← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§91.17-92.21

人类特有的气味与气味的对应及传播

讨论了人所特有的独立气味及其调节脑部寒凉的作用、气味与滋味的对应及分歧、作为匮乏与过度的无气味之感知,以及气味通过媒介(空气与水)并伴随流出物的传播方式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2.9#2

καὶ τοῦτο μὲν τὸ εἶδος τοῦ ὀσφραντοῦ καὶ ἴδιον ἀνθρώπου ἐστίν· ἡ δὲ κατὰ τοὺς χυμοὺς τεταγμένη καὶ τῶν ἄλλων ζῴων ἐστί. κἀκείνων μὲν διὰ τὸ κατὰ συμβεβηκὸς ἔχειν τὸ ἡδὺ διῄρηται τὰ εἴδη κατὰ τοὺς χυμούς. (ἑπτὰ δὲ οὗτοι, ὥστε καὶ ταῦτα), ταύτης δὲ οὐκέτι, διὰ τὸ τὴν φύσιν αὐτῆς καθ’ αὑτὴν εἶναι ἡδεῖαν ἢ λυπηράν. αἴτιον δὲ τοῦ εἶναι ἀνθρώπου τὴν τοιαύτην ὀσμὴν διὰ τὴν περὶ τὸν ἐγκέφαλον ψύξιν.1 ψυχροῦ γὰρ ὄντος τούτου τὴν φύσιν καὶ τοῦ αἵματος τοῦ περὶ αὐτὸν ἐν τοῖς φλεβίοις ὄντος λεπτοῦ μὲν καὶ καθαροῦ, εὐψύκτου δέ (διὸ καὶ ἡ τῆς τροφῆς ἀναθυμίασις ψυχομένη διὰ τὸν τόπον τὰ ῥευματικὰ νοσήματα ποιεῖ), τοῖς ἀνθρώποις πρὸς ὑγείας βοήθειαν τὸ τοιοῦτον τῆς ὀσμῆς εἶδος ἡ φύσις πεποίηται· οὐδὲν γὰρ ἄλλο ἔργον αὐτῆς ἢ τοῦτο. ἀναφερομένων γὰρ τῶν ὀσμῶν περὶ τὸν ἐγκέφαλον διὰ τὴν ἐν αὐταῖς τῆς θέρμης κουφότητα, ὑγιεινοτέρως ἔχει τὰ περὶ τὸν τόπον τοῦτον· ἡ γὰρ τῆς ὀσμῆς δύναμις θερμὴ τὴν φύσιν ἐστίν. ἔτι τὸ τοῖς χυμοῖς συγκατατεταγμένον τῶν ὀσφραντῶν τὸ μὲν συμφωνεῖ, τὸ δὲ οὔ. ἔστι γὰρ ὥσπερ χυμὸς ὁ μὲν γλυκὺς ὁ δὲ πικρὸς καὶ οἱ ἕτεροι, οὕτω καὶ ὀσμαί· καὶ γὰρ γλυκεῖα καὶ πικρὰ καὶ αὐστηρὰ καὶ δριμεῖα καὶ ἁλυκὴ καὶ λιπαρὰ καὶ στύφουσα ὀσμὴ κατὰ τοὺς χυμοὺς τῶν ὑποκειμένων ὀνομαζόμεναι· οὐ μέντοι γε ὁμοίως ἐπὶ πᾶσιν ὁ λόγος ἥκει, ἀλλὰ τὰ μὲν ἔχει τὴν ἀνάλογον ὀσμὴν καὶ χυμόν, ὥσπερ εἴρηται, τὰ δὲ διαλλάττει. κρόκου μὲν γὰρ καὶ μέλιτος ὅ τε χυμὸς ἥ τε ὀσμὴ τὰ αὐτά (καὶ γλυκέα γάρ) καὶ θύμου καὶ σκορόδου· ἄμφω γὰρ δριμέα· ἀλόη δὲ καὶ στύραξ τὴν γεῦσιν πικραί, γλυκεῖς δὲ τὴν ὀσμήν. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων. τοῦτο δὲ διὰ τὸ μὴ σφόδρα διαδήλους εἶναι τὰς ὀσμάς, ὥσπερ τοὺς χυμούς, καθάπερ εἴρηται· ὅθεν καὶ ἀπὸ τούτων εἴληφε τὰ ὀνόματα καθ’ ὁμοιότητα τῶν πραγμάτων. Ὅπερ δὲ ἐπὶ τῶν ἄλλων αἰσθήσεων (ἑκάστη γὰρ ἀμφοτέρων αἰσθάνεται τῆς τε οἰκείας ἕξεως καὶ στερήσεως, ἔτι δὲ καὶ τῶν οἰκείων ὑπερβολῶν· ὅρασις μὲν γὰρ ὁρατοῦ καὶ ἀοράτου, ἀκουστοῦ δὲ καὶ ἀνηκούστου ἀκοή· τό τε γὰρ φῶς καὶ τὸ σκότος ὄψει αἰσθητόν, καὶ ψόφος καὶ σιγὴ ἀκοῇ), οὕτω καὶ ἐπ’ ὀσφρήσεως· ἡ γὰρ αὐτὴ καὶ ὀσφραντοῦ καὶ ἀνοσφράντου κριτική. οὐ πᾶν δὲ ἁπλῶς τὸ ἄνοσμον κρίνει, ὥσπερ οὐδὲ ἡ ὄψις τὸ ἀόρατον ἅπαν, ἀλλὰ τὸ σύστοιχον καὶ μόνην τῆς οἰκείας καταφάσεως τὴν ἀπόφασιν· λόγου γὰρ ὅτι ἡ φωνὴ ἀόρατος, οὐχ ὁράσεως.2 ἔτι τριττὸν τὸ ἀνόσφραντον, ὥσπερ καὶ τὸ ἀόρατον· ἢ τὸ μηδ’ ὅλως ἔχον ἢ τὸ ἀμυδρῶς ἢ τὸ ὑπερβαλλόντως καὶ φθαρτικόν, ὡς ἐκεῖ τὸ ὑπέρλαμπρον. ἔστι δὲ καὶ ἡ ὄσφρησις διὰ τοῦ μεταξὺ ποιουμένη τὰς ἐνεργείας, ἀέρος καὶ ὕδατος· καὶ γὰρ τὰ ἔνυδρα φαίνεται καὶ ὀσμῆς αἰσθανόμενα, ὥσπερ ἐλέχθη πρότερον, καὶ τὰ ἔναιμα 〈καὶ τὰ ἄναιμα〉, ὥσπερ καὶ τὰ ἐν ἀέρι· καὶ γὰρ ἔνια τούτων πόρρωθεν ἀπαντᾷ πρὸς τὴν τροφὴν αἰσθανόμενα τῆς ὀσμῆς, κύνες καὶ ἔνια τῶν πτηνῶν. πλὴν ὁ τρόπος διάφορος τῇ διόδῳ τῶν ὀσφραντῶν πρὸς τὰ τῆς ἀκοῆς καὶ ὄψεως αἰσθητά· ὀσμὴ γὰρ ὀσμὴν ἐκκρούει τὴν ἐλάττω ἡ μείζων, χρῶμα δὲ χρῶμα οὔ· καὶ μετά τινος ἀπορροίας τὸ ὀσφραντὸν ἐπὶ τὸ αἰσθητήριον πρόεισιν, ὅθεν ἐπὶ τῶν δυσωδῶν ῥάκους ταῖς ῥισὶν ἐπιθεμένου3 εἴρχθη μὲν ἡ ὀσμή, τῷ δὲ ἀέρι ἡ εἴσοδος οὐκ ἐκωλύετο.

而嗅觉对象的这一种类也是人所特有的;但那按照滋味排列的〔气味〕也属于其他动物。在那些〔按滋味排列的气味〕中,由于它们附带地具有快感,诸种乃是按照滋味被划分的(滋味有七种,因此这些[气味之种]也是七种);但在这一〔人所特有的气味〕中则不再如此,因为其本性自身就是愉悦的或不愉悦的。而这种气味之所以属于人,其原因在于大脑周围的寒凉。因为大脑在自然本性上是寒冷的,并且其周围细小血管中的血液虽然细腻纯净,却容易受凉(这也是为什么来自食物的蒸发物因该处的位置而受凉,从而导致粘膜炎性疾患),自然为了健康之助益而为人造就了这种气味之种;因为它除了这一功用之外别无其他。因为当气味由于自身中热的轻浮性而升腾至大脑周围时,该处周围的状态便更为健康;因为气味的能力在自然本性上是温热的。此外,与滋味相配合的嗅觉对象中,有的相符合,有的则不然。因为正如滋味一方面是甜的,另一方面是苦的,以及其余各项,气味也是如此;因为甘甜、苦涩、酸涩、辛辣、咸涩、油腻和收敛的气味,乃是按照其底层基质的滋味被命名的;然而这一规则并非同样适用于所有事物,而是一些具有相应的一致气味与滋味(如前所述),另一些则相互分歧。因为在藏红花和蜂蜜那里,滋味与气味是相同的(二者皆是甘甜的),在百里香和大蒜那里也是如此(二者皆是辛辣的);但芦荟和苏合香在味觉上是苦的,在气味上却是甜的。其余事物也是以同样的方式。而这是因为气味并不像滋味那样十分清晰分明(如前所述);因此气味根据事物的相似性从滋味那里获得了名称。 正如在其他感觉上的情形一样(因为每一种感觉都能感知其固有的具有状态和匮乏状态二者,并且还能感知其固有的过度状态;因为视觉属于可见物与不可见物,听觉属于可听物与不可听物;光与暗皆可为视觉所感知,声音与寂静皆可为听觉所感知),在嗅觉上也是如此;因为同一种感觉既能判别有气味之物,也能判别无气味之物。但它并不是无分别地判别一切无气味之物,正如视觉并不判别一切不可见物一样,而是判别处于对应序列中的、仅为其固有的肯定之否定的事物;因为判断声音是不可见的乃属于理性,而非属于视觉。此外,无气味之物如同不可见物一样有三重含义:要么是完全不具有[气味]的,要么是隐约具有的,要么是过度而具有破坏性的(如同视觉中过度耀眼之物)。嗅觉也是通过媒介物(即空气和水)来实现其活动的感觉;因为水生动物显然也能感知气味(如前所述),无论是带血的还是不带血的动物,正如空气中的动物一样;因为这些动物中的一些(如狗和某些鸟类)能从远处感知气味而迎向食物。然而,嗅觉对象的穿行方式与听觉和视觉的感觉对象不同;因为较强的气味会驱逐较弱的气味,但颜色并不驱逐颜色;并且嗅觉对象伴随着某种流出物进入感觉器官,正因如此,在面对恶臭时,当一块碎布蒙在鼻孔上时,气味被阻挡在外,但空气的进入却未受妨碍。

语法注3 条
  1. 3.2.9αἴτιον δὲ τοῦ εἶναι ἀνθρώπου τὴν τοιαύτην ὀσμὴν διὰ τὴν περὶ τὸν ἐγκέφαλον ψύξιν

    名词 αἴτιον(原因)带有属格定冠词不定式短语 τοῦ εἶναι...(……属于人)作为说明对象,其谓语部分又赘加了表示原因的介词短语 διὰ τὴν... ψύξιν(由于……的寒凉),构成了“……的原因乃是由于……”的同义重叠句式。

  2. 3.2.9λόγου γὰρ ὅτι ἡ φωνὴ ἀόρατος, οὐχ ὁράσεως

    属格 λόγου 与 ὁράσεως 为表归属或职责的述语属格(predicative genitive),承接上文 κριτική(判别者)的语境,意为“[判定]声音是不可见的乃属于理性,而非属于视觉”。

  3. 3.2.9ῥάκους ταῖς ῥισὶν ἐπιθεμένου

    独立属格结构(genitive absolute)。主语为中性名词 ῥάκος 的单数属格 ῥάκους;分词 ἐπιθεμένου 在形态上虽为关身态不定过去时分词,但此处依晚期及拜占庭希腊语用法作被动意义使用,与与格 ταῖς ῥισίν 连用(“当一块碎布被敷在鼻孔上时”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:91.17-92.21