- 底本
- Sophonias, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.1, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-152. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:93.32-95.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
索福尼亚斯对亚里士多德《论灵魂》第二卷第十章进行释义,论述味觉是一种触觉、滋味的感知必须依赖直接接触与湿润性的参与,以及“无滋味者”具有双重含义。
Περὶ δὲ γεύσεως, ἐπειδήπερ ἁφή τίς ἐστι (τῇ θίξει γὰρ αἰσθάνεται), ἔσται καὶ τὸ γευστὸν ἁπτόν τι· καὶ τοῦτο αἴτιον τοῦ μὴ εἶναι τοὺς χυμοὺς αἰσθητοὺς καὶ διὰ μέσου ἀλλοτρίου σώματος, ὥσπερ καὶ τὰ τῶν ἄλλων αἰσθήσεων ὑποκείμενα. δυσὶ γὰρ ἐκεῖναι τοῖς μεταξὺ ἐποιοῦντο τὴν αἴσθησιν, τοῖς τε ἀλλοτρίοις ἀέρι καὶ ὕδατι, καὶ τοῖς συμπεφυκόσιν αἰσθητηρίοις· ἡ μέντοι γε ἁφὴ καὶ γεῦσις ἑνὶ καὶ συμφυεῖ τῇ σαρκί. ἔτι τὸ σῶμα, ἐν ᾧ τὸ γευστὸν ὁ χυμὸς ὡς ἐν ὕλῃ, τὸ ὑγρόν ἐστι· τοῦτο δὲ ἁφῆς. ὥστε τῇ γεύσει ἅψις ἕπεται, καὶ οὐ διὰ τοῦ μεταξύ· εἰ δέ ποτε γευόμεθα καὶ διὰ τοῦ μεταξύ, ὡς κἂν ἐν ὕδατι ἦμεν, ᾐσθανόμεθα ἂν ἐμβληθέντος τοῦ γλυκέος καὶ διὰ τοῦ μεταξύ, ἀλλ’ οὐχ οὕτως ὥσπερ ἂν εἰ καὶ τῶν χρωμάτων ἢ τῶν ψόφων αἰσθοίμεθα. ἐκείνων γὰρ οὐ τῷ μίγνυσθαί τι τῇ οὐσίᾳ, τῷ ἀέρι καὶ ὕδατι, τούτου δὲ τῇ μίξει·1 * * εἰ γὰρ μὴ κίνησις ἀρκοῦσα καὶ ἀμφοτέρων ἐν τῇ μίξει τοῦ ὕδατος καὶ τοῦ μέλιτος γένηται, οὐκ ἂν ἐσεῖται μελίκρατον. οὔκουν ὁρῶμεν ταῖς ἀπορροίαις τῶν ὁρατῶν (ἦν γὰρ ἂν ἐν τῷ μέσῳ καὶ χρόνος καὶ κίνησις, εἴπερ αἱ ἀπόρροιαι σώματα) οὐδὲ μίγνυται τὸ χρῶμα τῷ ἀέρι. καὶ γευσαίμεθα γλυκέος διὰ τοῦ μεταξὺ ὄντες ἐν ὕδατι τῷ ἀνακεκρᾶσθαι τὰ σώματα. καὶ τὸ μὲν μεταξὺ οὐδέν ἐστι κοινὸν γεύσει πρὸς ὄψιν καὶ ἀκοήν· ὅτι δὲ χρώματι καὶ ψόφῳ καὶ χυμῷ τὸ ὁρατὸν καὶ ἀκουστὸν καὶ γευστὸν ἀφορίζεται, κεκοινώνηκεν. ἥνωται γὰρ γεῦσις ἁφῇ μὲν τῷ ἀμέσως ποιεῖσθαι τὴν αἴσθησιν, ὄψει δὲ καὶ ἀκοῇ τῷ τὸ κοινὸν ἔχειν ὠνομασμένον καὶ εἰς ἃ τὸ γένος διῄρηται· ὡς γὰρ ἐκεῖ χρῶμα καὶ ψόφος, χυμὸς ὧδε· ὡς δὲ λευκὸν καὶ μέλαν ἢ ὀξὺς καὶ βαρύς, γλυκὺ καὶ πικρὸν καὶ τὰ ἕτερα. οὐδὲν δὲ ποιεῖ χυμοῦ αἴσθησιν ὑγρότητος ἄνευθεν, ὡς καὶ πρότερον εἴρηται, ἀλλ’ ἢ δυνάμει ἢ ἐνεργείᾳ πᾶν ἔγχυμον μετέχει ὑγρότητος, οἷον τὸ ἁλμυρὸν ἐνεργείᾳ μὲν ξηρόν, δυνάμει δὲ ὑγρόν· τηκτόν τε γὰρ αὐτὸ καὶ τῆς γλώττης συντηκτικόν. οἱ γὰρ ἅλες αὐτοί τε γευόμενοι τήκονται ὡς δυνάμει ὑγροί, καὶ τὴν τῆς γλώττης ὑγρότητα ἐξικμάζουσι προσθέντες τὴν παρ’ αὐτῶν. καὶ εἴ τι δὲ τῶν ἄλλων ξηρῶν γευστὸν ᾖ, οἷον ἄρτος, πέπερι καὶ τὰ ὅμοια, οὐχ ᾗ ξηρά, ταύτῃ γευστά εἰσιν, ἀλλὰ τὰ μὲν τῷ δυνάμει μετέχειν ὑγρότητος τὰ δὲ τῷ προσκτᾶσθαι τῷ ὑγρῷ πλησιάσαντα, τῷ τε ἔξωθεν καὶ τῷ ἐν τῷ στόματι· ὅθεν τὰ ὑπερκαυθέντα ὡς φυσικῆς καὶ ἐπεισάκτου ὑγρότητος ἀνεπίδεκτα ἢ ἀμυδρῶς ἢ παντελῶς ἄγευστα. ὥσπερ δὲ ἡ ὄψις αἰσθητική, ὡς καὶ πρόσθεν ἐλέγετο, τοῦ τε ὁρατοῦ, οἷον τοῦ ἐν φωτὶ χρώματος, καὶ τοῦ ἀοράτου (ὅ τε γὰρ σκότος ἀόρατος κατὰ στέρησιν καὶ ὁ ἥλιος ὑπερβάλλων λαμπρότητι, ἄμφω δὲ ὅμως τῇ ὄψει κρίνεται), καὶ ἡ ἀκοὴ ψόφου καὶ σιγῆς καὶ μεγάλου ψόφου (ὡς γὰρ ὁ μικρὸς ἀνήκουστος, τρόπον τινὰ καὶ ὁ μέγας δήπου καὶ βίαιος), οὕτω τοι καὶ γεῦσις γευστοῦ καὶ ἀγεύστου. ἔτι ἐπεὶ ἀόρατον τὸ μὲν φύσει λέγεται, ὡς τὸ ἀσώματον καὶ ἄχρουν, οἷον ἡ φωνή, ἡ ψυχή, τὸ δὲ ἂν πεφυκὸς μὴ ἔχῃ ἢ φαύλως, καθάπερ ὁ ἐσκοτισμένος ἀὴρ καὶ τῶν χρωμάτων ὅσα ἢ τῇ ἀποστάσει ἢ τῷ συγχεῖσθαι μὴ καθαρὰν τῇ ὄψει τὴν ἀντίληψιν δίδωσιν, ὡς κἂν τὸ ἀδύνατον ἢ τὸ ἄπουν τό τε μηδ’ ὅλως, ὡς οἱ ἰχθύες, ἢ τὸ κακῶς, ὡς ἡ νυκτερίς,2 διττόν τι ἔσται δήπουθεν καὶ τὸ ἄγευστον, τό τε μηδαμῶς ἔχον χυμὸν ἢ μικρὸν καὶ φαῦλον, καὶ τὸ φθαρτικὸν ἔχον τῆς γεύσεως, οἷον τὰ τῶν δηλητηρίων ἄκρατα. ἐπεὶ δὲ ἡ γεῦσις ἁφή, ἁφὴ δήπου φθείρεται φθειρομένης γεύσεως. τὸ δὲ ζῶον τῇ ἁφῇ ὥρισται· ἀνάγκη ἄρα τῆς γευστικῆς φθαρείσης δυνάμεως καὶ τὸ ζῶον ἀπόλλυσθαι.
关于味觉,既然它是一种触觉(因为它是通过接触来感知的),味觉对象也必然是某种触觉对象;这就是滋味不能像其他感觉的基础对象那样、通过外在相异的物体来被感知的原因。因为那些感觉是通过两个媒介产生感知的,即外在相异的空气和水,以及本性的感觉器官;然而触觉和味觉则是通过单一且本性的肌肉产生感知的。此外,味觉对象即滋味如同在质料中一样存在于其中的物体,是湿润之物;而这是属于触觉的。因此,接触伴随着味觉,而不是通过媒介;如果我们有时也通过媒介来品尝(正如如果我们处于水中,当甜物投入时我们也能通过媒介感知到它一样),但这绝不同于我们感知颜色或声音的情形。因为在那些感觉的情况下,并非由于某种东西混合到了实体即空气和水中,而在这[味觉]的情况下则是通过混合;* * 因为如果在水和蜂蜜的混合中没有发生两者的充分运动,就不会产生蜂蜜酒。因此,我们并非通过可见之物的流射物来观看(因为如果流射物是物体,在媒介中就必然会有时间和运动),颜色也不会混合在空气中。如果我们身处水中而通过媒介品尝到甜味,那也是由于诸物体被调和在一起了。虽然在媒介方面味觉与视觉和听觉毫无共同之处,但就可见者、可听者和味觉对象分别由颜色、声音和滋味所界定而言,它们是相通的。因为味觉在一方面与触觉相连,在于它直接产生感知;在另一方面又与视觉和听觉相连,在于它具有已被命名的共相以及该属所划分出的诸种:因为正如那里是颜色和声音,这里便是滋味;正如白与黑、或高音与低音,这里便是甜与苦以及其余者。正如前面所说,没有任何东西在没有湿润性的情况下能产生滋味的感知,相反,一切有滋味之物无论在潜能上还是在现实上都分有湿润性,例如咸味在现实上是干燥的,但在潜能上是湿润的;因为它本身既是可溶的,又能使舌头溶解。因为盐本身在被品尝时,作为在潜能上湿润之物而溶解,并通过增添来自自身的湿润性而析出舌头的湿润性。如果其他干燥之物中有可品尝者,例如面包、胡椒及类似之物,它们并非就其为干燥之物而言是可品尝的,而是一些通过在潜能上分有湿润性,另一些则是通过接近湿润物(包括外来的和口腔内部的)而获得湿润性;因此,被过度烧灼的事物由于无法接纳本性的及外加的湿润性,便呈现出微弱的〔滋味〕或完全的无滋味。正如前面所说,视觉不仅能感知可见者(如光线中的颜色),也能感知不可见者(因为黑暗因匮乏而是不可见的,太阳因过度的光辉而是不可见的,但两者同样由视觉来判定),听觉也能感知声音、寂静以及巨大的噪音(因为正如微弱的声音听不见,在某种意义上巨大而暴烈的声音当然也是如此),同样地,味觉也能感知可品尝者与无滋味者。此外,既然不可见者一方面是就本性而言的,如同无形体且无色之物,如声音和灵魂;另一方面则是如果依其本性当有而未有、或拙劣地具有,犹如变暗的空气以及凡因距离或因混淆而不能给视觉以清晰把握的诸颜色(正如“不可能者”或“无足者”或者是全然没有,如鱼,或者是拙劣地具有,如蝙蝠),那么无滋味者显然也将是双重的:或者是全然没有滋味,或只有微小且拙劣的滋味;或者是具有毁灭味觉的性质,如未勾兑的剧毒物。既然味觉是触觉,当味觉被摧毁时,触觉显然也被摧毁。而动物是由触觉来定义的;因此,当味觉能力被摧毁时,动物必然也会走向灭亡。
- 3.2.10ἐκείνων γὰρ οὐ τῷ μίγνυσθαί τι τῇ οὐσίᾳ, τῷ ἀέρι καὶ ὕδατι, τούτου δὲ τῇ μίξει
属格 ἐκείνων 与 τούτου 是关涉/范围属格,分别对应前文的“颜色或声音”(τῶν χρωμάτων ἢ τῶν ψόφων)与品尝滋味(或依存于省略的 αἴσθησις 的所属属格)。与格短语 τῷ μίγνυσθαι... 与 τῇ μίξει 则表示感知得以形成的原因或手段。
- 3.2.10ὡς κἂν τὸ ἀδύνατον ἢ τὸ ἄπουν τό τε μηδ’ ὅλως, ὡς οἱ ἰχθύες, ἢ τὸ κακῶς, ὡς ἡ νυκτερίς
这是一个插入例证的比较结构。主动词被省略;针对谓词名词短语 τὸ ἀδύνατον ἢ τὸ ἄπουν(“不可能者”或“无足者”),并列同位语短语 τό τε μηδ’ ὅλως... ἢ τὸ κακῶς...(“全然不具有者……或拙劣地具有者……”)形成了对比补充,并分别对应着示例 ὡς οἱ ἰχθύες(“如鱼”)与 ὡς ἡ νυκτερίς(“如蝙蝠”)。
