← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§90.7-91.17

嗅觉的中间特性与人类嗅觉及气味分类

索福尼亚斯讨论了嗅觉及其对象(气味),解释了嗅觉在诸感觉中居于中间位置;人因触觉最精确而在动物中最具智慧,但嗅觉较差因而缺乏对气味的固有名称(借用来自味觉的隐喻);以及气味具有两重性,要么与滋味相关并附带具有快感,要么自身即令人愉悦。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2.9#1

Περὶ δὲ ὀσμῆς καὶ ὀσφραντοῦ ἑξῆς ἂν εἴη λέγειν. εἰ γὰρ καὶ κατὰ τὴν διδασκαλίαν τάξιν αὐτῇ τὴν μέσην τῶν ἄλλων αἰσθήσεων ἀπονείμωμεν, οἵαν κἀν ταῖς ἐνεργείαις καὶ τῷ ὑποκειμένῳ παρὰ τῆς φύσεως ἔλαβε, πρεπῶδες ἂν ποιήσαιμεν. οὔτε γὰρ οὕτω ταῖς ἐνεργείαις πρόεισι πόρρωθεν, ὥσπερ ὄψις καὶ ἀκοή, οὔθ’ οὕτως ἐγγύτατα, ὥσπερ γεῦσις καὶ ἁφή· τῇ θίξει γὰρ αἰσθάνονται. μέση δὲ καὶ κατὰ τὸ ὑποκείμενον· ὄψει μὲν γὰρ ὑπόκειται χρώματα καὶ φῶς, ἢ πῦρ ἢ ὄντα πύρινα, ψόφοι δὲ ἀκοῇ ἀέρος ὄντες, ἁφῇ δὲ τὰ γεωδέστερα, καὶ τῇ γεύσει χυμοί· τῇ δὲ ἀτμοὶ καὶ ὅ φασι δίοσμον, μεταξὺ τυγχάνοντα ἀέρος καὶ ὕδατος. οὐκ ἔστι δὲ ῥᾴδιον διορίσαι ὁμοίως τοῖς εἰρημένοις αἰσθητοῖς, οἷον ψόφῳ καὶ χρώματι καὶ τοῖς ἄλλοις, καὶ τί ἐστιν ὀσμή. ἐπὶ μὲν γὰρ ἐκείνων οὐ μόνον τί τὸ γένος τῶν αἰσθητῶν, ἀλλὰ καὶ τῶν εἰδῶν ἐγινώσκομεν ἕκαστον, ὡς ἐπὶ ὄψεως χρῶμα μὲν τὸ κοινόν, λευκὸν δὲ καὶ μέλαν τὰ μερικά· καὶ ψόφου δὲ διαφοραὶ ὠνομάσθησαν τὸν μὲν τούτων ὀξὺν τὸν δὲ βαρὺν διελομένοις.1 πολλὰ δὲ καὶ τὰ τῶν γευστῶν εἴδη καὶ πρός τι κοινὸν τὸν χυμὸν ἀφορίζεται. καὶ τῆς ἁφῆς δέ, εἰ μὴ τὸ κοινόν, ἀλλ’ οὖν τά γε εἴδη οὐδὲν ἧττον ἐφεύρηται καὶ ὠνόμασται θερμὸν καὶ ψυχρὸν καὶ τὰ ὅμοια. μόνης δὲ τῆς ὀσφρήσεως οὔτε τοῦ κοινῶς ὑποκειμένου τὸ ὄνομα ἔχομεν οὔτε τῶν ὑπ’ αὐτό· ὀσφραντὸν γὰρ λέγοντες παρωνύμως λέγομεν, καὶ τὸ εὐῶδες καὶ τὸ δυσῶδες οὐκ εἰσι τῆς τοῦ ὀσφραντοῦ δηλωτικὰ φύσεως, ἀλλὰ τῆς ἐγγινομένης ἐν αἰσθήσει ποιᾶς ὑπ’ αὐτῶν διαθέσεως. αἴτιον δὲ ὅτι οὐκ ἔχομεν ἀκριβῆ ταύτην τὴν αἴσθησιν, ἀλλὰ χείριστα ὀσμᾶται πολλοῖς τῶν ζῴων ὁ ἄνθρωπος καὶ οὐδεμίαν ἄνευ τοῦ ἡδέος καὶ λυπηροῦ δύναται αἰσθάνεσθαι ὀσμήν, ὡς τοῦ αἰσθητικοῦ ὄντος οὐκ ἀκριβοῦς. ὥσπερ οὖν τοῖς σκληροφθάλμοις εἰκὸς ἀδήλους εἶναι τὰς τῶν χρωμάτων διαφορὰς καὶ συγκεχυμένας, ἀλλὰ τῷ φοβερῷ καὶ ἀφόβῳ διορίζειν μόνον, οὕτω καὶ περὶ τὰς ὀσμὰς τοῖς ἀνθρώποις· τῇ γὰρ οὐσίᾳ τῶν ὀσφραντῶν μὴ ἐπιστήσαντες, ἅτε μὴ αἴσθησιν λαβόντες, οὐδὲ ὀνομάσαι αὐτὰ ἠδυνήθημεν, ἀλλ’ ἢ ἐκ παραφράσεως καὶ ἀπὸ τῶν ὑποκειμένων, ὡς ὅταν κρόκου ὀσμὴν ἢ στύρακος εἴποιμεν, ἢ κατὰ μεταφορὰν τὴν ἐκ τῶν γευστῶν (τὰς μὲν γὰρ αὐτῶν γλυκείας τὰς δὲ πικρὰς προσηγορεύκαμεν), ἐπεὶ καὶ ἔοικέ τι καὶ ἀνάλογον ἔχειν πρὸς γεῦσιν καὶ ὅμοιά πως τὰ εἴδη τῶν χυμῶν τοῖς τῆς ὀσμῆς· ἀλλὰ τὴν γεῦσιν ἔχομεν ἀκριβεστέραν διὰ τὸ εἶναι ἁφήν τινα, ταύτην δὲ ἔχει τὴν αἴσθησιν ἀκριβεστάτην ὁ ἄνθρωπος. ἐν μὲν γὰρ ταῖς ἄλλαις πολλοῖς τῶν ζῴων λείπεται (κύνες γὰρ ὀσφραντικώτεροι καὶ ἀετοὶ ὀξυδερκέστεροι), κατὰ δὲ τὴν ἁφὴν πολλῷ τῶν ἄλλων διαφερόντως ἀκριβοῖ. διὸ καὶ φρονιμώτατος τῶν ζῴων ἐστί. σημεῖον δέ· καὶ γὰρ αὐτῶν τῶν ἀνθρώπων οἱ μὲν εὐφυεῖς οἱ δὲ ἀφυεῖς παρ’ οὐδὲν ἕτερον αἰσθητήριον ἢ παρὰ ταύτην, ὡς ὑλικὴν εἰπεῖν αἰτίαν. ὧν μὲν γὰρ ἡ σὰρξ μαλακή, εὐφυεῖς, ἀφυεῖς δὲ τὴν διάνοιαν, ὧν σκληρά, τῶν ἄλλων δηλαδὴ τῶν αὐτῶν φυλαττομένων, ἀγωγῆς ἡλικίας καὶ φύσεως· ὁ γὰρ ἐν τούτοις ἐξετασθεὶς μαλακώτερος εὐφυέστερος, ὡς τῶν περιττωμάτων διαφορουμένων ἐν τούτοις μᾶλλον λεπτότερον τὸ ἐν ἐγκεφάλῳ πνεῦμα καὶ φανταστικὸν ὑπολείπεσθαι. ἔτι διττόν πως τὸ τῶν ὀσφραντῶν· τὸ μὲν γάρ ἐστι κατὰ τοὺς χυμοὺς τεταγμένον αὐτῶν, ὥσπερ εἴπομεν, καὶ τὸ ἡδὺ καὶ τὸ λυπηρὸν κατὰ συμβεβηκὸς ἔχουσι· διὰ γὰρ τὸ τοῦ θρεπτικοῦ εἶναι πάθησιν, ἐπιθυμούντων μὲν ἡδεῖαι αἱ ὀσμαὶ τούτων εἰσί, πεπληρωμένοις δὲ καὶ μηδὲν δεομένοις οὐχ ἡδεῖαι οὐδὲ αἱ ὀσμαί· τὸ δὲ ὅπερ ἐπὶ τῶν ἀνθῶν καὶ τῶν ἄλλως ἀρωματωδῶν αἱ καὶ καθ’ αὑτὰς ἡδεῖαι τῶν ὀσμῶν εἰσιν·2 οὐδὲν γὰρ μᾶλλον οὐδ’ ἧττον πρὸς τὴν τροφὴν παρακαλεῖ, οὐδὲ συμβάλλεται πρὸς ἐπιθυμίαν τροφῆς οὐδέν.

接下来理应讨论气味与嗅觉对象。因为,即便在教学顺序上,我们若将其他诸感觉的中间位置分配给它,如同它在活动与底层基质中从自然那里所获得的那样,我们也算是做得恰如其分。因为它在活动中既不像视觉和听觉那样从远处运作,也不像味觉和触觉那样从极近处运作(因为它们通过接触感知)。并且在底层基质上它也是居中的;因为呈现在视觉底层的乃是色彩与光(即火或火性的存在),呈现在听觉底层的乃是声音(即空气的运动),呈现在触觉底层的乃是较属土性的事物,呈现在味觉底层的乃是滋味;而呈现在嗅觉底层的乃是蒸气以及人们所说的透香介质(即介于空气与水之间的事物)。然而,并不容易像对上述感觉对象(例如声音、颜色及其他)那样,同样地界定气味究竟是什么。因为在那些情况下,我们不仅知道感觉对象的属是什么,而且知道其每一个种;例如在视觉中,颜色是共同的属,而白与黑是特殊的种;声音的诸差异也是由那些将它们区分为高音与低音的人所命名的。滋味的诸种也很多,并且被限定于某种共同之物,即滋味本身。而在触觉的情况下,即便共同之属未被命名,但至少它的诸种同样被发现并被命名,如热、冷以及类似之物。唯独对于嗅觉,我们既没有共同底层基质的名称,也没有其下诸种的名称;因为当我们说“嗅觉对象”时是派生地说的,而“芳香”与“恶臭”并不是嗅觉对象本性的显明,而是它们在感觉中所产生的某种状态的显明。其原因在于,我们并不精确地具有这种感觉,而是人比许多动物嗅觉差得多,并且无法不伴随快乐与痛苦地感知任何气味,这是因为感觉器官是不精确的。因此,正如对于硬眼动物来说,色彩的差异很可能是模糊不清和混乱的,它们仅凭可怕与不可怕来区分[颜色]一样,对于人关于气味而言也是如此。因为我们未能把握嗅觉对象的本质,既然未曾获得对其的感觉,我们甚至未能命名它们,而只能要么通过迂回表述并根据底层基质来命名(例如当我们说“藏红花的气味”或“苏合香的气味”时),要么按照从滋味那里的借用来命名(因为我们把它们中的一些称为“甘甜的”,另一些称为“苦涩的”),因为气味与味觉具有某种相似和类比关系,并且滋味的诸种在某种程度上与气味的诸种相似。然而我们更精确地拥有味觉,因为味觉是一种触觉,而人在这种感觉[触觉]上最为精确。因为在其他感觉上人逊色于许多动物(狗更具嗅觉,鹰视觉更敏锐),但在触觉方面人远超其他动物而格外精确。因此人也是诸动物中最聪慧的。这有一点作为征兆:即便在人自身当中,一些人聪明而另一些人愚钝,就质料因而言不取决于任何其他感觉器官,而只取决于这一感觉器官[触觉]。因为肉质柔软的人天资聪颖,而肉质坚硬的人在理智上天资愚钝(在其他条件如受教育、年龄与体质保持相同的情况下);因为在这些条件相同的受考察者中,肉质更柔软的人更具天赋,这是由于在这些人中剩余物更容易散发,大脑中的气息(即表象的气息)留存得更为细腻。此外,嗅觉对象在某种意义上是双重的:一种是如我们所说按照滋味排列的,它们附带地具有快乐与痛苦;因为作为滋养机能的受动,对于有食欲的人来说它们的气味是愉悦的,但对于吃饱而毫无所需的人来说气味也是不愉悦的;而另一种如花朵与其他芳香物上的气味,乃是自身就愉悦的气味;因为它既不多也不少地召唤人们去进食,也完全不对食欲有所助益。

语法注2 条
  1. 3.2.9τὸν μὲν τούτων ὀξὺν τὸν δὲ βαρὺν διελομένοις

    与格分词 διελομένοις 在此作行为者或判断者的与格使用,配合前文的被动动词 ὠνομάσθησαν,意为“被那些将它们区分为一者高音另一者低音的人们[所命名]”。

  2. 3.2.9τὸ δὲ ὅπερ ἐπὶ τῶν ἀνθῶν καὶ τῶν ἄλλως ἀρωματωδῶν αἱ καὶ καθ’ αὑτὰς ἡδεῖαι τῶν ὀσμῶν εἰσιν

    承接上文 διττόν(二重的)与 τὸ μέν(一者…),此处 τὸ δέ 本为中性单数主语,但在关系从句 ὅπερ... 之后,谓语转变为阴性复数短语 αἱ καὶ καθ’ αὑτὰς ἡδεῖαι τῶν ὀσμῶν εἰσιν(是自身即愉悦的气味),构成了破格语法(anacoluthon)。在意义上统摄为“另一种,如花朵……上的气味,乃是自身就愉悦的气味”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:90.7-91.17