← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§95.1-96.9

七种滋味的分类、味觉器官及其生成机制

作者将味觉对象划分为可饮用与不可饮用,以及七种基本滋味(与颜色相对应),论证了味觉器官本身不能是湿润的但必须能够接受湿润。随后探讨了滋味由水、土与热相互作用而生成的机制,并说明了甜味及其他滋味在营养中的作用。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2.10#2

ἔτι ἄνωθεν διαιρουμένοις1 ἔσται τῶν γευστῶν τὸ μὲν ποτὸν τὸ δὲ ἄποτον· δοκεῖ γὰρ ἀρχὴ ταῦτα εἶναι καὶ πρώτη διαίρεσις. γεῦσις γάρ τις ἀμφότερα, ἀλλὰ τὸ μὲν φαύλη καὶ φθαρτική, τὸ δὲ τελειωτικὸν καὶ κατὰ φύσιν, τὸ ποτόν. τούτου δὲ τὸ μὲν γλυκύ, τὸ δὲ πικρόν, τὸ δὲ ἁλμυρόν, τὸ δὲ δριμύ, τὸ δὲ αὐστηρόν, τὸ δὲ στρυφνόν, τὸ δὲ ὀξύ· τὸ δὲ λιπαρὸν γλυκύ τι. ἑπτὰ δὲ οἱ χυμοί, ὅσα καὶ τὰ χρώματα, λευκόν, μέλαν, φαιόν, φοινικοῦν, ἁλουργόν, πράσινον, κυανοῦν· τὸ δὲ ξανθὸν τῷ λευκῷ συντέτακται. ἁπλᾶ μὲν οὖν πως καὶ ὡρισμένα χυμοὶ καὶ χρώματα ταῦτα· ἡ δὲ τούτων πρὸς ἄλληλα μῖξις καὶ τὸ μᾶλλον καὶ ἧττον τήν τε τῶν χυμῶν ἀπειρίαν καὶ τὰ τῶν χρωμάτων ἐγέννησαν. ἐπεὶ δὲ κοινὸν ἁφῆς καὶ γεύσεως τὸ ποτόν (ὑγρὸν γάρ ἐστιν ἔγχυμον, οὗ τὸ μὲν ἁπτὸν τὸ δὲ γευστόν), ἀνάγκη τὸ αἰσθητήριον αὐτοῦ μήτε ὑγρὸν εἶναι ἐντελεχείᾳ μήτε ἀδύνατον ὑγραίνεσθαι, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων. ἔτι πάσχει ἡ γεῦσις ὑπὸ τοῦ γευστοῦ, ᾗ γευστόν, καὶ διὰ τοῦτο ἀνάγκη τὸ γευστικὸν αἰσθητήριον ὑγραίνεσθαι δύνασθαι καὶ ὑγρὸν μὴ εἶναι. σημεῖον δὲ τὸ μήτε κατάξηρον οὖσαν τὴν γλῶτταν αἰσθάνεσθαι μήτε λίαν ὑγράν· αὕτη γὰρ ἁφὴ γίνεται τοῦ πρώτου ὑγροῦ· ὥστε εἰ τοιαύτη, οὐκ ἂν φθάνοι ὑπὸ τῆς ἐν τοῖς χυμοῖς παθεῖν ὑγρότητος,2 πάσχουσα ὑπὸ τῆς ἐν αὐτῇ καὶ οἰκείας, ὥσπερ ὅταν τις προγευματίσας ἰσχυροῦ χυμοῦ γεύηται ἑτέρου, καὶ τοῖς ἰκτεριῶσιν ἢ πυρέττουσι πικρὰ τὰ προσφερόμενα φαίνεται ὡς τοιαύτης αὐτοῖς πεπληρωμένης τῆς γλώττης. οὔτ’ αὖ ὅταν ἄγαν κατάξηρος ᾖ· ἧττον γὰρ πάσχει ὑπὸ τοῦ ὑγροῦ καὶ διὰ πλείονος χρόνου. τὰ δὲ ἀπηριθμημένα τῶν χυμῶν εἴδη ὥσπερ καὶ τὰ τῶν χρωμάτων ἁπλᾶ μὲν τὰ ἐναντία, ὥσπερ ἐκεῖ τὸ λευκὸν καὶ τὸ μέλαν, οὕτως ὧδε τὸ γλυκὺ καὶ τὸ πικρόν, ἐχόμενα δὲ τοῦ μὲν τὸ λιπαρόν, τοῦ δὲ τὸ ἁλμυρόν· μεταξὺ δὲ τούτων τὰ ἕτερα. καὶ σχεδὸν αὗται μόναι δοκοῦσι διαφοραὶ χυμῶν. ἐπεὶ δὲ χυμῶν μὲν ὑποκείμενον τὸ ὑγρόν, ὑγροῦ δὲ τὸ ὕδωρ πηγή, ἢ ἐν τῷ ὕδατι καθάπαξ τοὺς χυμοὺς ἐνεῖναι δεῖ λέγειν, καὶ τοῦτο διττῶς, ὥσπερ τε Ἐμπεδοκλῆς πάντα ἐν πᾶσιν ὑποθέμενος τὰ γένη τῶν χυμῶν ἐν ὕδατι προσομολογεῖν, ἀναίσθητα δὲ διὰ τὴν σμικρότητα, ἢ τοιαύτην ὕλην ἐναποκεῖσθαι τῷ ὕδατι οἷον πανσπερμίαν χυμῶν, καὶ ἅπαντα μὲν ἐξ ὕδατος εἶναι, μᾶλλον δὲ γίνεσθαι ἄλλα ἐξ ἄλλων (ἄμφω δὲ ψευδῆ, ὡς κύριον τῶν χυμῶν καὶ μόνον τὸ ὕδωρ ὑπολειπόμενον, τὸ δὲ καθ’ αὑτὸ εἶναι ἄχυμον βούλεται)· τρίτη δὲ δόξα τὸ μηδεμίαν διαφορὰν τοῦ ὕδατος ἔχοντος τὸ ποιοῦν αἴτιον εἶναι,3 τὸ θερμὸν μετὰ τῆς γεώδους ξηρότητος. φαίνονται δὲ καὶ οἱ χυμοί, ὅσοιπερ ἐν τοῖς καρποῖς, ἐνεῖναι πρότερον δυνάμει καὶ ἐν τῇ γῇ. ὥσπερ οὖν οἱ ἐναποπλύνοντες ἐν τῷ ὑγρῷ τὰ χρώματα καὶ τοὺς χυμοὺς τοιοῦτον ποιοῦσιν ἔχειν τὸ ὕδωρ, οὕτω καὶ ἡ φύσις ἐν τοῖς φυτοῖς καὶ τοῖς ζώοις τὸ ὕδωρ διὰ τοῦ ξηροῦ καὶ γεώδους διηθοῦσα καὶ τῷ θερμῷ κινοῦσα καὶ μεταβάλλουσα ποιόν τι τὸ ὑγρὸν παρασκευάζει. καὶ ἔστι τοῦτο χυμὸς τὸ γινόμενον ὑπὸ τοῦ εἰρημένου ξηροῦ ἐν τῷ ὑγρῷ πάθος· ἀπόπλυνσις γὰρ ξηροῦ τροφίμου ἐν ὑγρῷ πεφθέντος τῷ θερμῷ ὁ χυμός. τὸ μὲν οὖν θερμὸν αὐξάνει καὶ δημιουργεῖ τὴν τροφὴν καὶ τὸ μὲν κοῦφον ἕλκει ἄνω, τὸ δὲ ἁλμυρὸν καὶ πικρὸν καταλείπει. ὃ γὰρ ἐν τοῖς ἔξω σώμασι ποιεῖ τὸ ἔξωθεν θερμόν, τοῦτο ἐν τῇ φύσει καὶ τῶν φυτῶν καὶ τῶν ζώων τὸ ἔνδον. τρέφεται δὲ τὰ τρεφόμενα προηγουμένως μὲν τῷ γλυκεῖ, συμμίγνυνται δὲ οἱ ἄλλοι χυμοὶ εἰς τὴν τροφὴν τὸν αὐτὸν τρόπον τῷ ἁλμυρῷ καὶ ὀξεῖ, ἀντὶ ἡδύσματος· ταῦτα δὲ τῷ ἀντισπᾶν τῷ λίαν εἶναι τρόφιμον καὶ ἐπιπολαστικὸν τὸ γλυκύ.4

此外,若从更高处划分,味觉对象将一种是可饮用的,另一种是不可饮用的;因为这二者似乎是原理和最初的划分。两者都是某种味觉,但一者是拙劣且毁灭性的,另一者即可饮用者则是使其完满并合乎本性的。在可饮用者中,一种是甜,一种是苦,一种是咸,一种是辛辣,一种是涩,一种是苦涩,一种是酸;而油腻则是某种甜。滋味有七种,与颜色一样多:白、黑、灰、绯红、紫、绿、深蓝;淡黄则归于白。这些滋味和颜色在某种程度上是单纯且确定的;但它们相互之间的混合以及程度的多寡,产生了滋味和颜色的无限性。既然可饮用者为触觉和味觉所共有(因为它是一种带有滋味的湿润物,其一面是触觉对象,另一面是味觉对象),其感觉器官就必然既不能在现实上是湿润的,也不能是不可被润湿的,正如在其他感觉器官的情形中一样。此外,味觉承受味觉对象的作用,就在其为味觉对象而言,因此味觉器官必然能够被润湿而本身不是湿润的。证据在于,舌头既不在极其干燥时感知,也不在过分湿润时感知;因为后者变成了对最初湿润物的接触;因此,如果舌头处于这种状态,由于正承受着存在于自身内且本有的湿润物的作用,它便来不及承受诸滋味中湿润物的作用——正如有人先尝了浓烈的滋味再去尝另一种滋味,以及对于患黄疸或发热者而言,所进之物显得苦,因为他们的舌头充满了这样的湿润物。又或者当舌头过分干燥时也是如此;因为它受湿润物的作用较少,且需要更长的时间。在列举出的滋味的诸种中,正如颜色的诸种一样,对立者是单纯的(正如那里是白与黑,这里便是甜与苦),紧挨着前者的则是油腻,紧挨着后者的则是咸;位于这些中间的则是其余者。而且几乎唯有这些被视为滋味的诸差异。既然滋味的基础对象是湿润物,而水是湿润物的源泉,那么或者必须说滋味完全内在于水中,并且这是以两种方式:要么如恩培多克勒假设万物存在于万物之中那样,承认各属滋味都在水中,只是由于微小而不可感知;要么是这样一种如同滋味的种子混合体的质料贮藏在水中,一切都出于水,更确切地说是不同者由不同者生成(但这两种说法都是错误的,因为它们把水当作滋味的主要且唯一的原则留下,而水本身却是倾向于无滋味的);或者第三种意见是,水本身没有任何差异,而动因是热与土性干燥的结合。事实上,凡存在于果实中的滋味,似乎都预先在潜能上也存在于大地中。因此,正如那些在湿润物中洗出颜色和滋味的人使水具有了这样的品质,自然在植物和动物中也是如此,通过使水滤过干燥且土性的物质,并用热来推动和改变它,从而把湿润物制备成具有某种特性的东西。而在湿润物中由上述干燥物产生的这种变状就是滋味;因为滋味就是在湿润物中被热所消化的滋养性干燥物的洗析物。因此,热增加并塑造了养分,将轻的向上吸引,而留下咸的和苦的。因为外在的热在外在物体中所作的,内在的热在植物和动物两者的本性中也作同样的事。被滋养者主要由甜物来滋养,而其他滋味则以与咸和酸相同的方式混合进养分中作为调味品;这些是通过对抗甜物的过度滋养和易浮于胃上来起作用的。

语法注4 条
  1. 3.2.10διαιρουμένοις

    表示判断者或标准的与格(与格分词):“对于[从更高处]进行划分的人来说,将是……”,在语意上起到条件性的“如果[从更高处]划分”的作用。

  2. 3.2.10οὐκ ἂν φθάνοι ὑπὸ τῆς ἐν τοῖς χυμοῖς παθεῖν ὑγρότητος

    动词 φθάνω 后接不定式 παθεῖν 的句式(古典常见后接分词)。此处表示“来不及承受”或“无法先于其承受”滋味中湿润物的作用,因为舌头已被其自身的湿润物所影响。

  3. 3.2.10τρίτη δὲ δόξα τὸ μηδεμίαν διαφορὰν τοῦ ὕδατος ἔχοντος τὸ ποιοῦν αἴτιον εἶναι

    承前省略的主干与宾格不定式结构(补出 δεῖ λέγειν 或系词 ἐστί):“第三种意见则是[认为]水没有任何差异,而动因是……”。其中 μηδεμίαν διαφορὰν τοῦ ὕδατος ἔχοντος 为属格独立结构。

  4. 3.2.10ταῦτα δὲ τῷ ἀντισπᾶν τῷ λίαν εἶναι τρόφιμον καὶ ἐπιπολαστικὸν τὸ γλυκύ

    双重定冠词不定式结构:表示方式或原因的与格不定式 τῷ ἀντισπᾶν(“通过对抗/制衡”)支配了动词 ἀντισπάω 所要求的与格补足语 τῷ λίαν εἶναι... τὸ γλυκύ(“甜物具有过度滋养……”),其中 τὸ γλυκύ 是不定式 εἶναι 的主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:95.1-96.9