← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§92.21-93.31

动物嗅觉机制的差异与气味的本性

本节依据亚里士多德《论灵魂》卷二第九章(421b13–422a7),讨论了无肺动物与呼吸动物在嗅觉机制上的差异(嗅觉器官是否有遮盖),并继而阐释了气味的质料属于具滋味的干燥物,以及它在媒介中作为洗涤物的本性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2.9#3

ἀπορήσειεν ἄν τις, εἰ μὴ μόνα τὰ πεζὰ τῶν ζῴων ὄσφρησιν ἔχει, ἀλλ’ ἤδη καὶ τὰ ἔνυδρα, πῶς τὰ μὲν ἄλλα καὶ μὴ εἰσπνέοντα ὀσφραίνεται,1 ὁ δὲ ἄνθρωπος καὶ ὅσα πνεύμονα ἔχει ζῷα οὐκ αἰσθάνεται τοῦ ὀσφραντοῦ μὴ εἰσπνέοντα· κατέχοντα γὰρ τὸ πνεῦμα ἢ ἐκπνέοντα οὐκ ὀσμᾶται οὔτ’ ἐγγὺς οὔτε πόρρω, οὐδ’ ἂν ἐπιθῇ τις εἰς τὸν μυκτῆρα ἐντὸς τὸ εὐῶδες (καὶ τὸ μὲν ἐπ’ αὐτῷ τῷ αἰσθητηρίῳ τιθέμενον ἀναίσθητον εἶναι κοινὸν πάντων, τὸ δὲ ἄνευ τοῦ εἰσπνεῖν μὴ αἰσθάνεσθαι ἴδιον τῶν ἐχόντων πνεύμονα· καὶ τοῦτο δὲ πειρωμένῳ δῆλον)· ὡς 〈εἰ〉 τὰ μὴ ἔχοντα πνεύμονα μὴ ἀναπνεῖ, αἰσθάνεται δὲ τοῦ εὐώδους καὶ τοῦ δυσώδους, ἑτέραν τινὰ αἴσθησιν ὑπολείπεται ἔχειν παρὰ τὰς εἰρημένας. ἀλλ’ ἀδύνατον, εἴπερ τῆς ὀσμῆς αἰσθάνεται· ὧν γὰρ ἐνέργειαι αἱ αὐταί, τούτων καὶ τὸ κρῖνον ἕν· ἡ δὲ τοῦ εὐώδους καὶ τοῦ δυσώδους αἴσθησις ὄσφρησίς ἐστιν. ἔτι φαίνεται καὶ ταῦτα φθειρόμενα ὑπὸ τῶν ἰσχυρῶν ὀσμῶν, ὑφ’ ὧνπερ καὶ τὰ ἔχοντα πνεύμονα, οἷον ἀσφάλτου καὶ θείου, ὡς τῆς αὐτῆς οὔσης ὧδε κἀκεῖσε τῆς συναισθήσεως. ὥστε ὀσφραίνεσθαι μὲν τὰ τοιαῦτα λέγειν δεῖ, μὴ ἐν τῷ ἀναπνεῖν δέ, καὶ ἔοικε τοιοῦτόν τι συμβῆναι περὶ τὴν ὄσφρησιν ὅπερ ἐπὶ τῆς ὄψεως ἔν τισιν· ὡς γὰρ ἐκεῖ τὰ μὲν σκληρόφθαλμα τῶν ζῴων βλεφάρων οὐ δεῖται εἰς φυλακὴν καὶ προκάλυμμα, αὐτόθεν ἔχοντα τὴν ἀσφάλειαν ὄντα δυσπαθῆ τῇ σκληρότητι, καὶ εὐθὺς ὁρᾷ, ὅτι ἂν τεθῇ ἐν τῷ διαφανεῖ, τὰ δὲ μαλακόφθαλμα ἀντὶ παντὸς φυλακτηρίου προβάλλει τὰ βλέφαρα ὥσπερ τι πῶμα καὶ ἔλυτρον, ἅπερ ἂν μὴ ἀνασπάσῃ καὶ κινήσῃ, οὐχ ὁρᾷ τὸ ζῶον, οὕτω καὶ τὸ ὀσφραντικὸν αἰσθητήριον τοῖς μὲν ἀκάλυφον εἶναι τοῖς μὴ ἔχουσι πνεύμονα, ὥσπερ τὸ ὄμμα τοῖς σκληροφθάλμοις, τοῖς δὲ τὸν ἀέρα δεχομένοις ἔχειν ἐπικάλυμμα, ὃ ἀναπνεόντων ἀνακαλύπτεται, διευρυνομένων τῶν νεύρων καὶ τῶν πόρων. τὰ γὰρ ἐπὶ τῇ βάσει τῆς ῥινὸς ὑπὸ τὸν ἐγκέφαλον ἰσθμοειδῶν ὀστέων συμμεμυκότων καὶ πεφραγμένων τῇ τῶν ὑγρῶν ἐπιρρεύσει διανοίγει ὁ ἀὴρ εἰσπνεόμενος καὶ διίστησιν.2 ὅθεν τὰ ἀναπνεόντα ἐν τῷ ὑγρῷ οὐκ ὀσμᾶται, ὅτι ἀνάγκη ἀναπνεύσαντα ὀσφρανθῆναι, τοῦτο δὲ ποιεῖν ἐν τῷ ὑγρῷ ἀδύνατον. Ἔστι δὲ ἡ ὀσμὴ τοῦ ξηροῦ, ὥσπερ ὁ χυμὸς τοῦ ὑγροῦ· ὕλη γὰρ ἑκατέρου ἑκάτερον. οὔτε δὲ ξηρὸν οὕτω λέγομεν τὸ παντελῶς ἐστερημένον ὑγρότητος (τὸ γὰρ ἄνθος ὑγρὸν καὶ εὐῶδες), οὔτε ὑγρὸν τὸ ξηρότητος τῆς ὁπωσοῦν ἀνεπίδεκτον οἷον τὸ ὕδωρ (ἄνοσμα γὰρ τὰ τοιαῦτα καὶ ἄχυμα), ἀλλ’ ἐν ἑκατέροις τὸ μᾶλλον τοῦτο ἢ ἐκεῖνο. καθόλου γὰρ πᾶς χυμὸς καὶ ὀσμὴ ἐν ποιᾷ τινι κράσει τῶν στοιχείων πρὸς ἄλληλα γίνεται. εἰλικρινῆ γὰρ καὶ καθ’ ἑαυτὰ μένοντα ἄνοσμά τε καὶ ἄχυμα· καὶ τῶν ἐν συνθέσει δὲ τὰ μᾶλλον ἁπλᾶ μᾶλλον ἄνοσμα καὶ ἄχυμα, οἷον λίθος ἄνοσμον, ὅτι καὶ ἄχυμον, ὀσμώδη δὲ τὰ ξύλα, ὅτι καὶ ἔγχυμα, καὶ τούτων [ἔτι] ἧττον τὰ ὑδατώδη. καὶ τῶν μεταλλευομένων δὲ χρυσὸς μὲν ἄοσμον, ἄχυμον γάρ, ὀσμώδη δὲ χαλκὸς καὶ σίδηρος. ὅταν δὲ καὶ τούτων τὸ ὑγρὸν ἐκκαυθῇ, πάντων αἱ σκωρίαι ἀνοσμότεραι γίνονται. ὃ δὲ ἐν μόνῳ ὕδατι χυμός, τοῦτο ἐν ἀέρι καὶ ὕδατι ὀσμή.3 κοινὸν δὲ κατὰ τούτων λέγομεν τὸ διαφανές, ἔστι δὲ ὀσφραντὸν οὐχ ᾗ διαφανές, ἀλλ’ ᾗ πλυτικὸν καὶ ῥυπτικὸν ἐγχύμου ξηρότητος. εἰ οὖν τις θείη τὸν ἀέρα καὶ τὸ ὕδωρ ἄμφω ὑγρά, εἴη ἂν ἡ ἐν ὑγρῷ τοῦ ἐγχύμου ξηροῦ φύσις καὶ πλύσις ὀσμή. τὸ δὲ ὀσφραντικὸν αἰσθητήριον δυνάμει τοιοῦτον. ἀμβλύνει δὲ τοὺς χυμοὺς καὶ τὰς ὀσμὰς τὸ ψυχρὸν κατὰ λόγον· τὸ γὰρ θερμὸν τὸ κινοῦν καὶ δημιουργοῦν ἡ ψύξις καὶ ἡ πῆξις ἐκδιώκει. ποτὲ δὲ τὸ αὐτὸ ξηρὸν καὶ ἀμφοτέρων παραίτιον, ἐν μὲν ὕδατι θερμῷ πλυνθὲν χυμοῦ, ἐν δ’ ἀέρι πυρὶ θυμιώμενον τῆς ὀσμῆς. τοσαῦτα καὶ περὶ ὀσφρήσεως.

人们可能会提出一个难题:如果不唯有陆生动物具有嗅觉,而且水生动物也具有嗅觉,那么何以其他动物即便不吸气也能嗅闻,而人以及凡是具有肺的动物若不吸气就感知不到嗅觉对象?因为在屏住呼吸或呼气时,无论在近处还是在远处,它们都闻不到,甚至就算有人将芳香之物置于鼻孔内部也是如此(而且,置于感觉器官本身之物不产生感觉,这是一切所共有的;但若不吸气就感知不到,则是具有肺的动物所特有的;这一点对试验者来说是显而易见的)。因此,如果无肺的动物不呼吸,却能感知芳香与恶臭,那么就只能得出结论说它们具有既述感觉之外的某种其他感觉。但如果它们感知的确是气味,这便是不可能的;因为凡活动相同者,其判别官能亦为一个;而对芳香与恶臭的感知正是嗅觉。此外,这些动物显然也会被强烈的气味所摧毁(如沥青和硫磺),而具有肺的动物同样也会被这些气味摧毁,这表明此地与彼地的联合感知是同一的。因此,必须说这类动物确实在嗅闻,但不是在呼吸活动中进行的;而且在嗅觉方面所发生的情况,似乎类似于某些动物在视觉方面所发生的情形。因为正如在视觉那里,硬眼动物不需要眼睑作为防护和掩盖,因其坚硬而难以受损,自具安全性,凡置于透明物之中的事物立即就能看见;而软眼动物则伸出眼睑作为一切护具的替代,犹如某种盖子和外鞘,动物若不将其扬起并活动,就无法看见——同样地,嗅觉器官对于不具有肺的动物来说也是无遮盖的,正如硬眼动物的眼睛一样;而对于接纳空气的动物来说则具有一层掩盖物,当它们呼吸、神经和孔道扩张时,这层掩盖物便被揭开。因为鼻底下方、大脑之下的筛状骨因体液的流入而闭合阻滞,吸入的空气将其敞开并隔开。因此,进行呼吸的动物在液体之中无法嗅闻,因为它们必须先行吸气才能嗅闻,而在液体之中做这事是不可能的。 气味属于干燥之物,正如滋味属于湿润之物一样;因为二者分别是二者的质料。但我们所说的干燥之物并不是指完全被剥夺了湿润性的事物(因为花朵既湿润又芬芳),所说的湿润之物也不是指无论如何都不接纳干燥性的事物,如水(因为此类事物既无味又无嗅),而是在二者之中偏向于此者多于彼者。因为大体而言,一切滋味和气味都是在诸元素彼此的一定调和中产生的。因为保持纯粹且独自存留的事物既无嗅又无味;在复合事物中,越单纯的事物也越无嗅无味,例如石头因无味而无嗅,而木材因有味而有嗅,在这些木材中含水较多的则嗅味较少。在采掘物中,金子是无嗅的,因为它是无味的,而青铜和铁则是有嗅的。但当这些采掘物中的湿润成分也被烧尽时,所有金属的熔渣都会变得更加无嗅。仅在水中为滋味的东西,这在空气和水中便是气味。我们称透明物为这些媒介所共有的,但它并非就其为透明物而言成为嗅觉对象,而是就其能洗涤和洗除有滋味的干燥物而言成为嗅觉对象。因此,如果有人将空气和水皆设为湿润物,那么气味便是有滋味的干燥物在湿润物中的本性与洗涤。而嗅觉器官在潜能上就是这样的。寒冷合乎情理地使滋味和气味变得迟钝;因为冷凝和凝固驱逐了那起发动和造就作用的温热。但有时同一种干燥物可以是两者的共同原因:在温水中洗涤时成为滋味的原因,而在空气中被火焚熏时则成为气味的原因。关于嗅觉的讨论就到此为止。

语法注3 条
  1. 3.2.9ἀπορήσειεν ἄν τις, εἰ μὴ μόνα τὰ πεζὰ τῶν ζῴων ὄσφρησιν ἔχει, ἀλλ’ ἤδη καὶ τὰ ἔνυδρα, πῶς τὰ μὲν ἄλλα καὶ μὴ εἰσπνέοντα ὀσφραίνεται

    在主要动词 ἀπορήσειεν ἄν 之后,由 εἰ 引导的条件从句(“如果……”)前置,随后由 πῶς 引导的间接疑问从句充当 ἀπορήσειεν 的宾语从句,表达疑难的具体内容。

  2. 3.2.9τὰ γὰρ ἐπὶ τῇ βάσει τῆς ῥινὸς ὑπὸ τὸν ἐγκέφαλον ἰσθμοειδῶν ὀστέων συμμεμυκότων καὶ πεφραγμένων τῇ τῶν ὑγρῶν ἐπιρρεύσει διανοίγει ὁ ἀὴρ εἰσπνεόμενος καὶ διίστησιν

    句首的中性复数宾格冠词 τά 作为述语动词 διανοίγει καὶ διίστησιν 的宾语,指代筛骨,但随后的名词与分词短语却因破格(或受属格绝对结构影响)而呈现为属格(ἰσθμοειδῶν ὀστέων συμμεμυκότων καὶ πεφραγμένων)。其基本句法骨架为:“吸入的空气(ὁ ἀὴρ εἰσπνεόμενος)敞开并隔开(διανοίγει καὶ διίστησιν)那些在鼻底下方、因液体流入而闭塞的筛状骨”。

  3. 3.2.9ὃ δὲ ἐν μόνῳ ὕδατι χυμός, τοῦτο ἐν ἀέρι καὶ ὕδατι ὀσμή

    由关系代词 ὅ 引导的从句(“在水中唯独为滋味者”)置于先行词 τοῦτο 之前,整体构成同等判断:“在水中唯独为滋味者,此物在空气和水中即为气味”。系动词 ἐστί 在两个小句中皆被省略。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:92.21-93.31