα 所要求的与格补足语(“我们将额外借用第二个[问题]”)。

  3. 3.2.11τῷ δὲ δι’ ἀλλήλων ἥκειν καὶ πάσας πάντων καὶ τῶν πασῶν ἑκάστην ἀντιλαμβάνεσθαι συγκεχύσθαι καὶ εἰς ἓν φύρεσθαι

    该句句法骨架为 οὐδὲν κωλύει ... συγκεχύσθαι(“没有任何东西阻止……被混淆”)。带冠词的不定词与格短语 τῷ ... ἥκειν καὶ ... ἀντιλαμβάνεσθαι 表原因(“因相互贯通且……感知……”)。

  4. 3.2.11προσβιάσαιτο δ’ ἄν τις κἀνταῦθα κοινόν πως τὸ ἀντιτυπὲς ὑποθέσθαι

    由 ἄν 与希求语气 προσβιάσαιτο 构成的潜势句式(“人们或许也可以强行……”)。不定式 ὑποθέσθαι 为其宾语,τὸ ἀντιτυπές 则作为 ὑποθέσθαι 的宾语(“把抗阻性设定为某种共同的东西”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:96.10-97.18